- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:330.4-331.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯首先介绍了阿摩尼乌斯的论辩,即健康之所以可能属于患病者恰恰是就其患病而言,随后提出反驳,指出健康并不是就单纯患病而言述谓,而是述谓“作为复合体的复合体”,因而词项的对等替换无法成立。
ἔλεγε δὲ εἰς τὸ προκείμενον κἀκεῖνο, ὅτι ὅταν εἴπω ὅτι τὸ ὑγιαίνειν τῷ νοσοῦντι ὑπάρξαι ἐνδέχεται ἢ ἐνδεχομένως οὐχ ὑπάρχει, οὐχ ᾗ ἄνθρωπός ἐστι τὸ νοσοῦν ἢ ὁτιοῦν ἄλλο, ταύτῃ φημὶ αὐτῷ ἐνδέχεσθαι τὴν ὑγίειαν ὑπάρξαι ἢ μὴ ὑπάρξαι, ἀλλ’ ᾗ νοσεῖ· καθὸ γὰρ νοσεῖ, ταύτῃ ἐνδέχεται αὐτῷ ὑγιαίνειν καὶ ταύτῃ ἐνδεχομένως οὐχ ὑπάρχει αὐτῷ ἡ ὑγίεια. εἰ γὰρ μὴ ᾗ νοσεῖ ἀλλ’ ᾗ ἄνθρωπος τυχόν ἐστιν ἢ ἄλλο ὁτιοῦν τῶν τῆς νόσου δεκτικῶν, οὐκέτι ἂν ἀληθὲς ἦν τὸ λέγειν ἐνδέχεσθαι αὐτὸ ὑγιασθῆναι ἢ μὴ ὑγιασθῆναι, ἀλλ’ ὑπαρχόντως ὑγιαῖνον ἦν, καὶ τότε ἂν τὸ ἐναντίον, τὴν νόσον, ἐνδέχεσθαι αὐτῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἐλέγομεν. ᾧ γὰρ ἑκάτερον τῶν ἀντικειμένων ἐνδέχεται ὑπάρχειν ἢ μὴ ὑπάρχειν, εἰ θάτερον κατ’ ἐνέργειαν ὑπάρχοι, ᾗ τοῦτο ὑπάρχει, ταύτῃ καὶ τὸ λοιπὸν ἐνδέχεται ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ἐφ’ ὧν ἄμεσος ἡ ἐναντιότης.1 ἐν δὲ τοῖς ἐμμέσοις τῶν ἐναντίων, εἰ ἐν τῷ μεταξὺ εἴη πρὸς ἑκάτερον τῶν ἄκρων, ὁμοίως ἔχει καὶ τοῦτο πάλιν, ᾗ τοῦ μεταξὺ μετέχει· οἷον τῷ φαιῷ ἐνδέχεται τὸ λευκὸν ὑπάρχειν, ἐνδέχεται δὲ καὶ τὸ μέλαν, καὶ δῆλον ὅτι οὐχ ᾗ ἱμάτιόν ἐστι τὸ φαιόν· εἰ γὰρ ᾗ ἱμάτιόν ἐστι, ταύτῃ καὶ ὑπάρχειν ἤδη τὸ λευκὸν ἢ τὸ μέλαν ἐδύνατο, οὐ μὴν ἐνδέχεσθαι ὑπάρχειν. ᾗ μέντοι τοῦ φαιοῦ μετέχει, ἐπεὶ τῶν ἄκρων οὐ μετέχει μὲν δύναται δὲ μετέχειν, ταύτῃ λέγεται ἐνδέχεσθαι αὐτῷ ὑπάρξαι τὸ λευκὸν ἢ τὸ μέλαν ἢ μὴ ἐνδέχεσθαι. εἰ γὰρ μὴ καθὸ τοῦ φαιοῦ μετέχει, ὑποκείσθω μὴ ὂν φαιόν, καὶ οὐκέτι ἀληθὲς εἰπεῖν ἐνδέχεσθαι αὐτὸ λευκὸν εἶναι ἢ μέλαν· ἀνάγκη γὰρ πάντως τὸ πεφυκὸς τῶν ἐναντίων μετέχειν 〈μετέχειν〉 θατέρου κατ’ ἐνέργειαν ἢ τῶν μεταξύ τινος, εἰ ἔμμεσα εἴη, ὥστε ὑπαρχόντως ἢ μέλαν ἦν ἢ λευκόν. ὥστε καὶ ὅταν λέγῃ ὁ Ἀριστοτέλης τὸ ὑγιαίνειν τῷ νοσοῦντι ὑπάρχειν, οὐχ ᾗ ἄνθρωπός ἐστι τὸ νοσοῦν, ἀλλ’ ᾗ νοσοῦν ἦν, ἐνδέχεσθαι αὐτῷ φαμεν ὑπάρξαι τὸ ὑγιαίνειν ἢ ἐνδεχομένως μὴ ὑπάρχειν. ὥστε ἐπεὶ τὸ νοσοῦν ᾗ νοσεῖ εἴληπται, ἐὰν ἀντὶ τοῦ νοσοῦντος μεταλάβω τὸ νοσεῖν, οὐχ ἕτερόν τι λαμβάνω· κατὰ γὰρ τὸ νοσεῖν ὑπέκειτο τῷ μείζονι. κατ’ αὐτὸ οὖν τοῦτο καὶ τοῦ ἐλάττονος κατηγορηθήσεται. ὥστε εἰ καὶ σύνθετον τὸν ὑποκείμενον ἐν τῇ μείζονι ἔλαβον, ἐπειδὴ κατὰ τὸ ἁπλοῦν τὸ νοσοῦν ἐχαρακτηρίζετο καὶ ταύτῃ αὐτοῦ ὁ μείζων κατηγορεῖτο, εὔλογον κατὰ τοῦτο αὐτὸν τοῦ ἐλάττονος κατηγορεῖσθαι. ὥστε κἄντε οὕτως εἴπω ὅτι τὸ νοσοῦν παντὶ ἀνθρώπῳ ὑπάρχει, οὐ κατὰ τὸ σύνθετον κατηγορῶ αὐτὸν τοῦ ἐλάττονος ἀλλὰ κατὰ τὸ νοσεῖν, καθ’ ὃ καὶ ὑπέκειτο τῷ μείζονι, κἄντε αὐτὸ τὸ ἁπλοῦν μεταλάβω, οὐχ ἕτερόν τινα λαμβάνω ὅρον ἀλλὰ τὸν αὐτόν. μήποτε δὲ οὐκ ἀληθές ἐστι2 τὸ λέγειν ὅτι, ὅταν εἴπω τὸ ὑγιαίνειν ἐνδέχεσθαι τῷ νοσοῦντι ὑπάρξαι ἢ μὴ ὑπάρξαι, καθὸ νοσεῖ κατηγορῶ αὐτοῦ τὸ ὑγιαίνειν· ὥσπερ γὰρ δέδεικται, οὐχ ᾗ ἄνθρωπος ἁπλῶς ἐστι κατηγορεῖτο, ἀλλ’ οὐδὲ ᾗ νοσεῖ ἁπλῶς, οὐδὲ τοῦ συνθέτου κατὰ τὸ νοσεῖν, ἀλλὰ τοῦ συνθέτου ὡς συνθέτου. τὸ γὰρ νοσοῦν ᾗ νοσοῦν ἐστι τὸ ὅλον τοῦτο3 πέφυκέ ποτε ὑγιαίνειν· οὐδὲν γὰρ ἄλλο ἐστὶ τοῦτο ἢ ὅτι ἐνδέχεται μετὰ τὸ τὴν νόσον ἀποβαλεῖν ὑγίειαν δέξασθαι. εἰ γὰρ μὴ κατὰ ἄμφω, δῆλον ὅτι κατὰ τὸ ἁπλοῦν· ἀλλὰ ἀδύνατον τὸ νοσεῖν ὑγίειαν δέξασθαι. ὥστε εἰ τοῦ συνθέτου ὡς συνθέτου κατηγορεῖται, αὐτὸν δεῖ κατὰ τοῦτο καὶ τοῦ ἐλάττονος ὅρου κατηγορεῖσθαι· τοῦτο δὲ ἀδύνατον. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον. ἐπισκεψόμεθα δὲ περὶ τούτου καὶ αὖθις.
关于当下的议题,他也曾讲过这样一点:当我讲健康可能属于患病者,或者偶然可能不属于时,无论患病者是人还是别的任何事物,我并不是就其是人或别的事物而言说健康可能属于或不属于它,而是就其患病而言;因为就其患病而言,正是在这个意义上它可能健康,且正是在这个意义上健康偶然可能不属于它。因为如果不是就其患病而言,而是设想为就其是人或是能接受疾病的无论何种其他事物而言,那么说它可能变得健康或不变得健康就不再是真的了,反而它是现实地处于健康之中,而那时我们就会说其相反者即疾病可能属于或不属于它了。因为对于对立的两者皆可能属于或不属于它的事物而言,只要在相反关系无可居间者那里,如果其中一方现实地属于它,那么就这一方属于而言,其余的一方也同样可能属于或不属于。而在有居间者的相反者中,如果它处在相对于两端各自的中间状态中,那么就其分有居间者而言,情况同样如此;例如,白色可能属于灰色,黑色也可能属于灰色,显然这不是就灰色的东西是衣服而言;因为如果是就它是衣服而言,那么在这个意义上白色或黑色就早已能够属于它了,而不是可能属于。然而,就其分有灰色而言,既然它并不分有两端但能够分有两端,在这个意义上才说白色或黑色可能属于或不可能属于它。因为如果不是就其分有灰色而言,设想它并非灰色,那么说它可能是白色或黑色就不再是真的了;因为生来分有相反者的事物完全必然要现实地分有其中之一,或者若有居间者则分有某种中间事物,以致它现实地要么是黑色要么是白色。因此,即使当亚里士多德讲健康属于患病者时,也不是就患病者是人而言,而是就其是患病者而言,我们才说健康可能属于它或偶然可能不属于。因此,既然患病者是就其患病而被取的,如果我用患病来替换患病者,我所取的并不是不同的东西;因为正是依照患病它才作为大项的基底。那么,依据这同一事物,它也将被述谓于小项。因此,即使我把大前提中的基底项取为复合体,既然患病者是依单纯者而被刻画的,且大项正是就此被述谓于它,那么依据这一点将它自身述谓于小项也是合乎情理的。因此,即便我这样说患病者属于所有人,我也不是依照复合体将它述谓于小项,而是依照患病将它述谓于小项——它正是凭此而作为大项的基底;即便我替换单纯者本身,我所取的也并非某种相异的词项,而是同一个词项。 但是,说当我讲健康可能属于或不属于患病者时我是就其患病而将健康述谓于它,这或许并不是真的。因为正如所表明的那样,它既不是就单纯是人而言被述谓的,但也绝非就单纯是患病而言,亦非依患病而述谓复合体,而是述谓作为复合体的复合体。因为作为患病者的患病者,这整个事物生来便能在某个时候变得健康;因为这无非是指在摆脱疾病之后可能接受健康。因为如果不是依照两者,显然就是依照单纯者;然而患病绝不可能接受健康。因此,如果是述谓作为复合体的复合体,那么依据这一点它自身也必须被述谓于小项;而这是不可能的。关于这些问题暂且谈到这里;我们以后还将再次对此进行考察。
- 4.17ἐφ’ ὧν ἄμεσος ἡ ἐναντιότης
关系代词短语 ἐφ’ ὧν ἄμεσος ἡ ἐναντιότης 起限制性作用,将前一句(ᾧ γὰρ ἑκάτερον τῶν ἀντικειμένων ἐνδέχεται ὑπάρχειν ἢ μὴ ὑπάρχειν...)中所阐明的对立命题适用范围严格限定在“相反关系没有中间状态的情况”中。
- 4.17μήποτε δὲ οὐκ ἀληθές ἐστι
μήποτε 与直陈式动词连用,是一种习惯用法,以委婉疑问的形式提出审慎的肯定或反对意见(“或许并非……”)。在此处它标志着注解者自身对前述阿摩尼乌斯观点的反驳的开始。
- 4.17τὸ γὰρ νοσοῦν ᾗ νοσοῦν ἐστι τὸ ὅλον τοῦτο
该句的语法主语是 τὸ ὅλον τοῦτο(“这整个事物”),前面的 τὸ νοσοῦν ᾗ νοσοῦν ἐστι 作为对其同位语式的限定或前提说明,主要谓语是 πέφυκέ ποτε ὑγιαίνειν(“生来便能在某个时候变得健康”)。
