← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§319.15-320.13

大小前提的包含关系与前提的省略

注解《前分析篇》A 32,47a13–16。斐洛庞诺解释说,“在全整体中”与“在部分中”指的不是一般命题的全称或特称,而是就外延包容关系而言的较大前提与较小前提,并通过具体例证解释了论辩者往往仅提出较大前提或仅提出较小前提而省略另一前提的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4

" Εἶτα σκοπεῖν ποτέρα ἐν ὅλῳ καὶ ποτέρα ἐν μέρει." Οὐ λέγει ‘ποία ἐστὶ καθόλου καὶ ποία μερική’, ἀλλὰ ‘ποία μείζων καὶ ποία ἐλάττων’. εἶπεν δὲ καθόλου μὲν τὴν μείζονα, ἐν μέρει δὲ τὴν ἐλάττονα, διότι ἀεὶ ἐπὶ πλέον ἐστὶν ἡ μείζων τῆς ἐλάττονος καὶ περιέχεται ἐν τῇ μείζονι ἡ ἐλάττων. ὅταν γὰρ εἴπω ‘πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον οὐσία’, δῆλον ὅτι ἡ λέγουσα ‘πᾶν ζῷον οὐσία’ ἐπὶ πλέον ἐστὶ τῆς λεγούσης ‘πᾶς ἄνθρωπος ζῷον’· ὅ τε γὰρ ὑποκείμενος τῆς μείζονος ἐπὶ πλέον ἐστὶ 〈τοῦ〉 τῆς ἐλάττονος, λέγω δὴ τὸ ζῷον τοῦ ἀνθρώπου, καὶ ὁ κατηγορούμενος τοῦ κατηγορουμένου· ἐπὶ πλέον γὰρ ἡ οὐσία τοῦ ζῴου· ἀλλὰ καὶ ἐν τῷ εἰπεῖν ‘πᾶν ζῷον οὐσία’ ἐμπεριείληπται τῷ ζῴῳ καὶ ὁ ἄνθρωπος. καὶ ἐπὶ τῶν ἀποφατικῶν ὁμοίως ἔχει· οἷον πᾶς ἄνθρωπος ζῷον, οὐδὲν ζῷον ἄψυχον· ἐπὶ πλέον γὰρ τὸ μὲν ἄψυχον τοῦ ζῴου· τοῦ γὰρ ἀψύχου καὶ τοῦ ἐμψύχου προσεχῶς διαιρουμένου ἐκ τοῦ σώματος,1 ἐκ τοῦ ἐμψύχου ἔχει τὴν ὑποδιαίρεσιν τὸ ζῷον, ὥστε οὐ τῆς αὐτῆς συστοιχίας τὸ ζῷον καὶ τὸ ἄψυχον, ἀλλὰ ἀνωτέρω τὸ ἄψυχον. ἐπὶ πλέον οὖν τὸ μὲν ἄψυχον τοῦ ζῴου, τὸ δὲ ζῷον τοῦ ἀνθρώπου. ὁμοίως δὲ καὶ ἐν τῷ ‘οὐδὲν ζῷον ἄψυχον’ περιέχεται καὶ ὁ ἄνθρωπος.

“其次,考察哪一个在整体中,哪一个在部分中。” 他并不是在说“哪一个是全称的,哪一个是特称的”,而是在说“哪一个是较大前提,哪一个是较小前提”。他把较大前提称为全称的,把较小前提称为在部分中的,因为较大前提在外延上总是大于较小前提,且较小前提包含在较大前提之中。因为当我陈述“每个人都是动物,每种动物都是实体”时,显然说“每种动物都是实体”的[前提]在外延上大于说“每个人都是动物”的[前提];因为较大前提的主项在外延上大于较小前提的[主项],即动物大于人,并且谓项也大于谓项;因为实体在外延上大于动物;而且在陈述“每种动物都是实体”时,人也被包含在动物之中了。在否定[前提]的情形中也是同样如此;例如,“每个人都是动物,没有动物是无生命的”。因为一方面无生命的外延大于动物;因为既然无生命的和有生命的直接从身体中划分出来,动物又是从有生命的这一项中再细分出来的,所以动物和无生命的不属于同一个并列序列,而是无生命的处于更高位置。因此,无生命的外延大于动物,而动物的外延大于人。同样,在“没有动物是无生命的”之中,人也被包含进去了。

§4.5

"Ἐνίοτε γὰρ τὴν καθόλου προτείναντες τὴν ἐν αὐτῇ οὐ λαμβάνουσιν." Ἐν αὐτῇ λέγει τὴν ἐλάττονα, διότι, ὡς εἶπον, περιέχεται ἡ ἐλάττων ὑπὸ τῆς μείζονος ὁμοίως καὶ ἐπὶ τῶν καταφατικῶν καὶ τῶν ἀποφατικῶν. περιέχει γὰρ ἡ λέγουσα ‘πᾶν ζῷον οὐσία’ τὴν λέγουσαν ‘πᾶς ἄνθρωπος ζῷον’· καὶ γὰρ ἡ οὐσία τοῦ ζῴου περιεκτικὴ καὶ τὸ ζῷον τοῦ ἀνθρώπου. ὁμοίως καὶ ἐπὶ τῆς ἀποφάσεως· περιέχει γὰρ ἡ λέγουσα ‘οὐδὲν ζῷον ἄψυχον’ τὴν λέγουσαν ‘πᾶς ἄνθρωπος ζῷον’· εἰ γὰρ οὐδὲν ζῷον ἄψυχον, οὐδὲ ἄνθρωπος δῆλον ὅτι.

“因为有时他们提出了全称的,却没有采纳在其之中的。” 他说“在其之中的”,是指较小前提,因为正如我所说,无论是在肯定前提还是在否定前提的情形中,较小前提同样都被较大前提所包含。因为说“每种动物都是实体”的[前提]包含了说“每个人都是动物”的[前提];因为实体包容了动物,动物又包容了人。在否定情形中也是同样如此;因为说“没有动物是无生命的”的[前提]包含了说“每个人都是动物”的[前提];因为如果没有动物是无生命的,显然人也不是无生命的。

§4.6

"Ἢ ταύτας μὲν προτείνουσι." Τὰς μερικὰς δηλονότι, ταὐτὸν δὲ εἰπεῖν τὰς ἐλάττους· περὶ τούτων γὰρ προσεχῶς εἶπε. Δι’ ὧν δὲ αὗται,2 τουτέστι τὰς καθόλου, ταὐτὸν δὲ εἰπεῖν τὰς μείζους· περαίνονται γὰρ αἱ ἐλάττους διὰ τῶν μειζόνων· ἐπεὶ γὰρ πᾶν ζῷον οὐσία, διὰ τοῦτο καὶ πᾶς ἄνθρωπος οὐσία· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀποφατικῶν, ἐπεὶ οὐδὲν ζῷον ἄψυχον, οὐδὲ ἄνθρωπος δῆλον ὅτι.

“或者他们提出了这些。” 显然是指特称的,换言之即较小前提;因为他刚才正谈到这些。而“通过它们才有这些的”,即全称的,换言之即较大前提;因为较小前提是通过较大前提得以达成的;因为既然每种动物都是实体,正是因此每个人也是实体;在否定[前提]的情形中也是同样如此,既然没有动物是无生命的,显然人也不是无生命的。

语法注2 条
  1. 4.4τοῦ γὰρ ἀψύχου καὶ τοῦ ἐμψύχου προσεχῶς διαιρουμένου ἐκ τοῦ σώματος

    属格独立结构。逻辑主语包含两个并列的中性名词(τοῦ ἀψύχου καὶ τοῦ ἐμψύχου),但分词 διαιρουμένου 采用了中性单数形式,将这对对立项整体视为单一部分划分的对象。

  2. 4.6Δι’ ὧν δὲ αὗται

    引用亚里士多德原文后续部分(47a16–17:δι’ ὧν δ’ αὗται περαίνονται παραλείπουσιν)的分句。注疏者在正文中直接引述了未包含在标头引文中的后半句,并接着解释为 τουτέστι τὰς καθόλου(即全称的/较大前提)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:319.15-320.13