- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:324.18-326.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了亚里士多德关于导致推论受欺骗的原因除必然性外还有“诸项位置的相似性”的论点;他借助“可思想的阿里斯托墨涅斯”的反例,阐述了指示形式的定冠词与指示个体的全称量词之间的差别,并说明为何缺乏真实全称前提会导致谬误推论。
" Πολλάκις μὲν οὖν ἀπατᾶσθαι συμβαίνει περὶ τοὺς συλλογισμοὺς διὰ τὸ ἀναγκαῖον, ὥσπερ εἴρηται πρότερον, ἐνίοτε δὲ παρὰ τὴν ὁμοιότητα τῆς τῶν ὅρων θέσεως.1" Εἰπὼν πῶς δεῖ τοὺς συλλογισμοὺς ἀναγαγεῖν εἰς τὰ σχήματα, ὅτι πρότερον εἰς τὰς προτάσεις ἐπιβλέποντα, εἶτα εἰς τοὺς ὅρους καὶ ἐκ τῆς τοῦ μέσου σχέσεως τὸ σχῆμα εὑρίσκοντα, οὐ μόνον δὲ ἀλλὰ καὶ ἐκ τοῦ προβλήματος ἐνίοτε (εἰ γὰρ ᾖ καθόλου καταφατικόν, καὶ πρὸ τῆς εὑρέσεως τοῦ μέσου πρόδηλον ὡς ἐπὶ τὸ πρῶτον ἀνάγεται σχῆμα, καὶ ἐπὶ τῶν λοιπῶν ὡς εἴπομεν), νῦν διδάξαι ἡμᾶς βούλεται καὶ εἰς ποῖα ἄλλα ἀποβλέπειν 〈δεῖ〉 μέλλοντας ἀναλύειν τοὺς συλλογισμούς. πολλὰ γάρ ἐστι δι’ ὧν συμβαίνει ἀπατᾶσθαι ἡμᾶς καὶ νομίζειν συλλογίζεσθαι ἀληθοῦς ὄντος τοῦ συναχθέντος, οὐ μὴν κατὰ συλλογισμὸν συναχθέντος. λέγει οὖν τοὺς τρόπους τῆς ἀπάτης, ἵνα, ὅταν ἐν λόγῳ τινὶ εὕρωμέν τινα τούτων τῶν τρόπων, ἐπιστήσαντες ὡς οὐ συλλογιστικὸς ὁ λόγος μὴ ἐπιχειρῶμεν ἀνάγειν αὐτὸν ἐπὶ τὰ σχήματα ἀλλ’ ἐλέγχωμεν ὡς ἀσυλλόγιστον. ὅτι μὲν οὖν συμβαίνει ἀπατᾶσθαι καὶ δοκεῖν συλλογισμὸν εἶναι μὴ ὄντα παρὰ τὸ ἀναγκαῖον, ἔφθημεν εἰπόντες καὶ τὴν αἰτίαν προσθέντες, διὰ τὸ ἐπὶ πλέον εἶναι τὸ ἀναγκαῖον ἢ τὸν συλλογισμόν. νῦν δὲ καὶ ἄλλο τι διδάσκει, ὅτι γίνεται ἀπάτη παρὰ τὴν ὁμοιότητα τῆς τῶν ὅρων θέσεως· πολλάκις γὰρ τῶν ὅρων συλλογιστικῶς κειμένων ἀρκεῖν οἰόμεθα τοῦτο εἰς συλλογισμοῦ γένεσιν. πρότερον γὰρ ἐπὶ τοῦ ἀναγκαίου καὶ τῶν ὅρων μὴ συλλογιστικῶς κειμένων ἐδόκει συλλογισμὸς γίνεσθαι διὰ τὸ ἀναγκαῖον, ὡς ἐφ’ ὧν παρέθετο ὑποδειγμάτων. πολλάκις δὲ οἱ ὅροι συλλογιστικῶς κεῖνται, παραλέλειπται δέ τι τῶν παραπεφυλαγμένων εἰς τὴν τῶν συλλογισμῶν γένεσιν· εἶτα ἀληθοῦς ὄντος τοῦ συμπεράσματος, εἰ οὕτω τύχοι, οἰόμεθα καὶ συλλογιστικῶς αὐτὸ συνῆχθαι διὰ τὸ ὡς εἶπον συλλογιστικῶς κεῖσθαι τοὺς ὅρους. οἷον οἰόμεθα, εἰ τὸ Α ἕπεται τῷ Β, καὶ τὸ Β τῷ Γ, ἤδη καὶ τὸ Α τῷ Γ ἕπεσθαι διὰ τὴν τῶν ὅρων θέσιν. τὸ δὲ οὐχ οὕτως ἔχει· ἐπὶ πλείστων γὰρ ἐλέγχεται ψευδὴς ὁ λόγος. λέγω δὲ οὕτως, φησίν· ὁ Ἀριστομένης διανοητός ἐστιν· Ἀριστομένης· ἔστι γὰρ τοῦ Ἀριστομένους διάνοια· ὁ διανοητὸς Ἀριστομένης ἀεί ἐστιν· ἀεὶ γάρ ἐστιν ἡ τοῦ Ἀριστομένους διάνοια, εἰ καὶ ἄλλοτε ἐν ἄλλῳ· καὶ συνάγεται ψεῦδος ‘ὁ ἄρα Ἀριστομένης ἀεί ἐστι’· καίτοι οἱ ὅροι συλλογιστικῶς κεῖνται καὶ αἱ προτάσεις ἀληθεῖς εἰσιν. ἡ μὲν οὖν δόκησις τοῦ εἶναι συλλογισμὸν παρὰ τὴν θέσιν τῶν ὅρων. ἀλλ’ οὐκ ἤρκει τοῦτο μόνον, ἀλλὰ καὶ τὸ δεῖν πάντως καθολικὴν εἶναι πρότασιν·2 ἐνταῦθα δὲ ἄμφω μερικαί εἰσιν· ἀπροσδιόριστοι γάρ. ἐπεὶ οὖν ψευδὴς ἡ καθόλου πρότασις, διὰ τοῦτο ψευδὲς καὶ τὸ συμπέρασμα. ἐὰν γὰρ οὕτως εἴπω ‘ὁ Ἀριστομένης διανοητός ἐστιν Ἀριστομένης, πᾶς διανοητὸς Ἀριστομένης ἀεί ἐστι’, ψευδῆ ἔλαβον τὴν καθόλου πρότασιν καίτοι τῆς λεγούσης ‘ὁ διανοητὸς Ἀριστομένης ἀεί ἐστιν’ ἀληθοῦς οὔσης· οὐ γὰρ ταὐτὸν δύναται ἐν ταῖς προτάσεσι τό τε ἄρθρον καὶ ὁ καθόλου προσδιορισμός.3 ὅταν μὲν γὰρ εἴπω ‘Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ζῷον’, τὸ ‘ὁ ἄνθρωπος’ τὸ ἑνοειδὲς τοῦ ἀνθρώπου εἶδος σημαίνει, καθ’ ὃ πάντες οἱ κατὰ μέρος ἄνθρωποι λέγονται· ὅταν δὲ εἴπω ‘πᾶς ἄνθρωπος ζῷον’, οὐκέτι τὸ εἶδος λαμβάνω τὸ ἑνοειδὲς ἀλλὰ τοὺς καθ’ ἕκαστα πάντας οἷς ὑπάρχει τὸ εἶδος. καὶ ὅτι τοῦτο ἀληθές ἐστι, δῆλον ἐξ ὧν δυνατὸν εἰπεῖν ‘ὁ ἄνθρωπος εἶδός ἐστιν’, οὐ μέντοι ‘πᾶς ἄνθρωπος’. ἔνθεν καὶ οἱ παραλογισμοὶ ἐκεῖνοι· ὁ κύκνος λευκός, τὸ λευκὸν χρῶμα, ὁ κύκνος ἄρα χρῶμα. οὐκέτι γὰρ ἀληθὲς εἰπεῖν πᾶν λευκὸν χρῶμα· τὸ γὰρ ‘πᾶν’ τὰ καθ’ ἕκαστα σημαίνει τὰ τοῦ λευκοῦ μετέχοντα· οὐκ ἔστι δὲ ἀληθὲς εἰπεῖν περὶ τούτων ὅτι χρῶμά εἰσιν. ὅταν δὲ τὸ λευκὸν εἴπω, ἐπειδὴ τὸ εἶδος τοῦ λευκοῦ λαμβάνω, ἀληθὲς εἰπεῖν ὅτι χρῶμά ἐστιν. ὥστε ἐπειδὴ ἡ καθόλου πρότασις ψευδής, καὶ τὸ συμπέρασμα ψευδές. ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτως καὶ ἐπὶ τοῦ προκειμένου· ὅταν μὲν γὰρ εἴπω ‘ὁ διανοητὸς Ἀριστομένης’, αὐτὸ τὸ διανοητὸν εἶδος τοῦ Ἀριστομένους δηλῶ· ἐὰν δὲ εἴπω ‘πᾶς διανοητὸς Ἀριστομένης’, οὐδὲν ἕτερον λέγω ἢ ‘πάντες οἱ καθ’ ἕκαστα Ἀριστομένεις οἷς συμβέβηκε τὸ διανοητοῖς εἶναι’. διὸ οὐκ ἀληθὲς ἐπὶ τούτων εἰπεῖν ὅτι ἀεί εἰσιν· ἔνθεν οὖν καὶ ψευδὲς τὸ συμπέρασμα. ὥστε ὁσάκις ἂν οὕτω κειμένους εὕρωμεν λόγους, οὐδὲ ἀναγαγεῖν πειρασόμεθα, ἀλλ’ ἐλέγξομεν αὐτῶν τὸ ἀσυλλόγιστον ὡς μὴ ἐχόντων καθολικὴν πρότασιν, ἧς ἄνευ συλλογισμὸς οὐκ ἐγίνετο. τὰ δὲ τῆς λέξεως δῆλα.
“因此,正如前文所述,关于推论往往会由于必然之物而发生受欺骗的情况,但有时也会由于诸项位置的相似性而[发生受欺骗]。” 在阐明了应当如何将推论还原到诸格——即首先着眼于诸前提,然后着眼于诸项并依据中项的关系找出格,而且不仅如此,有时还要依据问题来找出格(因为如果是全称肯定,甚至在找出中项之前,它被还原到第一格就是显而易见的,其余情况正如我们所说)——之后,现在他想要教导我们,当打算分析推论时还应当着眼于哪些其他事物。因为有许多原因会使我们受欺骗,并在推导出的结论虽为真却并非依照推论被推导出的情况下,以为自己作了推论。因此他指出了受欺骗的诸种方式,以便当我们在某个论证中发现这些方式中的某一种时,觉察到该论证不是推论性的,从而不去试图将其还原到诸格中,而是作为非推论性的论证加以驳斥。因此,由于必然之物而发生受欺骗、并把不是推论的东西看作是推论,这种情况我们已先行论述过,并且补充了原因,即必然之物在外延上大于推论。而现在他又教导了另一件事:欺骗由于诸项位置的相似性而产生;因为往往当诸项以推论的方式设定时,我们便以为这对于产生推论而言已经足够了。因为先前在必然之物的情形中,即使诸项没有以推论的方式设定,由于必然之物,也似乎产生了推论,正如在他所引证的实例中那样。然而往往诸项虽然以推论的方式设定,但产生推论所必须遵循的某些规则却被遗漏了;随后,如果结论碰巧是真的,由于诸项如我所说以推论的方式设定,我们便以为它也是以推论方式被推导出来的。例如,由于诸项的位置,我们以为如果Α随Β而来,且Β随Γ而来,那么Α立刻也随Γ而来。但情况并非如此;因为在极多数情况下,这个论证都被证实为假。“我的意思是这样,”他说,“阿里斯托墨涅斯是可思想的[可思想的阿里斯托墨涅斯];因为存在对阿里斯托墨涅斯的思想;可思想的阿里斯托墨涅斯永远存在;因为即使不同的时候在不同的人之中,对阿里斯托墨涅斯的思想也永远存在;于是得出了假结论:‘因此阿里斯托墨涅斯永远存在’”。尽管诸项是以推论的方式设定的,诸前提也是真的。因此,自以为是推论的这种假象是由于诸项的位置。但仅仅这个是不够的,而是还必须完全有一条全称前提;而在这里两者都是特称的;因为它们是无定命题。既然全称前提是假的,因此结论也是假的。因为如果我这样说:“阿里斯托墨涅斯是可思想的阿里斯托墨涅斯,凡可思想的阿里斯托墨涅斯都永远存在”,那么尽管那条表述“可思想的阿里斯托墨涅斯永远存在”是真命题,我却采用了一条假的全称前提;因为在诸前提中,定冠词与全称规定辞并不具有相同的效力。因为当我说道“苏格拉底是人,人是动物”时,“人”[带有定冠词的人]意指人的单一形式,所有个别的人都是依照这个形式被述说的;但当我说道“凡人皆是动物”时,我所取的不再是单一的形式,而是该形式所属的所有个别事物。而这一点是真的,从我们可以说“人是一个种”,却不能说“凡人[是一个种]”就可以清楚看出。由此也产生出那些谬误推理:“天鹅是白的,白是颜色,因此天鹅是颜色”。因为再说“凡白的东西都是颜色”便不再为真;因为“凡”意指分有白色的个别事物,但对这些事物说“是颜色”并不是真的。而当我说“白”时,由于我所取的是白的形式,说它是颜色便是真的。因此,既然全称前提是假的,结论也是假的。正如在这些情形中那样,在当前的问题中也是如此;因为当我说道“可思想的阿里斯托墨涅斯”时,我表明的是阿里斯托墨涅斯的可思想的形式本身;但如果我说“凡可思想的阿里斯托墨涅斯”,我所指的无非是“具有可思想性这一偶性的一切个别的阿里斯托墨涅斯”。因此对这些事物说“永远存在”并不是真的;于是由此结论也是假的。所以,每当我们发现以这种方式设定的论证时,我们甚至不会试图去还原它们,而是将驳斥它们的非推论性,因为它们不具有全称前提,而没有全称前提推论便不能产生。至于字句上的含义则是清楚的。
- 4.14παρὰ τὴν ὁμοιότητα τῆς τῶν ὅρων θέσεως
介词 παρά 接宾格在此表示原因(“由于……”、“因……”),与前面的 διὰ τὸ ἀναγκαῖον(“由于必然之物”)形成平行结构。后文出现的 παρὰ τὸ ἀναγκαῖον 以及 παρὰ τὴν θέσιν τῶν ὅρων 亦均属此类表示原因的用法。
- 4.14ἀλλ’ οὐκ ἤρκει τοῦτο μόνον, ἀλλὰ καὶ τὸ δεῖν πάντως καθολικὴν εἶναι πρότασιν
带冠词不定词短语 τὸ δεῖν πάντως καθολικὴν εἶναι πρότασιν(“必须完全有一条全称前提这一要求”)与前面的指示代词 τοῦτο μόνον 并列,共同充当未完成式动词 ἤρκει(“是足够的”)的主语。在不定词短语内部,非人称动词 δεῖν 又支配着宾格不定词结构 καθολικὴν εἶναι πρότασιν。
- 4.14οὐ γὰρ ταὐτὸν δύναται ἐν ταῖς προτάσεσι τό τε ἄρθρον καὶ ὁ καθόλου προσδιορισμός
动词 δύναται 在此处并非指一般的“能力”,而是作为逻辑学与语法学术语,表示“具有……的效力/含义”(同英语 have the force of),与内宾格 ταὐτόν 搭配表示“具有相同的效力”。主语为并列的 τό τε ἄρθρον(定冠词)与 ὁ καθόλου προσδιορισμός(全称规定辞/量词)。
