- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:322.19-324.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安·斐洛庞诺斯针对《前分析篇》第1卷第32章(47a25–47b9)进行注解,辨析了结论之必然随因而出与推论形式成立之间的区别,并论述了根据问题类型及中项位置将论证还原至适宜推论格的方法。
" Ἐξ ὧν δέ ἐστιν ἡ οὐσία ἀναιρουμένων1 καὶ τὸ ἐκ τούτων φθείρεσθαι." Ἀντὶ τοῦ εἰπεῖν ‘τῶν μερῶν δὲ ἀναιρουμένων’, ὡς ἡμεῖς εἴπομεν, εἶπεν ἐξ ὧν δέ ἐστιν ἡ οὐσία ἀναιρουμένων· ἐκ γὰρ τῶν μερῶν τὸ ὅλον· ἡ δὲ ὁλότης ἑκάστου οὐσία ἐστὶν ἑκάστου. πάλιν ἀντὶ τοῦ εἰπεῖν ‘ἀναιρεῖται τὸ ὅλον’ εἶπε τὸ ἐκ τούτων· ἐκ γὰρ τῶν μερῶν τὸ ὅλον, ὡς εἴπομεν.
“而组成实体的那些东西若被取消,由这些构成的东西也被毁灭。” 他并没有像我们那样说“诸部分若被取消”,而是说了“组成实体的那些东西若被取消”;因为整体是由诸部分构成的,而各事物的整体性就是各事物的实体。他又没有说“整体被取消”,而是说了“由这些构成的东西”;因为正如我们所说,整体是由诸部分构成的。
"Τούτων γὰρ τεθέντων ἀναγκαῖον μὲν τὸ οὐσίας μέρος εἶναι οὐσίαν." Τὸ συμπέρασμα, ὅπερ ἡμεῖς ἐλέγομεν ‘τὰ ἄρα μέρη τῆς οὐσίας οὐκ εἰσὶν οὐκ οὐσίαι’, αὐτός φησιν ἀνάγκη ἄρα τὸ μέρος τῆς οὐσίας οὐσίαν εἶναι· τὸ γὰρ μὴ ὂν οὐκ οὐσία οὐσία δήπου ἐστίν· ἐπὶ παντὸς γὰρ ἡ κατάφασις ἢ ἡ ἀπόφασις.
“因为在设定了这些之后,实体的部分是实体便是必然的。” 我们原本所说的结论“因此实体的诸部分不是非实体”,他自己表述为“因此实体的部分是实体是必然的”;因为不是非实体的东西显然就是实体;因为对任何事物而言,非此即彼,要么是肯定要么是否定。
"Πάλιν εἰ ἀνθρώπου ὄντος ἀνάγκη ζῷον εἶναι." Καὶ ἕτερον ὑπόδειγμα τίθησι δι’ οὗ δείκνυσιν ὅτι οὐ πάντως, εἰ “τεθέντων τινῶν” ἕπεταί τι ἐξ ἀνάγκης, ἤδη τοῦτο συλλογισμός· δέδεικται γὰρ ἐν τοῖς περὶ τῶν τριῶν σχημάτων ὅτι ἀδύνατον ἐκ δύο μερικῶν συλλογισμὸν γενέσθαι· δέδεικται δὲ ὅτι αἱ ἀπροσδιόριστοι ἰσοδυναμοῦσι ταῖς μερικαῖς. ἐν οὖν ταῖς ἐκκειμέναις προτάσεσιν ἀπροσδιορίστοις οὔσαις τὸ ἀναγκαῖον οὐ συλλογιστικῶς συνῆκται ἀλλὰ διὰ τὴν ὕλην αὐτήν· ἀληθὴς γάρ ἐστιν ἡ καθόλου πρότασις ἐκείνη ἡ λέγουσα ‘ἐάν τινι ἕπηταί τι ἐξ ἀνάγκης, καὶ ὅσα τῷ ἑπομένῳ ἕπεται, ταῦτα κἀκείνῳ ἐξ ἀνάγκης ἕπεται ᾧ τὸ ἑπόμενον εἵπετο’·2 τοῦτο γὰρ ἐκεῖνό ἐστι τὸ ἐν ταῖς Κατηγορίαις εἰρημένον, ὅτι “ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται ὡς καθ’ ὑποκειμένου, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται”. ἐλλείπει οὖν καὶ τούτῳ τῷ λόγῳ ἡ καθόλου πρότασις, καὶ ἔστιν ὁ ὑγιὴς συλλογισμὸς τοιοῦτος· εἰ τῷ ἀνθρώπῳ ἕπεται τὸ ζῷον καὶ τῷ ζῴῳ ἡ οὐσία, πᾶν δὲ τὸ ἐξ ἀνάγκης ἑπόμενόν τινι κἀκείνῳ πάντως ἕπεται ᾧ τὸ μέσον εἵπετο, ἀνθρώπου ἄρα ὄντος ἀνάγκη οὐσίαν εἶναι.
“再次,如果有人的时候必然有动物。” 他又提出了另一个实例,通过该实例表明,决不是如果“在设定了某些事物之后”必然有某种东西随之而来,这立刻就是推论;因为在关于三个格的论述中已经表明,由两个特称前提产生推论是不可能的;并且已经表明,无定命题等值于特称命题。因此,在所提出的诸前提为无定命题的情况下,必然的东西并非以推论方式得出,而是由于质料本身得出的;因为那条表述“如果某物必然随某个东西而来,那么凡是随这个后果而来的东西,也必然随那个被随从者而来”的全称前提是真的;因为这正是《范畴篇》中所说的“凡如同对主词那样加于谓词上的,也都要加于它的主词上”。因此,这个论证中也缺少全称前提,健全的推论是这样的:“如果有动物随人而来,有实体随动物而来,而凡是必然随某物而来的东西也都完全随中项所随从者而来,因此在有人的时候必然有实体”。
"Ἀπατώμεθα δὲ ἐν τοῖς τοιούτοις διὰ τὸ ἀναγκαῖόν τι συμβαίνειν ἐκ τῶν κειμένων, ὅτι καὶ ὁ συλλογισμὸς ἀναγκαῖός ἐστιν. ἐπὶ πλέον δὲ τὸ ἀναγκαῖον ἢ ὁ συλλογισμός." Τὴν αἰτίαν λέγει δι’ ἣν ἐν τοῖς οὕτω προφερομένοις λόγοις ἀπατώμεθα καὶ οἰόμεθα συλλογίζεσθαι μὴ συλλογιζόμενοι, ὅτι, ὡς εἴπομεν, ἀναγκαῖον μέν τι συμβαίνει ἐκ τῶν τεθέντων ὅρων, καὶ ὁ συλλογισμὸς δὲ ἀναγκαῖος. οἰόμεθα οὖν ὅτι, εἴ τι ἀναγκαῖόν ἐστιν, ἤδη καὶ συλλογισμός ἐστι. τὸ δὲ οὐχ οὕτως ἔχει· ἐπὶ πλέον γὰρ τὸ ἀναγκαῖον, ὡς δέδεικται, καὶ εἴ τι μὲν συλλογισμός, πάντως καὶ ἀναγκαῖον, οὐκ εἴ τι δὲ ἀναγκαῖον, τοῦτο ἤδη καὶ συλλογισμός. εἰ δὲ τοῦτο οὕτως ἔχει, φησίν, οὐκ ἐὰν τεθέντων τινῶν ἐξ ἀνάγκης ἕπηταί τι, εὐθὺς πειρατέον καὶ ὑπὸ συλλογιστικὸν σχῆμα τὸ τοιοῦτον ἀνάγειν· οὐ γὰρ πάντως συλλελόγισται· ἀλλὰ ποιητέον ταῦτα πρότερον ἅπερ αὐτὸς σαφῶς ἐκτίθεται.
“而我们在这些情形中受欺骗,是由于从所设定的东西中产生了某种必然之物,因为推论也是必然的。然而必然的东西在外延上大于推论。” 他指出了我们在以这种方式提出的论证中受欺骗、并在未作推论时自以为作了推论的原因:正如我们所说的,这是由于从所设定的项中产生出了某种必然之物,且推论也是必然的。因此我们便以为,如果某物是必然的,它立刻也就是推论。但情况并非如此;因为正如已表明的,必然的东西外延更广,如果某物是推论,它完全也是必然的,但并不是如果某物是必然的,它就立刻也是推论。他说,如果情况是这样,那么即使在设定了某些事物之后有某种东西必然随之而来,也不应当立刻试图把这样的东西归入推论格之下;因为这并非总是推论出来的;相反,应当先做他自己明确阐明的事项。
"Ὁμοίως δὲ καὶ ἐὰν μὴ καθόλου ὦσιν αἱ προτάσεις." Ἐπειδὴ ὡς ἐξ ἀμφοτέρων καθολικῶν προτάσεων ὄντων τῶν συλλογισμῶν ἐποιεῖτο τὸν λόγον, ὁ αὐτός, φησί, λόγος καὶ εἰ μερικαὶ εἶεν αἱ προτάσεις, δῆλον δήπου ὅτι οὐκ ἀμφότεραι ἀλλὰ καθ’ ἑκάτερα, εἴτε ἡ καταφατικὴ εἴτε ἡ ἀποφατική, εἴτε ἡ μείζων εἴτε ἡ ἐλάττων, ὡς ἐπὶ τοῦ δευτέρου σχήματος καὶ τοῦ τρίτου· τῇ γὰρ αὐτῇ μεθόδῳ τὸν μέσον εὑρήσομεν.
“同样,即使前提不是全称的也是如此。” 既然他此前进行讨论时仿佛推论的前提两者都是全称的,因此他说,即使前提是特称的,同样的道理也适用——显而易见,当然不是两者,而是在第二格和第三格中那样,无论肯定还是否定,无论大前提还是小前提,在其中任一前提上是特称的;因为通过同样的方法我们将找到中项。
"Ἐπεὶ δ’ ἔχομεν ὁποῖον ἐν ἑκάστῳ σχήματι περαίνεται τῶν προβλημάτων, καὶ ἐν τίνι τὸ καθόλου καὶ ἐν ποίῳ τὸ ἐν μέρει, φανερὸν ὡς οὐκ εἰς ἅπαντα τὰ σχήματα βλεπτέον." Ῥᾳδίαν τὴν εἰς τὰ σχήματα ἀνάλυσιν ποιήσασθαι βουλόμενος ταῦτα προστίθησιν, ἵνα ἀναγαγεῖν ἐπὶ τὰ σχήματα τοὺς συλλογισμοὺς βουλόμενοι εἰς ὡρισμένα βλέπωμεν. ἐπεὶ οὖν δέδεικται, φησίν, ἕκαστον πρόβλημα ἐν ποίοις σχήμασι περαίνεται, ὅτι τὸ μὲν καθόλου καταφατικὸν μόνως ἐν τῷ πρώτῳ, τὸ δὲ καθόλου ἀποφατικὸν καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ, τὸ δὲ μερικὸν 〈καταφατικὸν καὶ ἐν πρώτῳ καὶ ἐν τρίτῳ, τὸ δὲ μερικὸν〉 ἀποφατικὸν ἐν πρώτῳ καὶ δευτέρῳ καὶ τρίτῳ, ἐπεὶ οὖν δῆλον ἐν ποίῳ σχήματι ἕκαστον τῶν προβλημάτων περαίνεται,3 ὅταν βουλώμεθα τὸν προτεθέντα λόγον εἰς σχῆμα συλλογιστικὸν ἀναγαγεῖν, σκοπητέον ποῖόν ἐστι τῶν προβλημάτων τὸ δι’ αὐτοῦ δεικνύμενον, καὶ οὕτως εἰς τὸ οἰκεῖον ἀνακτέον σχῆμα. ἐπεὶ δὲ ἔστιν ἃ διὰ πλειόνων δείκνυται σχημάτων, τῇ τοῦ μέσου θέσει κριτέον τὸ σχῆμα.
“既然我们掌握了在每个格中何种问题得以成立,以及全称在哪个格中成立、特称在何种格中成立,显然我们不必着眼于所有的格。” 为了使还原到诸格的工作变得容易,他补充了这些论述,以便使想要把推论还原到诸格的我们能够着眼于确定的格。他说,既然已经表明各个问题在哪些格中得以成立——即全称肯定只在第一格中成立,全称否定在第一格和第二格中成立,特称肯定在第一格和第三格中成立,特称否定在第一格、第二格和第三格中成立——因此,既然各个问题在何种格中成立是显而易见的,那么当我们想要把提出的论证还原到推论格时,就必须考察通过它所表明的问题是何种问题,并依此还原到适宜的格中。而既然有些问题是通过较多数的格被表明的,就必须依据中项的位置来判定其格。
- 4.8Ἐξ ὧν δέ ἐστιν ἡ οὐσία ἀναιρουμένων
此处为独立属格结构(genitive absolute),关系从句 ἐξ ὧν ἐστιν ἡ οὐσία(“组成实体的那些东西”)所指代而被省略的先行词(如[τούτων])作被动分词 ἀναιρουμένων 的逻辑主语。随后的 καὶ τὸ ἐκ τούτων φθείρεσθαι 中,καί 为副词(“也”),不定词 φθείρεσθαι 承接引文整体的宾格不定词结构。
- 4.10ταῦτα κἀκείνῳ ἐξ ἀνάγκης ἕπεται ᾧ τὸ ἑπόμενον εἵπετο
关联结构 ταῦτα... ᾧ... 中,关系代词 ᾧ 与与格指示代词 ἐκείνῳ 相应。ᾧ 作未完成过去时动词 εἵπετο 的与格补足语,其先行词为 ἐκείνῳ(“后果所随从的那个对象”,即最初的主词)。κἀκείνῳ 是 καὶ ἐκείνῳ 的合音(crasis)。
- 4.13ἐπεὶ οὖν δῆλον ἐν ποίῳ σχήματι ἕκαστον τῶν προβλημάτων περαίνεται
复述结构(epanalepsis),在较长的插入列举(ὅτι τὸ μὲν καθόλου... καὶ τρίτῳ)之后,以 ἐπεὶ οὖν δῆλον... 重述了此前的从属从句 ἐπεὶ οὖν δέδεικται...。整个原因从句统摄于以动词性形容词 σκοπητέον(“应当考察”)为主导的主句。
