← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§32.8-33.23

灵魂的推论能力与三段论定义的疏解

斐洛波诺斯论证了灵魂进行推论的方式(通过共同中项沟通极端项)以及承担推论的灵魂能力(思考能力),进而从属、种差、质料(前提)与形式(结论)的对应关系阐释了亚里士多德的三段论定义(24b18),并结合修辞学单前提推论说明了“被设定”与“某些事物”等字句的意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.18#2

διακρίνει δὲ τοῦτο λαμβάνουσα μεταξὺ τῶν ζητουμένων κοινὸν ὅρον ἢ κοινωνίαν ἔχοντα πρὸς τὰ δύο ἄκρα ἢ πρὸς μὲν θάτερον κοινωνοῦντα διεστῶτα δὲ τοῦ λοιποῦ, καὶ διὰ τοῦ μέσου ἢ συνδεῖ τὰ ἄκρα ἢ διίστησιν. εἰ δὲ ἦσαν πάντα ἕτερα τὰ πράγματα, οὐκ ἂν τοῦτο ποιῆσαι ἐδύνατο κοινοῦ τινος ὅρου μὴ ὑπάρχοντος εἰς τὸ τὴν τῶν ἄκρων κοινωνίαν δειχθῆναι· ἀλλὰ μὴν οὐδ’ ὅτι διαφέρουσιν ἀποδείξεως ἔδει προφανοῦς τῆς διαφορᾶς ὑπαρχούσης. ἀλλ’ οὐδ’ εἰ ταὐτὰ ἦσαν κατὰ πάντα, ἔδει δείξεως πάλιν τῆς κοινωνίας ὁμολογουμένης. Τὸ δὲ συλλογιζόμενον τῆς ψυχῆς μόριον τὸ διανοητικόν ἐστιν, ὡς καὶ ἐν προοιμίοις εἴπομεν. τῶν γὰρ ἐν ἡμῖν γνωστικῶν δυνάμεων αἱ μέν εἰσι λογικαὶ αἱ δὲ ἄλογοι, λογικαὶ μὲν νοῦς, διάνοια, δόξα, ἄλογοι δὲ φαντασία καὶ αἴσθησις. καὶ τῆς μὲν νοερᾶς οὐκ ἔστι δυνάμεως τὸ συλλογίζεσθαι, ἐπεὶ κρείττων αὕτη ἢ κατὰ συλλογισμόν, ἀθρόως καὶ ἀμερῶς γινώσκουσα. οὐδὲ μὴν τῆς δοξαστικῆς· αὕτη γὰρ τὸ ὅτι μόνον οἶδεν, οὐ μὴν καὶ τὸ διότι· ὅθεν πολὺ μᾶλλον ἥκιστα τῶν ἀλόγων εἴη δυνάμεων τὸ συλλογίζεσθαι. λείπεται οὖν τῆς διανοητικῆς αὐτὸ λέγειν εἶναι δυνάμεως, εἴπερ αὕτη μετὰ τοῦ ὅτι καὶ τὰς αἰτίας ἐπίσταται. Λοιπὸν δὴ τί ἐστι συλλογισμὸς λεκτέον τὸν Ἀριστοτέλους ὁρισμὸν ἐξηγουμένοις. συλλογισμὸς δέ ἐστι, φησίν. ὁρίζεται τὸν συλλογισμὸν ὁ Ἀριστοτέλης κατὰ τὸ εἰκὸς ἐκ γένους καὶ τῶν συστατικῶν διαφορῶν. ἐπειδὴ γὰρ τὰ πράγματα ἢ ἑτερογενῆ ἐστιν ἢ ἑτεροειδῆ, πρὸς μὲν διάκρισιν τῶν ἑτερογενῶν λαμβάνεται τὸ γένος ἐν τοῖς ὁρισμοῖς, πρὸς δὲ τῶν ἑτεροειδῶν διάκρισιν λαμβάνονται αἱ διαφοραί. γένος οὖν τοῦ συλλογισμοῦ ὁ λόγος, διαφοραὶ δὲ τὰ ἐν τῷ συλλογισμῷ λοιπά. θεωροῦνται δὲ αὗται ἐν τῇ ὕλῃ καὶ τῷ εἴδει, ὕλῃ μὲν ταῖς προτάσεσιν, εἴδει δὲ τῷ συμπεράσματι, ἐπειδὴ αἱ προτάσεις τοῦ συμπεράσματος ἕνεκεν παραλαμβάνονται, ὥσπερ ἡ ὕλη τοῦ εἴδους· τὸ μὲν γὰρ τεθέντων καὶ τὸ τινῶν ἐκ τῆς ὕλης τῶν συλλογισμῶν, τουτέστι τῶν προτάσεων, εἴληπται, τὸ δὲ ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνειν ἐκ τοῦ εἴδους, τουτέστι τοῦ συμπεράσματος. πρόσκειται οὖν τῷ ὁρισμῷ τὸ μὲν τεθέντων ἢ διὰ τοὺς λοιποὺς λόγους, εὐκτικούς φημι καὶ τοὺς λοιπούς, ἵνα εἴη τὸ τεθέντων ἀντὶ τοῦ ‘ὁμολογηθέντων’ (ὁ γὰρ εὐχόμενος οὔτε πρὸς ἑαυτὸν οὔτε πρὸς ἄλλον ὁμολογεῖ τι καὶ τίθεται, οὔτε μὴν ὁ προστάττων οὔτε ὁ ἐρωτῶν οὔτε ὁ καλῶν, ἀλλὰ μόνος ὁ συλλογιζόμενος), ἢ διὰ τοὺς ὑποθετικοὺς συλλογισμούς· τούτοις γὰρ ὑποτίθεσθαι μὲν λέγομεν τὰς προτάσεις, τίθεσθαι δὲ οὐδαμῶς. καὶ αὕτη μᾶλλον ἀληθὴς ἡ ἐξήγησις·1 ἡ γὰρ θέσις, ὡς ἐν τῷ Περὶ ἑρμηνείας ἐμάθομεν, καὶ κατὰ τῆς ὑποθέσεως λέγεται. ὥστε ἐνταῦθα τοὺς αὐτοτελεῖς ὁρίζεται συλλογισμούς. τὸ δὲ τινῶν διὰ τοὺς παρὰ τοῖς ῥήτορσι μονολημμάτους λεγομένους συλλογισμούς, οἵτινες τὴν ἐλάττονα τῶν προτάσεων λαβόντες τὴν δὲ μείζονα καταλιπόντες ἐπάγουσι τὸ συμπέρασμα· οἷον ὁ δεῖνα καλλωπιστής, οὐκοῦν καὶ μοιχός· καὶ πάλιν ὁ δεῖνα νύκτωρ πλανᾶται, οὐκοῦν καὶ λῃστής ἐστιν· ὁ δεῖνα ἀναπνεῖ, οὐκοῦν καὶ ζῇ. τούτοις δὲ κέχρηνται οἱ ῥήτορες τοῖς συλλογισμοῖς ἢ συντομίας χάριν, ἢ διὰ τὸ πρὸς ὕδωρ ῥέον ποιεῖσθαι τοὺς λόγους καὶ μὴ ἐξαρκεῖν τὸν χρόνον πρὸς τὰ λεγόμενα, ἢ διὰ τὸ δοκεῖν τιμᾶν τοὺς δικαστὰς καὶ διὰ τούτου εἰς εὔνοιαν αὐτοὺς προσκαλεῖσθαι ὡς εἰδότας τὰς διαλεκτικὰς μεθόδους καὶ δυναμένους τὴν μείζονα προστιθέναι πρότασιν, ἢ συμψήφους ἢ συγκατηγόρους βουλόμενοι αὐτοὺς ἔχειν τῷ ἐκ τῆς ἀκολουθίας αὐτοὺς προστιθέναι τὴν μείζονα τῶν προτάσεων.2 ὁ δεῖνα γάρ, φησί, καλλωπιστής, οὐκοῦν καὶ μοιχός· τούτων γὰρ ὁ δικαστὴς ἀκούσας καθ’ ἑαυτὸν τὴν λοιπὴν προστίθησιν, ὅτι εἰκότως· πᾶς γὰρ καλλωπιστὴς μοιχός.

而灵魂通过在所探究的事项之间引入一个共同词项来辨别此事,该中项要么与两个极端项皆具有共通性,要么与其中一方共通而与另一方相离,灵魂便通过中项将两端连接起来或分离开来。然而,如果诸事物全然相异,由于没有任何共同词项存在以表明极端项之间的共通性,灵魂便无法做到这一点;不过,既然差异是显而易见的,也就根本不需要证明它们彼此相异。但如果它们在各方面皆完全相同,既然共通性已经是公认的,同样也不需要证明。 另一方面,推论的灵魂部分乃是推论思考的部分,正如我们在导言中所说的那样。因为在我们之内的认识能力中,有些是有理性的,有些是无理性的:有理性的包括智性、推论思考与意见;无理性的则是表象与感觉。而推论并不属于智性的能力,因为这种能力高于推论,是整体地且无部分地认识的。它也绝不属于产生意见的能力;因为这种能力仅知其然,不知其所以然;由此推论就更不可能属于无理性的诸能力了。因此,如果推论思考的能力在知其然的同时亦知其原因,那么便只剩下断言推论属于推论思考能力这一结论了。 现在,我们应当在阐释亚里士多德的定义的过程中说明什么是三段论。他说:“三段论是”。亚里士多德理所当然地从属和构成性种差出发来定义三段论。因为事物要么是异属的,要么是异种的,在定义中,属被用来区分异属之物,而诸种差被用来区分异种之物。因此,三段论的属是“言说”,而种差则是三段论中的其余部分。这些种差在质料与形式中被观察到:质料体现在诸前提中,形式体现在结论中,因为正如质料是为了形式一样,诸前提也是为了结论而被采用的。因为“被设定”和“某些事物”取自三段论的质料,即诸前提;而“必然产生出有别于所设定之物的另一事物”则取自形式,即结论。因此,在定义中加上“被设定”,要么是由于其余那些言说方式,我指的是祈愿式以及其余方式,从而使“被设定”代指“被认可”(因为祈愿者无论对自己还是对他人都不认可或设定任何事物,发命令者、发问者或呼告者亦然,唯有推论者才如此);要么是由于假言三段论,因为对于这些推论,我们说是假定诸前提,而决不是设定诸前提。而后一种解释更为真实;因为正如我们在《解释篇》中学到的,“设定”也是相对“假定”而言的。因此,他在此处定义的是自足的三段论。至于加上“某些事物”[复数],则是由于在修辞学家那里被称为“单前提”的三段论,他们采用诸前提中的小前提而省略大前提,便推导出结论,例如:“某某人爱修饰,因此也是奸夫”;又如:“某某人夜间游荡,因此也是强盗”;“某某人正在呼吸,因此也是活着的”。修辞学家使用这些三段论,要么是为了简短,要么是因为按流水[水钟]计时发表言论而时间不足以阐明所言,要么是因为看似尊重法官,并借此博得好感,将他们视为通晓辩证法且能自行补充大前提的人,要么是因为希望通过让法官们根据推论后果自行补充诸前提中的大前提,从而使他们成为投赞成票者或共同控告者。因为他说“某某人爱修饰,因此也是奸夫”,法官听到这些后,便在自己心中补充剩余的前提,认为“理当如此,因为凡爱修饰者皆是奸夫”。

语法注2 条
  1. 1.18καὶ αὕτη μᾶλλον ἀληθὴς ἡ ἐξήγησις

    指示代词 αὕτη 指代紧接在前给出的第二种解释(即“被设定”是为了排除假言三段论)。随后的 γάρ 从句援引《解释篇》中 θέσις(设定)与 ὑπόθεσις(假定)的对比作为理由,从而表明作者更倾向于第二种解释,而非第一种(排除祈愿句等非陈述语句)。

  2. 1.18τῷ ἐκ τῆς ἀκολουθίας αὐτοὺς προστιθέναι τὴν μείζονα τῶν προτάσεων

    定冠词中性单数与格 τῷ 与不定式 προστιθέναι 及其宾格逻辑主语 αὐτούς(指法官们)构成句式,修饰前面的分词 βουλόμενοι(意图),表示原因或手段(“通过让他们自己补充……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:32.8-33.23