← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§331.16-333.16

模态三段论中的状态词项与说明句词项

斐洛庞努斯注疏了在两前提皆为可能前提的三段论中,以状态替代分有者会导致必然或不可能的假结论这一违背既定规则的问题(48a13–21),并阐明了亚里士多德关于词项不一定由单一名词而是可由说明性语句来表述的论述(48a29)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.18

" Τούτου δὲ μὴ ληφθέντος οὐ γίνεται συλλογισμός, εἰ μὴ τοῦ ἐνδέχεσθαι.1" Ἀμφοτέρων γὰρ τῶν προτάσεων ἐνδεχομένων οὐσῶν ἐνδεχόμενον γίνεται τὸ συμπέρασμα καὶ ἀληθὲς καὶ οὐκ ἀναγκαῖον καὶ ψευδὲς ὥσπερ πρότερον.

“但如果不取这一点,就不会产生推论,除非是关于可能性的推论。” 因为当两个前提都是可能前提时,结论便成为可能结论,既是真的又不是必然的,且如前所述也会是假的。

§4.19

"Ἐν δὲ τῷ τρίτῳ σχήματι κατὰ τὸ ἐνδέχεσθαι συμβαίνει τὸ ψεῦδος." Ἐὰν τὰς ἕξεις λαβὼν συμπλέξω ἐν τρίτῳ σχήματι τὸν συλλογισμόν, συνάγεται ψευδὲς συμπέρασμα, οὐ † καθόλου αὐτὸ ἀλλὰ κατὰ τὸ ἐνδεχόμενον· οἷον ὑγίειαν ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν, νόσος παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν, καὶ ὅσον ἐπὶ ταῖς προτάσεσιν2 ὑγίειαν ἐνδέχεται μηδεμιᾷ νόσῳ ὑπάρχειν· ἀλλ’ οὐκ ἐνδέχεται, ἀλλ’ ἀνάγκη μὴ ὑπάρχειν. κατὰ τὸ ἐνδεχόμενον οὖν τὸ ψεῦδος.

“然而在第三格中,错误是就可能性而言发生的。” 如果我取诸状态而在第三格中结合推论,就会推导出错误的结论,这不是它本身无条件地假,而是就可能而言假;例如,健康可能不属于任何人,疾病可能属于所有人,并且就前提而言,健康可能不属于任何疾病;但这不是可能的,而是必然不属于。因此,错误是就可能而言的。

§4.20

"Τοῦτο δὲ ἀνομολογούμενον τοῖς προειρημένοις." Τὸ τὴν ὑγίειαν ἀδύνατον ὑπάρξαι τῇ νόσῳ ἀληθὲς μὲν ἐναντίον δὲ τοῖς ἤδη διατεταγμένοις· εἴρηται γὰρ ὅτι, εἰ ἄμφω ἐνδεχόμεναι ὦσι, πάντως ἐνδεχόμενον τὸ συμπέρασμα, ὥσπερ καὶ εἰ ἀναγκαῖαι, ἀναγκαῖον. νῦν οὖν ἐνδεχομένων οὐσῶν ἀμφοτέρων ἀναγκαῖον συνῆκται ἢ ἀδύνατον· τοῦτο δὲ συνέβη διὰ τὸ τὰς ἕξεις ἀντὶ τῶν μετειληφότων παραληφθῆναι.

“但这与前面所说的是不一致的。” 健康不可能属于疾病固然是真的,却与已经确立的规则相反;因为前面说过,如果两者都是可能的,结论必然全都是可能的,正如若两者是必然的,结论就是必然的一样。然而现在,尽管两者都是可能的,却推导出了必然的或不可能的结论;而这种情况的发生,是因为采用了诸状态而不是分有它们的事物。

§4.21

"Οὐ δεῖ δὲ τοὺς ὅρους ἀεὶ ζητεῖν ὀνόματι ἐκτίθεσθαι· πολλάκις γὰρ ἔσονται λόγοι οἷς οὐ κεῖται ὄνομα." Ἐπ’ ἄλλο τι μεταβαίνει, ὃ καὶ αὐτὸ δεῖ παρατηρεῖν ἐν τῷ ἀνάγειν τοὺς συλλογισμοὺς ἐπὶ τὰ σχήματα. τῶν γὰρ πραγμάτων τὰ μὲν ὀνόματι δηλοῦται, ὡς ἄνθρωπος, ἵππος, περιπατῶ, γράφω καὶ τὰ ἄλλα πάντα ὅσα διὰ μιᾶς λέξεως σημαίνεται, τὰ δὲ οὐ δι’ ὀνόματος σημαίνεται ἀλλὰ διὰ λόγου· τινὰς γὰρ τῶν φυσικῶν ἰδιοτήτων ἢ οὐκ ἐδυνήθησαν ἢ οὐκ ἐσπούδασαν οἱ ὀνοματοθετήσαντες δι’ ὀνόματος σημᾶναι, ἀλλὰ λόγῳ τὴν τούτων ἑρμηνεύομεν φύσιν. οὐ δεῖ οὖν, φησί, νομίζειν ὅτι πάντῃ τε καὶ πάντως ὀνόματι δεῖ τοὺς τρεῖς ὅρους τοῦ συλλογισμοῦ σημαίνεσθαι· ἔστι γὰρ ὅτε ὀνόματος μὴ εὐποροῦντες λόγῳ σημαίνομεν τινὰ ἢ τινὰς τῶν ὅρων, οἷον εἰ βουληθείημεν δεῖξαι ὅτι τοῦ ἰσοσκελοῦς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσί. πρῶτον μὲν οὖν αὐτὸ τοῦτο τὸ κατηγορούμενον ὅρα, πῶς οὐχ ἓν ὄνομά ἐστιν ἀλλὰ λόγος. ζητοῦντες δὲ τὸν μέσον, δι’ οὗ δεῖ συμπερᾶναι τὸ πρόβλημα, ἐνταῦθα μὲν εὐποροῦμεν ὀνόματι αὐτὸν ἐκθέσθαι λέγοντες οὕτως· τὸ ἰσοσκελὲς τρίγωνον τρίγωνόν ἐστι, παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσί, τοῦ ἰσοσκελοῦς ἄρα τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. ἐὰν δὲ τὴν μείζονα θελήσωμεν κατασκευάσαι πρότασιν, πόθεν ὅτι3 παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, οὐκέτι δυνάμεθα ὀνόματι τὸν μέσον ἐκθέσθαι δι’ οὗ συνάγεται τὸ συμπέρασμα, ἀλλὰ δεῖ λόγῳ αὐτὸν ἑρμηνεύειν, οἷον ὅτι παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δύο ταῖς ἐφεξῆς ἴσαι εἰσίν, δύο δὲ αἱ ἐφεξῆς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, παντὸς ἄρα τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. ἐὰν οὖν, φησί, πειρῶμαι πάντῃ τε καὶ πάντως ὀνόματι ἐκτίθεσθαι τοὺς ὅρους, ἀπάτης ἡμῖν τὸ τοιοῦτον αἴτιον γίνεται· οἰησόμεθα γὰρ ὅτι ἐνδέχεται τῶν ἀμέσων εἶναι τὸν συλλογισμόν, ὅπερ δέδεικται ἐν τοῖς Ἀποδεικτικοῖς ἀδύνατον· πᾶσα γὰρ ἀπόδειξις διά τινος μέσου ὅρου γίνεται. ὅτι γὰρ τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δύο ὀρθαῖς ἴσαι εἰσίν, ἀποδεικτὸν μέν ἐστιν, ὡς αὐτὴ ἡ περὶ αὐτοῦ δείκνυσιν ἀπόδειξις· ἐὰν οὖν τις οἴοιτο ὅτι δεῖ πάντως ὀνόματι ἐκκεῖσθαι τοὺς ὅρους, μὴ εὑρίσκων ὀνόματι σημᾶναι τὸν μέσον ὅρον, δι’ οὗ ἡ ἀπόδειξις αὐτοῦ γίνεται, οἰήσεται ἀμέσως ὑπάρχειν τῷ ὑποκειμένῳ τὸν κατηγορούμενον καὶ ἀμέσου ὄντος τοῦ προβλήματος ἀπόδειξιν αὐτοῦ εἶναι,4 ὅπερ ἐστὶν ἀδύνατον. ὥστε, φησίν, οὐ πάντως οἰητέον ὡς δεῖ ὀνόματι ἐκκεῖσθαι τοὺς ὅρους, ἀλλ’ ἔστιν ὅτε καὶ διὰ λόγου αὐτοὺς σημαίνειν. διό, φησί, τοὺς τοιούτους συλλογισμοὺς χαλεπὸν ἀνάγειν ὑπὸ τὰ σχήματα· ἐπειδὴ γὰρ οὐ κεῖται ἐν τῇ συνηθείᾳ τῷ μέσῳ ὄνομα, οὐ παντὸς δέ ἐστιν εὑρίσκειν λόγον ἑρμηνευτικὸν τῆς φύσεως τῶν πραγμάτων, δυσχερὴς ἡ ἀνάλυσις γίνεται. τὰ μὲν οὖν λεγόμενα ἐν τούτοις ταῦτά ἐστι. τὰ δὲ τῆς λέξεως λοιπὸν δῆλα. τὸ δὲ ὡς τόδε τι ἀντὶ τοῦ ‘ὡς ὄνομα’, οἷον ἄνθρωπος, ἵππος, βαδίζει, φιλοσοφεῖ.

“但不应当总是寻求用名词来表述诸词项;因为常常会有未曾确立名词的语句。” 他进而转向另一问题,在将推论化归至各格时这也同样必须予以注意。因为在事物中,有些是用名词表示的,例如人、马、我行走、我写作以及所有其他通过单个词所表示的事物,而另一些则不是通过名词而是通过语句表示的;因为制名者对于某些自然特性,要么不能够要么不曾致力于通过名词来表示,而是我们通过语句来解释它们的本性。因此他说,绝不应认为推论的三个词项必须完全且在任何情况下都由名词表示;因为有时在缺乏名词的情况下,我们用语句来表示词项中的某一个或若干个,例如如果我们想要表明等腰三角形的三内角等于两直角。首先,看这谓项本身,它如何不是一个名词而是语句。而在寻求必须凭以得出问题的媒项时,在此我们不难用名词将它表述出来,如此说:等腰三角形是三角形,一切三角形的三内角等于两直角,所以等腰三角形的三内角等于两直角。但如果我们想要确立大前提,即凭什么说一切三角形的三内角等于两直角,我们就再也不能用名词来表述推导出结论的媒项了,而是必须用语句来解释它,例如一切三角形的三内角等于两个邻角,而两个邻角等于两直角,所以一切三角形的三内角等于两直角。他说,因此如果我试图完全且在任何情况下都用名词来表述诸词项,这样一种做法就会成为我们受欺骗的原因;因为我们会认为可能存在关于无中介者的推论,但这在《后分析篇》中已被表明是不可能的;因为一切证明都是通过某个媒项而达成的。因为三角形的三内角等于两直角是可证明的,正如关于它的证明本身所表明的那样;因此,如果有人认为词项无论如何都必须用名词表述出来,由于找不到用名词来表示完成其证明所经由的媒项,他就会认为谓项无中介地属于主项,且对于一个无中介的问题却存在着证明,而这是不可能的。因此他说,绝不能认为词项必须全由名词表述,而是有时也应通过语句来表示它们。他说,正因如此,将此类推论化归于各格之下是困难的;因为既然在习用中没有给媒项确立名词,而能够找到解释事物本性的语句又并非人人都做得到,分析就变得棘手了。因此,这些文字中所讲的便是这些内容。至于文句其余部分则是清楚的。而“作为某个这”是代替“作为名词”,例如人、马、行走、从事哲学。

语法注4 条
  1. 4.18εἰ μὴ τοῦ ἐνδέχεσθαι

    承前句的 οὐ γίνεται συλλογισμός 而形成的省略结构,需补出 συλλογισμός 来理解:“除非是关于可能性的[推论]”。

  2. 4.19καὶ ὅσον ἐπὶ ταῖς προτάσεσιν

    ὅσον ἐπί 加与格为习惯性副词短语,意为“就……而言”或“在……的限度内”,表示仅从前提推导出的范围。

  3. 4.21πόθεν ὅτι

    论辩语境中的省略句式,常省去 δῆλον 或 δεικτέον,意为“从何处[得知/表明]……”或“凭什么说……”。

  4. 4.21ἀμέσου ὄντος τοῦ προβλήματος ἀπόδειξιν αὐτοῦ εἶναι

    由 οἰήσεται 所支配的带不定式的宾格结构(ἀπόδειξιν ... εἶναι),其间嵌入了表示让步或伴随情境的属格独立结构(ἀμέσου ὄντος τοῦ προβλήματος)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:331.16-333.16