- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:327.8-328.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解《前分析篇》47b40,考察了在全部三个格中,由于在词项中用抽象的状态(健康、疾病)代替具体的分有者(健康者、患病者)而导致的表述性推论错误。
" Πολλάκις δὲ διαψεύδεσθαι συμπεσεῖται παρὰ τὸ μὴ καλῶς ἐκτίθεσθαι τοὺς κατὰ τὴν πρότασιν ὅρους." Ἐπ’ ἄλλο μεταβαίνει ἁμάρτημα· πολλάκις γὰρ καὶ συλλογιστικῶς ἔκκεινται οἱ ὅροι κατὰ τὴν θέσιν καὶ ἀληθεῖς εἰσιν αἱ προτάσεις καὶ μείζων πρότασις πρώτη ἢ δευτέρα παρείληπται, παρὰ δὲ τὴν λέξιν ἡ ἁμαρτία γίνεται. πολλάκις γάρ, φησί, τὰς ἕξεις ἀντὶ τῶν μετειληφότων παραλαμβάνομεν, καὶ ἐντεῦθεν ψεῦδος γίνεται. οἷον ὑγίεια νόσῳ οὐδεμιᾷ ὑπάρχει ἐξ ἀνάγκης, νόσος παντὶ ἀνθρώπῳ ἐνδεχομένως, καὶ συνάγεται κατὰ τὸν Ἀριστοτέλην ὑγίεια οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ὅπερ ἐστὶ ψεῦδος· ἐνδέχεται γὰρ παντὶ ὑπάρχειν, καὶ ἐνδεχομένως οὐχ ὑπάρχει. τοῦτο δὲ γέγονε παρὰ τὴν λέξιν· ἐπεί, φησίν, ἐὰν ἀντὶ τῶν ἕξεων τὰ μετέχοντα τῶν ἕξεων λάβωμεν, ψευδὴς ἡ μείζων γίνεται πρότασις, 〈οἷον〉 ἐὰν οὕτως εἴπω· τὸ ὑγιαῖνον οὐδενὶ νοσοῦντι ἐνδέχεται ὑπάρχειν, τουτέστιν ἐξ ἀνάγκης οὐχ ὑπάρχει (τοῦτο δέ ἐστι ψεῦδος), τὸ νοσοῦν παντὶ ἀνθρώπῳ ὑπάρχει· ὥστε ψευδοῦς οὔσης τῆς μείζονος ψευδὲς εἰκότως καὶ τὸ συμπέρασμα· συνάγεται γὰρ τὸ ὑγιαῖνον οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. τὸ αὐτό, φησί, καὶ ἐπὶ τοῦ δευτέρου σχήματος. λέγω γὰρ οὕτως· ὑγίεια οὐδεμιᾷ νόσῳ ἐξ ἀνάγκης, παντὶ δὲ ἀνθρώπῳ ἐνδεχομένως, καὶ συνάγεται νόσος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ὅπερ ἐστὶ ψεῦδος· ἐνδέχεται γὰρ ὑπάρχειν παντί. πάλιν δὲ εἰ ἀντὶ τῶν ἕξεων μεταλάβοις τὰ μετειληφότα, ψευδοῦς οὔσης τῆς ἀποφατικῆς ψευδὲς εἰκότως καὶ τὸ συμπέρασμα· τὸ γὰρ ὑγιαῖνον οὐκ ἀληθὲς εἰπεῖν [ἢ] οὐδενὶ νοσοῦντι ἐξ ἀνάγκης· ἐνδέχεται 〈γὰρ〉 ὑπάρχειν [ἢ] παντί. ὥστε τὸ ψευδὲς συμπέρασμα διὰ ταύτης συνέβη. ἡ δὲ ἀπάτη γίνεται τοῦ εἶναι συλλογισμὸν διὰ τὸ τὰς ἕξεις ἐν τοῖς ὅροις θεῖναι ἀντὶ τῶν μετειληφότων. ἐν μὲν οὖν τῷ πρώτῳ καὶ τῷ δευτέρῳ σχήματι τῶν ἕξεων ἐν τοῖς ὅροις κειμένων κατὰ Ἀριστοτέλην συνήγετο τὸ ψεῦδος· αὐτῷ γὰρ δοκεῖ τῇ μείζονι ἀναγκαίᾳ οὔσῃ ἕπεσθαι τὸ συμπέρασμα, τῶν περὶ Θεόφραστον οὐχ οὕτως οἰομένων ἀλλὰ τῇ ἐνδεχομένῃ,1 ὡς εἴρηται. ἐν μέντοι τῷ τρίτῳ σχήματι κατὰ τὰ πᾶσι δοκοῦντα παρὰ τὴν εἰρημένην αἰτίαν τὸ ψεῦδος συνάγεται, λέγω δὴ τὸ τὰς ἕξεις εἶναι ἐν τοῖς ὅροις. πᾶσι γὰρ δοκεῖ καὶ ἔστιν ἀναγκαῖον τῶν δύο προτάσεων ἐνδεχομένων οὐσῶν ἐνδεχόμενον εἶναι καὶ τὸ συμπέρασμα καὶ ἀναγκαίων ἀναγκαῖον καὶ ὑπαρχουσῶν ὑπάρχον εἶναι καὶ τὸ συμπέρασμα· ἀνάγκη γὰρ πάντῃ τε καὶ πάντως μιᾷ τῶν προτάσεων ἀκολουθεῖν· οὐ γὰρ ἔξωθεν δεῖ αὐτὸ εἶναι καὶ ἕτερον παντελῶς τῶν προτάσεων μηδεμίαν πρὸς αὐτὰς κοινωνίαν ἔχον. τούτου οὖν ὄντος ἀληθοῦς ὅρα, πῶς ἐν τῷ τρίτῳ σχήματι τῶν μὲν ἕξεων ἐν τοῖς ὅροις κειμένων καὶ ἀμφοτέρων τῶν προτάσεων ἐνδεχομένων οὐσῶν συμπέρασμα οὐκ ἐνδεχόμενον ἀλλ’ ἀναγκαῖον συνάγεται, εἰ μέντοι ἀντὶ τῶν ἕξεων μεταληφθῇ τὰ μετέχοντα, καὶ τὸ συμπέρασμα γίνεται ἐνδεχόμενον, ὡς δῆλον εἶναι τῆς ἀπάτης τὸ αἴτιον ὅτι παρὰ τὴν λέξιν γέγονε, λέγω δὴ τὸ τὰς ἕξεις ἀντὶ τῶν μετεχόντων ἐν τοῖς ὅροις κεῖσθαι. λέγω γὰρ οὕτως· ὑγίειαν παντὶ ἀνθρώπῳ ἐνδέχεται μὴ ὑπάρχειν, νόσον παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν, καὶ ὅσον ἐπὶ ταῖς προτάσεσι συνάγεται ὅτι ὑγίειαν οὐδεμιᾷ νόσῳ ἐνδέχεται ὑπάρχειν. τοῦτο δέ ἐστι ψεῦδος· ἐξ ἀνάγκης γὰρ οὐχ ὑπάρχει. τὰ μὲν οὖν ἐν τούτοις λεγόμενα ταῦτά ἐστιν. Ἀπορήσειε δ’ ἄν τις μήποτε καὶ τῶν κατὰ τὰς ἕξεις μετειλημμένων καὶ οὕτω γίνεται τις ἀπάτη·2 ὅταν γὰρ εἴπω ‘τὸ ὑγιαῖνον οὐδενὶ νοσοῦντι ὑπάρχει ἐνδεχομένως’, πῶς λαμβάνω τὸ νοσοῦν; εἰ γὰρ τὸ συγκείμενον ἐκ τοῦ νοσοῦντος καὶ τῆς νόσου, οὐκ ἀληθὴς ὁ λόγος· οὐδέποτε γὰρ τῷ νοσοῦντι ὡς νοσοῦντι ὑπάρξει τὸ ὑγιαῖνον· ἀσυνύπαρκτα γὰρ τὰ ἐναντία.
“而常常由于命题中的各词项未能很好地陈列,就会发生判断失误。” 他转向了另一种错误;因为常常即使各词项就其位置而言已按推论形式陈列,诸前提为真,并且在大前提已作为第一或第二〔前提〕被引入的情况下,错误仍因字面表达而发生。因为他说,我们常常用状态本身代替分有了状态的事物,并由此产生出假。例如,健康必然不属于任何疾病,疾病偶然属于所有人,而按照亚里士多德的观点,得出的结论是健康必然不属于任何人,而这是假的;因为健康有可能属于所有人,并且它是偶然地不属于。而这是由于字面表达而产生的;因为他说,如果我们用分有了状态的事物来代替状态本身,大前提就会变假——例如,如果我这样说:健康者不可能属于任何患病者,也就是说必然不属于任何患病者(而这是假的),患病者属于所有人;从而由于大前提为假,合乎情理地结论也为假;因为推导出来的结论是健康者必然不属于任何人。他说,在第二格中也是同样的情形。因为我这样说:健康必然不属于任何疾病,但偶然属于所有人,推导出的结论是疾病必然不属于任何人,而这是假的;因为疾病可能属于所有人。但同样地,如果用分有了状态的事物来替换状态本身,由于否定前提为假,合乎情理地结论也为假;因为说健康者必然不属于任何患病者并不是真的;因为健康者可能属于所有〔患病者〕。因此,假的结论正是通过这一前提产生的。而之所以产生存在推论的欺骗,是由于在词项中置入了状态本身而不是分有了状态的事物。因此在第一格和第二格中,当词项中包含状态本身时,按照亚里士多德的观点便推导出了假;因为在他看来,当大前提为必然命题时结论便随从大前提,而泰奥弗拉斯托斯一派则不这么认为,而是如前所述认为结论随从偶然命题。然而在第三格中,按照所有人都同意的看法,假结论也是由于上述原因推导出来的,我指的是状态本身存在于词项之中。因为所有人都认为并且必然的是,当两个前提均为偶然命题时结论也是偶然命题,当它们为必然命题时结论也是必然命题,当它们为实然命题时结论也是实然命题;因为无论如何且无论怎样,结论都必然随从前提之一;因为它不应当来自外部,也不应是完全与诸前提相异而与其毫无相通之处的东西。因此,既然这是真的,请看在第三格中,当词项中包含状态本身且两个前提均为偶然命题时,推导出的结论不是偶然命题而是必然命题;然而如果用分有者来替换状态本身,结论也就会成为偶然命题,从而显明欺骗的原因在于字面表达,我的意思是,在词项中置入了状态本身而不是分有者。因为我这样说:健康偶然地可能不属于所有人,疾病偶然地可能属于所有人,就诸前提而言,推导出来的结论是健康偶然地可能不属于任何疾病。但这却是假的;因为健康是必然地不属于疾病。因此,在这些段落中所说的就是这些。但有人或许会提出疑问:难道即使替换了按照状态而言的事物,以这种方式也同样会产生某种欺骗吗?因为当我讲“健康者偶然地不属于任何患病者”时,我是如何理解“患病者”的呢?因为如果指的是由患病者与疾病所构成的复合体,那么这句话就不是真的;因为对于作为患病者的患病者而言,健康者绝不会属于他;因为相反者是不可共存的。
- 4.17τῶν περὶ Θεόφραστον οὐχ οὕτως οἰομένων ἀλλὰ τῇ ἐνδεχομένῃ
此为独立属格(绝对属格)结构。承接前文“αὐτῷ γὰρ δοκεῖ τῇ μείζονι ἀναγκαίᾳ οὔσῃ ἕπεσθαι τὸ συμπέρασμα”,在ἀλλὰ之后的与格“τῇ ἐνδεχομένῃ”之后,意念上省减并需补充动词短语“ἕπεσθαι τὸ συμπέρασμα”。这反映了泰奥弗拉斯托斯学派与亚里士多德的不同主张,即结论随从较弱的偶然前提而非必然大前提。
- 4.17Ἀπορήσειε δ’ ἄν τις μήποτε καὶ τῶν κατὰ τὰς ἕξεις μετειλημμένων καὶ οὕτω γίνεται τις ἀπάτη
在由μήποτε(是否/难道)引导的间接审议疑问从句中,属格“τῶν κατὰ τὰς ἕξεις μετειλημμένων”是以“τῶν κατὰ τὰς ἕξεις”为逻辑主语、以μεταλαμβάνω(替换、改取)的完成时被动分词“μετειλημμένων”为分词的独立属格结构。主句中使用了带ἄν的希求法动词“Ἀπορήσειε”,而从句中则使用直陈式现在时“γίνεται”,将这一疑难作为真实的困境提出。
