← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§321.20-322.18

被省略的全称前提与论证的必然性

费罗波诺斯通过兄弟关系的这一反例(其中由于全称前提为假而导致结论为假),证明了在非推论式论证中产生必然性的原因在于遗漏的全称前提;接着他又借用狄翁的例子表明,即使缺失大项的论证导出了必然结论,也完全依赖于补足遗漏的全称命题才能形成真正推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.7#2

ὅτι δὲ ἡ καθόλου πρότασις ἡ παραλελειμμένη αἰτία ἐστὶν ἐν τοῖς οὕτω προφερομένοις λόγοις τοῦ συνάγειν τι ἀναγκαῖον, δῆλον ἐφ’ ὧν μὴ οὕτως ἔχει. φημὶ γὰρ οὕτω· τὸ Α τοῦ Β ἐστὶν ἀδελφός· ἀλλὰ καὶ τὸ Γ τοῦ αὐτοῦ Β ἐστὶν ἀδελφός· καὶ οὐκέτι ἐξ ἀνάγκης ἕπεται ‘καὶ τὸ Α ἄρα τοῦ Γ ἐστὶν ἀδελφός’. τοῦτο δὲ διὰ τὸ τὴν καθόλου πρότασιν ψευδῆ εἶναι τὴν λέγουσαν ‘πάντες οἱ τοῦ αὐτοῦ ἀδελφοὶ καὶ ἀλλήλων εἰσὶν ἀδελφοί’. ἐπεὶ οὖν ψευδὴς ἡ καθόλου πρότασις, διὰ τοῦτο οὐδὲ τὸ ἀναγκαῖον συνῆκται. ὅτι δὲ ψευδής, δῆλον ἐξ ὑποδείγματος. ὑποκείσθω γὰρ γυναῖκά τινα ἐξ ἀνδρὸς παῖδα ἔχειν καὶ ἄνδρα τινὰ ἐκ γυναικός τινος παῖδα ἔχειν, καὶ στερείσθω ἡ μὲν γυνὴ τὸν ἄνδρα ὁ δὲ ἀνὴρ τὴν γυναῖκα,1 καὶ συνερχέσθωσαν οἱ καταλειφθέντες εἰς γάμον καὶ τικτέτωσαν υἱόν. δῆλον οὖν ὅτι τῷ ἐξ ἀμφοῖν τεχθέντι ἑκάτερος τῶν προγεγεννημένων ἀδελφός ἐστιν, ὁ μὲν ἐκ μητρός, ὁ δὲ ἐκ πατρός, καὶ ὅμως ἀλλήλων οὐκ εἰσὶν ἀδελφοί· οὔτε γὰρ κατὰ μητέρα κοινωνοῦσιν (ἄλλη γὰρ ἑκατέρου μήτηρ, τοῦ μὲν ἡ ζῶσα γυνή, τοῦ δὲ ἡ τελευτήσασα) οὔτε κατὰ πατέρα· καὶ γὰρ οἱ πατέρες διάφοροι· τοῦ μὲν γὰρ ὁ ζῶν δεύτερος τῆς γυναικὸς ἀνήρ, τοῦ δὲ ὁ τελευτήσας πρότερος τῆς αὐτῆς ἀνήρ. γίνεται οὖν ὁ πᾶς συλλογισμὸς ψευδῆ ἔχων τὴν μείζονα πρότασιν τοῦτον τὸν τρόπον· τὸ Α καὶ τὸ Γ τοῦ αὐτοῦ Β ἀδελφοί εἰσι· πάντες οἱ τοῦ αὐτοῦ ἀδελφοὶ καὶ ἀλλήλων εἰσὶν ἀδελφοί· τὸ ἄρα Α καὶ Γ ἀλλήλων εἰσὶν ἀδελφοί. ψευδοῦς οὖν οὔσης τῆς καθόλου ψευδὲς καὶ τὸ συμπέρασμα καίτοι τοῦ σχήματος συλλογιστικοῦ ὄντος.2 ἐν οἷς ἄρα συνάγεταί τι ἀναγκαῖον μὴ συλλογιστικῶς πεπλεγμένων τῶν προτάσεων, δι’ αὐτὴν τὴν τῶν κειμένων φύσιν συνάγεται, οὐ μὴν ἐκ συλλογισμοῦ, διότι, ὡς εἶπεν, ἐπὶ πλέον ἐστὶν τοῦ συλλογισμοῦ τὸ ἀναγκαῖον, καὶ εἴ τι μὲν συλλογισμός, τοῦτο καὶ ἀναγκαῖον, οὐκ εἴ τι δὲ ἀναγκαῖον, εὐθὺς ἤδη τοῦτο καὶ συλλογισμός. πλείοσι δὲ καὶ ἄλλοις ὑποδείγμασι κέχρηται. οἷον Δίων λέγει ἡμέραν εἶναι· ἀλλὰ καὶ ἡμέρα ἐστί· Δίων ἄρα ἀληθεύει· κἀνταῦθα γὰρ ἀληθὲς μέν τι συνῆκται ἐξ ἀνάγκης διὰ τὰ κείμενα, οὐ μὴν ἐκ συλλογισμοῦ. τὸ γὰρ ‘ἀληθεύει’ μείζων ὑπάρχων ὅρος οὐκ εἴληπται ἐν οὐδενὶ τῶν προκειμένων·3 ἔδει δὲ πάντως, ὡς μεμαθήκαμεν, τὸν μείζονα ὅρον ἐν τῇ μείζονι εἶναι τῶν προτάσεων. κἀνταῦθα οὖν ἀναγκαῖον μὲν τὸ συναχθέν, οὐ μὴν συλλογισμός. ἡ δὲ ἀνάγκη διὰ τὴν καθόλου πρότασιν τὴν παραλελειμμένην· ἔστι δὲ αὕτη ‘πᾶς ὁ τὸ ὂν εἶναι λέγων ἀληθεύει’· ὡς εἶναι τὸν πάντα συλλογισμὸν τοιοῦτον· Δίων λέγει ἡμέραν εἶναι ἡμέρας οὔσης· πᾶς ὁ τὸ ὂν εἶναι λέγων ἀληθεύει· Δίων ἄρα ἀληθεύει.

以这种方式提出的论证中,遗漏的全称前提是得出某种必然东西的原因,这在不成立的情形中是显而易见的。因为我这样说:“Α是Β的兄弟;但Γ也是同一个Β的兄弟;而‘因此Α也是Γ的兄弟’便不再必然随之而来了”。这是因为那条表述“凡同一个人的兄弟,彼此也都是兄弟”的全称前提是假的。既然全称前提是假的,正是由于这个缘故,必然的东西也没有被推导出来。至于它是假的,从一个实例中便很明显。因为假定一个女人与一个男人有一个孩子,一个男人与一个女人有一个孩子,女人失去了丈夫,男人失去了妻子,剩下的两人结为夫妻并生下一个儿子。那么显而易见,对于由他们两人所生的儿子而言,先出生的两个孩子各自都是兄弟,一个是同母的,另一个是同父的,然而他们彼此却不是兄弟;因为他们在母方既没有共同的母亲(因为各自的母亲不同:对于一个而言是活着的女人,对于另一个而言是去世的女人),在父方也没有共同的父亲;因为父亲们也是不同的:对于一个而言是该女人活着的第二任丈夫,对于另一个而言是同一女人去世的前任丈夫。因此,整个推论在大前提为假的情况下,以下列方式产生:“Α和Γ是同一个Β的兄弟;凡同一个人的兄弟,彼此也都是兄弟;因此Α和Γ彼此是兄弟”。因此,在全称前提为假时,即便形式格是推论式的,结论也是假的。因此,在那些前提未以推论方式结合而得出了某种必然东西的情形中,它是由于所设定事物的本性本身而得出的,但绝不是由于推论,因为正如他所说的,必然的东西在外延上大于推论,如果某物是推论,它也是必然的,但并不是如果某物是必然的,它就立刻也是推论。 而且他还使用了若干其他实例。例如:“狄翁说现在是白天;但现在确实也是白天;因此狄翁说了真话”。因为在这里,虽然由于所设定的前提而必然得出了某种真理,但绝不是由于推论。因为“说了真话”作为大项,并没有在所提出的任何前提中被采纳;然而正如我们所学到的,大项无论如何都必须存在于前提中的大前提之中。因此在这里,所推导出的东西固然是必然的,但并不是推论。而这种必然性是由于遗漏的全称前提;这就是“凡说存在者存在的人,都说了真话”;从而整个推论是这样的:“在是白天的时候,狄翁说现在是白天;凡说存在者存在的人,都说了真话;因此狄翁说了真话”。

语法注3 条
  1. 4.7στερείσθω ἡ μὲν γυνὴ τὸν ἄνδρα ὁ δὲ ἀνὴρ τὴν γυναῖκα

    动词 στερέω 的中动/被动态 στερέομαι 在古典希腊语中通常接属格表示被剥夺的事物或人,但在本处却直接支配了宾格(τὸν ἄνδρα 与 τὴν γυναῖκα)。此处按直接表示失去对象的宾格来理解。

  2. 4.7καίτοι τοῦ σχήματος συλλογιστικοῦ ὄντος

    连词 καίτοι 与独立属格结构(τοῦ σχήματος ... ὄντος)结合,构成让步从句(“即便形式格是推论式的”)。

  3. 4.7τὸ γὰρ ‘ἀληθεύει’ μείζων ὑπάρχων ὅρος οὐκ εἴληπται ἐν οὐδενὶ τῶν προκειμένων

    带有中性单数冠词的动词引语 τὸ ‘ἀληθεύει’ 作主语,分词短语 μείζων ὑπάρχων ὅρος(“作为大项”)作主格表语修饰它,主要动词为 οὐκ εἴληπται。分词 ὑπάρχων 为阳性单数主格,受表语名词 ὅρος 的性吸引而保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:321.20-322.18