- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:328.26-330.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
讨论即使在词项中用分词(分有者)代替状态,中项在主词和谓词中因取不同方面(复合体还是单纯状态)仍会导致欺骗的疑难。在介绍了阿摩尼奥斯基于“分词与动词效力相当”的辩护之后,指出不定式不包含分有者因而不能等同于分词,从而驳斥了该辩解。
οὐκ ἄρα ὡς νοσοῦντι ἀλλ’ ὡς ζῴῳ ἢ ὅ τι ἂν εἴη τὸ δεκτικὸν νόσου καὶ ὑγιείας. πάλιν ὅταν εἴπω ‘τὸ νοσοῦν παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν’, πότερον ᾗ σύνθετόν ἐστι τὸ νοσοῦν λέγω αὐτὸ ὑπάρχειν τῷ ἀνθρώπῳ ἢ καθὸ ἁπλοῦν, λέγω δὴ ᾗ νοσεῖ; πρόδηλον ὅτι1 ᾗ νοσεῖ· τὸ γὰρ νοσοῦν τῶν καθ’ ἕκαστά ἐστιν, οὐδὲν δὲ τῶν καθ’ ἕκαστα ὑπάρχειν τινὶ δύναται. δῆλον δὲ ἔσται, εἰ καθ’ ἕκαστα ληφθῶσιν. οἷον ὁ Μίκκαλος διανοητός ἐστι Μίκκαλος· δῆλον γὰρ ὅτι τὸν διανοητὸν Μίκκαλον, ᾗ διανοητός ἐστι, κατηγορῶ τοῦ ὑποκειμένου, οὐχ ᾗ διανοητός ἐστι Μίκκαλος·2 αὐτὸς γὰρ ἑαυτοῦ κατηγοροῖτο ἄν. ὁμοίως ἐὰν εἴπω ‘ὁ Σωκράτης νοσῶν ἐστι Σωκράτης’, οὐχ ᾗ νοσῶν ἐστι Σωκράτης ὁ κατηγορούμενος ὅρος ὅλος ὡς ὅλος κατηγορεῖται Σωκράτους, ἀλλ’ ᾗ νοσεῖ· ταὐτὸν γάρ ἐστι τῷ εἰπεῖν ‘ὁ Σωκράτης νοσεῖ’ ἢ ‘νοσῶν ἐστιν’. εἰ τοίνυν τοῦτο οὕτως ἔχει, δῆλον ὅτι ὁ μέσος κατ’ ἄλλο μὲν ἑαυτοῦ μόριον ὑπόκειται τῷ μείζονι, κατ’ ἄλλο δὲ κατηγορεῖται τοῦ ἐλάττονος. ὅταν γὰρ εἴπω ‘τὸ ὑγιαῖνον οὐδενὶ νοσοῦντι ἐνδέχεται ὑπάρχειν’, οὐχ ᾗ νοσεῖ τοῦτό φημι (οὕτω γὰρ ἂν ἐξ ἀνάγκης οὐχ ὑπῆρχεν· οὐδέποτε γὰρ τὸ νοσοῦν ᾗ νοσεῖ ὑγιαίνει), ἀλλ’ ᾗ ἄνθρωπός ἐστι τὸ νοσοῦν ἢ ἄλλο τι ζῷον· ὅταν δὲ λέγω πάλιν ‘τὸ νοσοῦν παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν’, δῆλον ὅτι ᾗ νοσεῖ, οὐχ ᾗ ἕτερόν τί ἐστι τῇ νόσῳ ὑποκείμενον. ὥστε ὁ μέσος οὐχ ὁ αὐτὸς εἴληπται. εἰ δὲ μὴ μόνον ὁ μέσος εἰς τὸ σύνθετον λαμβάνοιτο ἀλλὰ καὶ ὁ μείζων, ἔτι πλεῖον ἐπιτείνεται ἡ ἀπορία. ἔοικεν οὖν, κἂν ἐκ τῶν ἕξεων τὰ μετέχοντα μεταληφθῇ, καὶ τοῦτο ἀπάτης αἴτιον γίνεσθαι, εἴγε ἄλλους ἐξ ἄλλων ὅρους μεταλαμβάνειν ἀνάγκη καὶ μὴ ὁ αὐτὸς φυλάττεται μέσος, ὥστε οὐδὲ συμπλοκὴ γίνεται. Πρὸς ταῦτα ἀπολογούμενος ὁ φιλόσοφος ἔλεγεν, ὡς δεδειγμένον εἴη ἐν τῷ Περὶ ἑρμηνείας, ὡς ὅτι αἱ μετοχαὶ ἰσοδυναμοῦσι τοῖς ῥήμασι· τὸ γὰρ εἰπεῖν ‘Σωκράτης περιπατεῖ’ ἴσον ἐστὶ τῷ εἰπεῖν ‘Σωκράτης περιπατῶν ἐστι’, καὶ ἐπὶ πάντων τὸ αὐτό. εἰ οὖν τοῦτο οὕτως ἔχει, δῆλον ὅτι, κἂν λαμβάνω ἐν τῷ μέσῳ τὸ νοσοῦν μετοχὴν ὄν, ἰσοδυναμήσει τοῦτο τῷ νοσεῖν ῥήματι. ὥστε ἐὰν ἀντιμεταληφθῇ ἀντὶ μετοχῆς τὸ ῥῆμα, οὐδὲν ἀδύνατον συμβαίνει διὰ τὸ ἰσοδυναμεῖν ταῦτα ἀλλήλοις, ὡς εἴρηται. ὅταν οὖν εἴπω ‘τὸ ὑγιαῖνον οὐδενὶ νοσοῦντι’, ἐὰν ἀντιμεταλάβω τὸ νοσοῦν εἰς τὸ νοσεῖν καὶ εἴπω ‘τὸ νοσεῖν παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν’, οὐχ ἕτερον ἀνθ’ ἑτέρου ἔλαβον, εἴγε ἰσοδυναμεῖ ἡ μετοχὴ τῷ ῥήματι. πρὸς δὲ τοῦτο ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὐ παντὶ ῥήματι ἰσοδυναμεῖ ἡ μετοχὴ ἀλλὰ μόνοις τοῖς ὁριστικοῖς, ἐξ ὧν καὶ τὴν γένεσιν ἔχει, ἥκιστα δὲ τοῖς ἀπαρεμφάτοις, εἴγε τὰ μὲν ἄλλα ῥήματα σημαντικά ἐστιν ἐνεργείας ἢ πάθους μετὰ τοῦ ἐνεργοῦντος ἢ πάσχοντος, ὡς τὸ γράφω, τὸ περιπατῶ, τὰ αὐτὰ δὲ ταῦτα καὶ αἱ μετοχαὶ σημαίνουσι, τὰ μέντοι ἀπαρέμφατα μόνης ἐστὶ τῆς ἐνεργείας ἢ τοῦ πάθους σημαντικά, οὐ μὴν τοῦ μετειληφότος τούτων. ὥστε οὐδὲ ἰσοδυναμοῦσι ταῖς μετοχαῖς· οὐ γὰρ ταὐτὸν δύναται τὸ τύπτειν τῷ ‘τύπτων ἐστίν’. ὥστε οὐ δυνατὸν ἀντὶ τῶν μετοχῶν παραλαμβάνειν τὰ ἀπαρέμφατα, εἰ μὴ ἄρα ὅτε δυνατὸν αὐτοῖς τὸ ‘δεῖ’ ῥῆμα συνάπτειν, οἷον Σωκράτην περιπατεῖν δεῖ, Σωκράτην περιπατοῦντα δεῖ εἶναι· οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ λεγόμενον ἢ ‘Σωκράτει λείπει τὸ περιπατεῖν’ καὶ ‘Σωκράτει λείπει τὸ εἶναι αὐτὸν περιπατοῦντα’· ἐπὶ οὐδεμιᾶς δὲ ἄλλης συντάξεως διὰ τὴν εἰρημένην αἰτίαν.
因此不是作为患病者,而是作为动物,或者作为能接受疾病与健康的无论何种事物[而属于它]。再次,当我讲“患病者偶然可能属于所有人”时,我是就患病者是复合体而言说它属于人,还是就它是单纯的而言——我的意思是,就其患病而言?显然是就其患病而言;因为患病者属于个别事物,而没有任何个别事物能够属于任何东西。如果举出具体事例,这一点便会清楚。例如,“米卡罗斯是在思想的米卡罗斯”;因为显然我把在思想的米卡罗斯就其在思想而言述谓基底,而不是就其是在思想的米卡罗斯而言进行述谓;否则他就会述谓他自身了。同样地,如果我说“苏格拉底是患病的苏格拉底”,整个被述谓的词项作为整体被述谓于苏格拉底,并不是就其是患病的苏格拉底而言,而是就其患病而言;因为这与说“苏格拉底患病”或“他是患病的”是一回事。那么,如果情况确是如此,显然中项依据其自身的一个部分作为大项的基底,依据另一个部分则被述谓于小项。因为当我讲“健康者偶然可能不属于任何患病者”时,我并不是就其患病而言说这话的(因为那样的话它就会必然不属于;因为患病者就其患病而言绝不会健康),而是就患病者是人或某种其他动物而言说的;然而当我再次讲“患病者偶然可能属于所有人”时,显然是就其患病而言,而不是就其是疾病的底层的某种其他事物而言。因此,中项并没有被当作同一个东西来取。如果不仅中项而且大项也被取为复合体,这一疑难还会进一步加剧。看来,即便从状态替换为分有状态者,这也同样成了欺骗的原因,如果确实必须用互异的词项相互替换,而未能保持同一个中项,以致连推论联结都无法形成。面对这些疑难,那位哲学家辩护说,正如在《解释篇》中所证明的那样,分词与动词具有同等效力;因为说“苏格拉底行走”等同于说“苏格拉底是行走着的”,并且在所有情况下都是如此。那么,如果情况是这样,显然即使我在中项中取作为分词的“患病者”,这也将与动词“患病”具有同等效力。因此,如果用动词来替换分词,由于正如所说的那样它们彼此效力相当,就不会发生任何不可能的事情。因此,当我讲“健康者不属于任何患病者”时,如果我将“患病者”替换为“患病”并说“患病偶然可能属于所有人”,只要分词与动词效力相当,我并没有用一物代替另一物。但针对这一点可以这样说:分词并不是与所有动词都效力相当,而只是与直陈式动词效力相当——分词正是由直陈式派生而来的——而最不与不定式效力相当;因为其他动词表示活动或承受以及施动者或承受者(如“我写”、“我行走”),分词也表示这些相同的事物,然而不定式仅表示活动或承受,绝不表示分有了这些活动或承受者。因此它们与分词甚至不是效力相当的;因为“击打”不可能与“是击打着的”具有同等效力。因而不可能用不定式来代替分词,除非是在可以将动词“应当”与它们连用的场合,例如“苏格拉底应当行走”、“苏格拉底应当是行走着的”;因为所说的无非是“苏格拉底欠缺行走”和“苏格拉底欠缺其自身是行走着的”;但由于上述原因,在任何其他句法结构中都是不可能的。
- 4.17ὡς δεδειγμένον εἴη ἐν τῷ Περὶ ἑρμηνείας, ὡς ὅτι
引出间接引语的连词出现重叠(ὡς... ὡς ὅτι)。在动词 ἔλεγεν 之后,首先以 ὡς δεδειγμένον εἴη(曲说希求法)插入对先行证明的引述,随后再次使用连词 ὡς ὅτι 引出核心陈述从句(αἱ μετοχαὶ ἰσοδυναμοῦσι)。这是注释文献中插入说明时常见的句法赘折。
- 4.17τὸν διανοητὸν Μίκκαλον, ᾗ διανοητός ἐστι, κατηγορῶ τοῦ ὑποκειμένου, οὐχ ᾗ διανοητός ἐστι Μίκκαλος
τὸν διανοητὸν Μίκκαλον 作为 κατηγορῶ 的宾语,后接限定从句 ᾗ διανοητός ἐστι。后半句 οὐχ ᾗ διανοητός ἐστι Μίκκαλος 构成对比,意为“而不是就其是在思想的米卡罗斯(即整个复合体)而言进行述谓”。这一限制性结构的解读旨在避免主项述谓自身这一荒谬结论(αὐτὸς γὰρ ἑαυτοῦ κατηγοροῖτο ἄν)。
