- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:326.13-327.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯针对47b29,借由米卡鲁斯明天丧失音乐能力却不消亡的实例,分析了将无定前提误作全称前提而导致的谬误,并针对47b38解释了这种欺骗是因忽视前提中的细微差异而产生的。
" Πάλιν ἔστω τὸ μὲν ἐφ’ ᾧ Γ Μίκκαλος, τὸ δ’ ἐφ’ ᾧ Β μουσικὸς Μίκκαλος, ἐφ’ ᾧ δὲ τὸ Α τὸ φθείρεσθαι αὔριον." Ἄλλο ὑπόδειγμα τοῦ αὐτοῦ τίθησιν. ἐν ὑποθέσει δὲ ὁ λόγος· ὑπόκειται γὰρ ὁ μὲν Μίκκαλος μουσικὸς ὢν αὔριον μὲν ἀποβάλλειν τὴν μουσικὴν μὴ φθείρεσθαι δὲ αὐτός. τούτων ὑποκειμένων γίνεται συλλογισμὸς τοιοῦτος· ὁ Μίκκαλος μουσικός ἐστι Μίκκαλος, ὁ μουσικὸς Μίκκαλος φθείρεται αὔριον, καὶ δόξει συνάγεσθαι ‘ὁ ἄρα Μίκκαλος φθείρεται αὔριον’, ὅπερ ἐστὶ ψεῦδος· ὑπόκειται γὰρ μὴ φθείρεσθαι. τὸ αὐτὸ οὖν πάλιν αἴτιον 〈τοῦ〉 καίτοι τῶν προτάσεων ἀληθῶν οὐσῶν ψευδὲς συναχθῆναι συμπέρασμα, τὸ τὴν καθόλου μήτε ληφθῆναι μήτε ἀληθεύειν,1 λέγω δὴ τὴν λέγουσαν ‘πᾶς μουσικὸς Μίκκαλος φθείρεται αὔριον’. ψεῦδος γὰρ τοῦτο ὑποκειμένου τοῦ μὴ φθείρεσθαι τὸν Μίκκαλον αὔριον· τὸ γὰρ ‘〈ὁ〉 μουσικὸς Μίκκαλος φθείρεται αὔριον’ ἐπ’ αὐτὸ τὸ εἶδος τοῦ μουσικοῦ Μικκάλου φερόμενον ὡς μουσικοῦ ἀληθεύει· τὸ δὲ ‘πᾶς μουσικὸς Μίκκαλος’ πάντα φησὶ τὸν καθ’ ἕκαστα ᾧ συμβέβηκε μουσικῷ εἶναι. ψεῦδος οὖν τὸ τοῦτον φθείρεσθαι αὔριον. ὅμοιον γάρ ἐστι τῷ ‘ἡ ἔβενος μέλαινα, τὸ μέλαν χρῶμά ἐστιν, ἡ ἔβενος ἄρα χρῶμά ἐστι’· ψευδὴς γὰρ ἡ καθόλου ‘πᾶν μέλαν χρῶμά ἐστιν’· οὐδὲ γὰρ ἀληθὲς τὸ πάντα οἷς συμβέβηκε μέλασιν εἶναι, ταῦτα χρώματα εἶναι.
“再次,设标为Γ的项是米卡鲁斯,标为Β的项是通晓音乐的米卡鲁斯,而标为Α的项是明天消亡。” 他为同一件事提出了另一个实例。这个论证是建立在假设之上的;因为假设米卡鲁斯虽通晓音乐,明天却会丧失音乐能力,但他自己并不消亡。在设定了这些假定之后,产生出如下的推论:“米卡鲁斯是通晓音乐的米卡鲁斯,通晓音乐的米卡鲁斯明天消亡”,而且似乎会得出结论“因此米卡鲁斯明天消亡”,而这是假的;因为假设了他不消亡。因此,尽管诸前提为真却推导出了假结论,其原因再次是相同的:即全称前提既未被采用,也并非为真——我指的正是在说“凡通晓音乐的米卡鲁斯明天都消亡”的那条前提。因为在假设了米卡鲁斯明天不消亡的情况下,这是假的;因为“通晓音乐的米卡鲁斯明天消亡”这一命题,若针对作为通晓音乐者的通晓音乐的米卡鲁斯的形式本身而言是真,但“凡通晓音乐的米卡鲁斯”说的却是具有通晓音乐这一偶性的所有个别事物。因此这个人明天消亡是假的。因为这类似于“乌木是黑的,黑是颜色,因此乌木是颜色”;因为全称前提“凡黑的东西都是颜色”是假的;因为具有黑色这一偶性的所有事物都是颜色,这绝不是真的。
"Αὕτη μὲν οὖν ἡ ἀπάτη γίνεται ἐν τῷ παρὰ μικρόν.2" Ἡ ἐν τοῖς εἰρημένοις λόγοις ἀπάτη, δι’ ἧς οἰόμεθα συλλογισμὸν εἶναι μὴ ὄντα, γέγονε διὰ τὸ δοκεῖν, εἰ ὀλίγον τι παροραθῇ, μηδὲν τοῦτο παραβλάψειν· δόξει γὰρ μηδὲν διαφέρειν ἀπροσδιορίστῳ προτάσει ἀντὶ καθολικῆς χρήσασθαι, λέγω δὴ ἀντὶ τοῦ εἰπεῖν ‘πᾶς ἄνθρωπος ζῷον’ ὅτι ὁ ἄνθρωπος ζῷον. τοῦτο δὲ οὐκ ἔστι τὸ τυχὸν οὐδὲ μικρόν τι τὸ παρεωραμένον· πολλὴ γὰρ ἡ διαφορὰ τούτων, ὡς ἐδείξαμεν.
“因此,这种欺骗发生在由于细微差别的场合中。” 在上述论证中,使我们在不是推论的情况下以为是推论的欺骗,是由于让人觉得如果稍有疏忽,这也不会造成任何损害而产生的;因为人们会觉得用无定命题代替全称命题毫无区别——我的意思是说,用“人是动物”来代替“凡人皆是动物”。但这绝非无足轻重之事,所疏忽的也绝非细小之物;因为正如我们所指出的,这两者之间的差别是巨大的。
- 4.15τὸ αὐτὸ οὖν πάλιν αἴτιον 〈τοῦ〉 καίτοι τῶν προτάσεων ἀληθῶν οὐσῶν ψευδὲς συναχθῆναι συμπέρασμα, τὸ τὴν καθόλου μήτε ληφθῆναι μήτε ἀληθεύειν
句首的 αἴτιον 是表语名词,带有由补充的属格冠词 〈τοῦ〉 引导的带宾格的不定式短语(ψευδὲς συναχθῆναι συμπέρασμα)作为修饰。而该原因的具体内容,则由后置的定冠词不定式短语 τὸ τὴν καθόλου μήτε ληφθῆναι μήτε ἀληθεύειν(全称前提既未被采用亦非为真)作为主语/同位成分加以说明。
- 4.16ἐν τῷ παρὰ μικρόν
由介词短语 παρὰ μικρόν(以微小之差、因微小的疏忽)与中性定冠词 τῷ 结合而成的成语性名词化表达。斐洛波诺斯在紧接着的注解中将其释义为 διὰ τὸ δοκεῖν, εἰ ὀλίγον τι παροραθῇ, μηδὲν τοῦτο παραβλάψειν(由于让人觉得若稍有疏忽也不会造成任何损害),指因轻视前提表述上的细微差异而产生的欺骗。
