- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:320.14-321.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德在《前分析篇》47a22中关于某些论证虽从既设前提必然得出结论却非真正推论的论述,并从推论定义中“由于这些事物的存在”这一限定条件以及遗漏的全称前提之补充角度加以阐释。
" Ἔνιοι δὲ λανθάνουσι καὶ δοκοῦσι συλλογίζεσθαι διὰ τὸ ἀναγκαῖόν τι συμβαίνειν1 ἐκ τῶν κειμένων." Ζητήσειε δ’ ἄν τις καί, εἰ ἐκ τῶν κειμένων ἀναγκαῖόν τι συμβαίνει, πῶς φησιν ὅτι δοκοῦσι συλλογίζεσθαι καὶ λανθάνουσιν ὡς συλλογιζόμενοι, οὐ συλλογίζονται δέ· καὶ μὴν αὐτὸς ὁριζόμενος τὸν συλλογισμὸν ἔλεγεν ὅτι “συλλογισμός ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι”. εἰ οὖν ὁ συλλογισμὸς διὰ τὸ τὰ κείμενα εἶναι ἀναγκαῖόν τι συνάγει, πῶς ἐνταῦθά φησιν ὅτι ἀναγκαῖον μέν τι συμβαίνει ἐκ τῶν κειμένων, οὐ μὴν συλλογιστικῶς· λανθάνουσι γάρ, φησί, καὶ δοκοῦσι συλλογίζεσθαι, δηλονότι μὴ συλλογιζόμενοι. λέγω οὖν ὅτι διὰ τοῦτο οὐκ ἠρκέσθη ἐν τῷ ὁρισμῷ τῷ εἰπεῖν “ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι”, ἀλλ’ ἑρμηνεύεται αὐτῷ τί σημαίνει τὸ “τῷ ταῦτα εἶναι”· ἐπήγαγε γὰρ “λέγω δὲ τῷ ταῦτα εἶναι τὸ διὰ ταῦτα συμβαίνειν, τὸ δὲ διὰ ταῦτα συμβαίνειν τὸ μηδενὸς ἔξωθεν ὅρου προσδεῖν πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον”. ἐνταῦθα οὖν ἐνδεῖ ὅπου μὲν ὅρος ὅπου δὲ πρότασις. διὰ τοῦτο δὲ ὅλως, φησίν, ἐν τούτοις συμβαίνει τὸ ἀναγκαῖον, ὅτι ἐπὶ πλέον ἐστὶ τὸ ἀναγκαῖον τοῦ συλλογισμοῦ· εἴ τι μὲν γὰρ συλλογισμός, τοῦτο καὶ ἀναγκαῖον, οὐκ εἴ τι δὲ ἀναγκαῖον, τοῦτο καὶ συλλογισμός. ἀμέλει ἐν ταῖς ἀσυλλογίστοις συζυγίαις ἐδείκνυμεν πολλάκις ἀναγκαῖόν τι συμβαῖνον, ὅπερ συνέβαινεν οὐ διὰ τὸ συλλογιστικῶς συμπλακῆναι τὰς προτάσεις ἀλλὰ διὰ τὸ τὴν ὕλην τὴν παραληφθεῖσαν τὸ ἀναγκαῖον ἔχειν, λέγω δὴ διὰ τὸ τὴν καθόλου πρότασιν ἀληθῆ εἶναι τὴν λέγουσαν ὅτι παντὸς οὑτινοσοῦν πάντα τὰ μόρια ἂν ἀναιρεθῇ, συναναιρεῖται τούτοις καὶ ἡ οὐσία. καὶ ὅπως τοῦτο συμβαίνει, ἔφθημεν εἰπόντες. ὅτι γὰρ διά τινα καθόλου πρότασιν παραλελειμμένην ἕπεται τὸ ἀναγκαῖον ἐν τοῖς τοιούτοις, ὡς καὶ τῷ Ἀλεξάνδρῳ δοκεῖ, καὶ οὐ διὰ τὸ συλλογιστικὴν εἶναι τὴν ἀγωγήν, δῆλον ἐκ τῶν ὑποδειγμάτων·2 τίθησι γοῦν πλείονας τοὺς τοιούτους λόγους. οἷον εἰ τῷ Α τὸ Β ἴσον, καὶ τῷ Γ τὸ Β ἴσον, καὶ τὸ Α ἄρα τῷ Γ ἴσον· ἐνταῦθα γὰρ ἀληθὲς μὲν τὸ συμπέρασμα καὶ τοῖς κειμένοις ἠκολούθησεν, ἀλλ’ οὐ συλλογιστικῶς. ὅτι γὰρ οὐ συλλογιστικῶς, δῆλον ἐξ ὧν ἀμφότεραι τε αἱ προτάσεις εἰσὶ μερικαὶ3 〈καὶ〉 ἐν δευτέρῳ σχήματι καταφατικαί· οὕτω δὲ ἐχουσῶν τῶν προτάσεων συλλογισμὸς οὐκ ἐγίνετο. πόθεν οὖν τὸ ἀναγκαῖον συνῆκται; φημὶ ὅτι ἀπό τινος καθόλου προτάσεως παραλελειμμένης τῆς λεγούσης ‘πάντα τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα’, ὥστε γίνεσθαι ἐκ συλλογισμοῦ τὸ ἀναγκαῖον τοῦτον τὸν τρόπον· τὸ Α καὶ τὸ Γ τῷ Β ἐστὶν ἴσα· πάντα τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα· τὸ Α ἄρα καὶ τὸ Γ ἀλλήλοις ἐστὶν ἴσα.
“有些人未被察觉而显得是在推论,因为从所设定的前提中得出了某种必然的东西。” 有人可能会发问:如果从所设定的前提中得出了某种必然的东西,他怎么会说他们显得是在推论,且作为推论者未被察觉,而实际上并未在推论呢?况且他自己在给推论下定义时曾说:“推论是一段言辞,在其中某些事物被设定之后,由于这些事物的存在,便必然得出不同于所设定事物的某种东西”。那么,如果推论是因为所设定的事物存在而推导出某种必然的东西,他在这里怎么又说虽然从所设定的前提中得出了某种必然的东西,却不是以推论的方式呢?因为他说,他们未被察觉且显得是在推论,显然实际上并没有在推论。因此我说,正是由于这个缘故,他在定义中并没有仅仅满足于说“由于这些事物的存在,便必然得出不同于所设定事物的某种东西”,而是由他自己解释了“由于这些事物的存在”意味着什么;因为他接着说:“而我所说的‘由于这些事物的存在’,是指因这些事物而得出,而‘因这些事物而得出’是指不需要额外增加任何外部项就能产生必然的东西”。因此在这里,有的地方缺少一个项,有的地方则缺少一个前提。他说,总的来说,在这些事例中必然的东西之所以会得出,是因为必然的东西在外延上大于推论;因为如果某物是推论,它也是必然的,但并不是如果某物是必然的,它就也是推论。确实,在不成推论的组合中,我们常常表明有某种必然的东西得出,而那之所以得出,并不是由于前提在推论结构上结合在一起,而是由于所选取的质料具有必然性——即由于那条表述“如果任何事物的全部部分都被取消,实体也随同它们一并被取消”的全称前提是真的。至于这是如何得出的,我们此前已经说过了。因为在这些论述中,必然的东西之所以随之而来,正如亚历山大也认为的那样,是因为遗漏了某条全称前提,而不是由于论证的推导过程是合乎推论的,这从实例中是显而易见的;至少他提出了若干个这样的论证。例如,如果Β等于Α,且Β等于Γ,因此Α也等于Γ;因为在这里,结论固然是真的,并且随所设定的前提而来,但并不是以推论的方式。因为这之所以不是以推论的方式,从两个前提都是特称的并且在第二格中是肯定的这一事实便很明显;而当诸前提处于这种状态时,推论是无法成立的。那么,这个必然的东西是从何处推导出来的呢?我说,是从遗漏了的某条表述“凡与同一个事物相等的,彼此也相等”的全称前提中推导出来的,从而通过推论以这种方式产生必然的东西:“Α与Γ等于Β;凡与同一个事物相等的,彼此也相等;因此Α与Γ彼此相等”。
- 4.7λανθάνουσι καὶ δοκοῦσι συλλογίζεσθαι διὰ τὸ ἀναγκαῖόν τι συμβαίνειν
λανθάνουσι 通常接补充分词表示“未被察觉地做某事”,但此处与 καὶ δοκοῦσι συλλογίζεσθαι 并列,并在下文中被菲洛波诺斯释为 λανθάνουσιν ὡς συλλογιζόμενοι, οὐ συλλογίζονται δέ(“仿佛是在推论而不被察觉,实际上并未推论”),表明论辩者蒙蔽听众、使之误以为存在推论。
- 4.7ὅτι γὰρ διά τινα καθόλου πρότασιν παραλελειμμένην ἕπεται τὸ ἀναγκαῖον ἐν τοῖς τοιούτοις, ὡς καὶ τῷ Ἀλεξάνδρῳ δοκεῖ, καὶ οὐ διὰ τὸ συλλογιστικὴν εἶναι τὴν ἀγωγήν, δῆλον ἐκ τῶν ὑποδειγμάτων
全句的主干结构为 δῆλον [ἐστιν] ἐκ τῶν ὑποδειγμάτων(“从实例中是显而易见的”),开头的整个 ὅτι 从句(ὅτι διά τινα... τὴν ἀγωγήν)作 δῆλον 的主语。在 ὅτι 从句内部,διά τινα καθόλου πρότασιν παραλελειμμένην 与 οὐ διὰ τὸ συλλογιστικὴν εἶναι τὴν ἀγωγήν 相对比,中间插入了 ὡς καὶ τῷ Ἀλεξάνδρῳ δοκεῖ。
- 4.7ἐξ ὧν ἀμφότεραι τε αἱ προτάσεις εἰσὶ μερικαὶ
ἐξ ὧν 相当于 ἐκ τούτου ὅτι(“从……这一事实中”),是一种惯用结构,用来引出证明前述断言的根据或证据,无须显式先行词。
