- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:30.22-32.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于三段论的定义(24b18),斐洛庞诺斯在进入字句注疏前,先通过公理(不可证明的第一原理)驳斥了怀疑派否认三段论存在的无穷倒退论证,并解释了灵魂为了辨别事物的相通与相异而形成推论观念的原由。
" Συλλογισμὸς δέ ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι." Κατὰ τὴν ἐξ ἀρχῆς ἀπαρίθμησιν διαλεχθεὶς περὶ προτάσεως καὶ ὅρου νῦν περὶ συλλογισμοῦ ποιεῖται τὸν λόγον. πρὸ δὲ τῆς τοῦ ῥητοῦ ἐξετάσεως ἄξιόν ἐστι ζητῆσαι πρῶτον μὲν πόθεν ἡ ψυχὴ εἰς ἔννοιαν ἦλθε τοῦ συλλογίζεσθαι, ἔπειτα ποῖόν ἐστι τῆς ψυχῆς μόριον τὸ συλλογιζόμενον, τρίτον εἰ ἔστιν ὅλως συλλογισμός· καὶ γὰρ πειρῶνταί τινες κατασκευάζειν ὅτι οὐδὲ ἔστιν ὅλως συλλογισμός. οἱ γὰρ ἐφεκτικοὶ κατασκευάζοντες ὅτι οὐκ ἔστι συλλογισμός, ἔλεγον οὕτως· φατὲ ὅτι ἔστι συλλογισμὸς ἢ οὔ· καὶ εἰ μὲν οὐκ ἀποδείκνυτε, οὐ πιστεύσομεν ὑμῖν χωρὶς ἀποδείξεως ὅτι ἔστι συλλογισμός· εἰ δὲ ἀποδείκνυτε, συλλογισμῷ δῆλον ὅτι ἄλλῳ χρηστέον ὑμῖν· πάλιν δ’ αὖ δι’ ἑτέρου συλλογισμοῦ δέον ὑμᾶς ἀποδεικνύειν1 ὅτι ἔστι συλλογισμὸς ἀποδεικτικός, κἀκεῖνον πάλιν δι’ ἑτέρου, καὶ τοῦτο ἐπ’ ἄπειρον. πρὸς οὓς φαμεν ὅτι καὶ ὑμεῖς τοῖς ὑμετέροις ἁλίσκεσθε λόγοις· τὸ αὐτὸ γὰρ καὶ ἡμεῖς φήσομεν πρὸς ὑμᾶς. ἢ γὰρ ἀπεδείξατε ὅτι οὐκ ἔστι συλλογισμός, ἢ οὐκ ἀπεδείξατε· καὶ εἰ μὲν οὐκ ἀπεδείξατε, διὰ τοῦτο οὐ πιστεύομεν ὑμῖν· εἰ δὲ ἀπεδείξατε, 〈ἀπεδείξατε〉 ἀποδείξει δῆλον ὅτι τινὶ χρώμενοι· ὥστε ἔστι συλλογισμὸς δι’ οὗ ἀπεδείξατε. ἀλλ’ ἐπειδὴ οὐ μόνον εἰς ἀπορίας αὐτοὺς ἐνεγκεῖν δεῖ ἀλλὰ καὶ τὴν ἀπορίαν ἐπιλύσασθαι, φαμὲν οὕτως, ὅτι ἄλλο ἐστὶ συλλογισμὸς καὶ ἄλλο συλλογιστόν· ὅταν οὖν τὸν συλλογισμὸν θεωρήσωμεν ὡς δι’ αὐτοῦ ποιούμενοι τὰς ἀποδείξεις, τηνικαῦτα αὐτὸ τοῦτο συλλογισμὸν αὐτὸν καλοῦμεν· ὅταν δὲ ὡς πρᾶγμα ὀφεῖλον ἀποδειχθῆναι, συλλογιστόν. καὶ οὕτως ἀποδείκνυται ὁ συλλογισμὸς ὢν ὡς συλλογιστὸν παραλαμβανόμενος. ἀλλ’ ἴσως εἴποι τις, ὅτι εἰ καὶ συλλογιστόν ἐστιν, οὐδὲν μᾶλλον διὰ τοῦτο λέλυται ἡ ἀπορία· διὰ γὰρ συλλογισμοῦ δείκνυται, ὃς καὶ πάλιν συλλογισμὸς γίνεται συλλογιστὸν διὰ τὸ καὶ αὐτὸν τῆς ἑτέρου συλλογισμοῦ χρῄζειν ἀποδείξεως. πρὸς οὓς φαμεν ὅτι οὐ πάσας τὰς ἀποδείξεις καὶ τὰς ἀρχὰς τῶν ἀποδείξεων διὰ συλλογισμῶν λαμβάνομεν, ἀλλ’ ἐκ τῶν ὁμολογουμένων κοινῶν ἐννοιῶν τὰς ἀρχὰς λαμβάνοντες τοὺς συλλογισμοὺς κατασκευάζομεν· καὶ γὰρ καὶ ἐν τοῖς Ἀποδεικτικοῖς εἴρηται ὅτι οὐ πάντα ἐστὶν ἀποδεικτά. εἰ γὰρ πάντα ἦν ἀποδεικτά, οὐδενὸς ἦν ἀπόδειξις· πᾶσα γὰρ ἀπόδειξις ἀπό τινων ἀρχῶν περαίνεται· ἀδύνατον γάρ τι ἀποδεῖξαι μὴ προειλημμένων τινῶν. εἰ οὖν ἀεὶ τὰ εἰς ἀπόδειξιν παραλαμβανόμενα ἀποδεικτὰ εἴη, πᾶν δὲ τὸ ἀποδεικνύμενον δι’ ἑτέρων ἀποδείκνυται, κἀκεῖνα πάλιν δι’ ἑτέρων ἀποδειχθήσεται, καὶ οὕτως ἐπὶ τὸ ἄπειρον χωρεῖν ἀνάγκη· ὅπερ ἀδύνατον. οὐκ ἄρα ἐστὶ πάντα ἀποδεικτά, ἀλλ’ ἀνάγκη πᾶσα προϊόντας, ὅταν εἰς τὰς κοινὰς ἐννοίας καταντήσωμεν, στῆναι λοιπόν. ὥστε οὐκ εἰς ἄπειρον ἀνάγκη ἰέναι τοὺς συλλογισμούς· καταντῶμεν γὰρ πάντως εἰς τὰς κοινάς, ὡς εἶπον, ἐννοίας, αἵτινες ἁπάσης εἰσὶ κρείττονες ἀποδείξεως. ὥστε οἱ μὲν πρῶτοι συλλογισμοὶ ἐκ τούτων, αὗται δὲ ἐξ οὐδενός. Ἐπεὶ οὖν ἐδείξαμεν ὅτι ἔστι συλλογισμός, ἀκόλουθον ζητῆσαι πόθεν ἦλθεν εἰς ἔννοιαν ἡ ψυχὴ τοῦ συλλογίζεσθαι; διὰ τὸ τὰ πράγματα ὁρᾶν μήτε πάντῃ ἀλλήλοις κοινωνοῦντα μήτε πάντῃ διαφέροντα.2 εἰ γὰρ τούτων ἦν θάτερον, οὐδὲ συλλογισμῶν ἡμῖν ἐδέησεν ἂν πρὸς τὸ δεῖξαι τὰ πᾶσιν ὁμολογούμενα εἴτε κατὰ τὴν κοινωνίαν εἴτε κατὰ τὴν ἑτερότητα, ὥσπερ οὐδὲ συλλογισμοῦ δεῖ πρὸς τὸ δεῖξαι ὅτι ὁ λίθος ἕτερός ἐστι παρὰ τὸν ἄνθρωπον ἢ ὅτι οὐχ ἕτερος Σωκράτης Πλάτωνος κατὰ τὴν οὐσίαν. ἀλλ’ ἐπεὶ κατὰ τὶ μὲν κοινωνοῦσιν ἀλλήλοις τὰ πράγματα, κατὰ τὶ δὲ διαφέρουσιν, ἐδεήθη τῶν συλλογισμῶν ἡ ψυχή, ἵνα τοῦτο αὐτὸ διακρίνῃ καὶ γνῷ ποῖα μὲν τὰ κοινωνοῦντα, ποῖα δὲ τὰ διαφέροντα ἀλλήλων.
“三段论是一种言说,在其中某些事物被设定之后,由于这些事物如此存在,便必然产生出有别于所设定之物的另一事物。” 按照最初的列举,在讨论了前提与词项之后,[亚里士多德]现在对三段论进行论述。但在对字句进行考察之前,值得探究的是:首先,灵魂从何处获得了推论的观念;其次,推论的灵魂部分究竟是哪一部分;第三,三段论究竟是否存在;因为确实有人试图论证三段论根本就不存在。持怀疑态度的人在试图论证不存在三段论时,曾这样说道:“你们是说存在三段论,还是不存在?如果你们不证明,我们便不会在没有证明的情况下相信你们说存在三段论;但如果你们予以证明,显然你们必须使用另一个三段论;而你们又必须通过另一个三段论来证明存在证明性的三段论,而对那一个又得通过再另一个,如此以至无穷。”对此我们说,你们自己也被你们自己的论辩捕获了;因为我们也会对你们说同样的话。因为你们要么证明了不存在三段论,要么没有证明;如果你们没有证明,正因此我们不相信你们;如果你们证明了,显然你们是使用了某种证明[来证明的];因此存在着借以证明的三段论。但既然不仅应当使他们陷入困境,而且也应当化解这一困境,我们便这样说:三段论是一回事,可推论之物则是另一回事。因此,当我们把三段论视为借以进行证明的东西时,那时我们就称这本身为“三段论”;而当把它视为应当被证明的事物时,则称为“可推论之物”。这样,三段论当作为可推论之物被接受时,便被证明是存在的。但或许有人会说,即使它是可推论之物,困境也绝不会因此得到化解;因为它是通过三段论被表明的,而那个三段论本身又由于需要另一个三段论的证明而再次成为可推论之物。对此我们说,我们并非通过三段论获得所有的证明以及证明的诸原理,而是从公认的公理中取得诸原理,进而构造三段论;因为确实在《后分析篇》中已经说过,并非一切事物都是可证明的。因为如果一切事物都是可证明的,那么就没有任何事物的证明;因为一切证明都是从某些原理出发完成的;如果没有任何预先假定的东西,要证明任何事物都是不可能的。因此,如果用于证明的东西始终是可证明的,而每一个被证明的东西都是通过其他东西被证明的,且那些东西又将通过其他东西被证明,那么就必然如此走向无穷;而这是不可能的。因此并非一切事物都是可证明的,而是当我们向前推进、抵达公理之时,完全必然从此驻足。因此三段论不必走向无穷;因为无论如何我们都会如我所说的那样抵达公理,而公理高于一切证明。因此最初的诸三段论来自这些公理,而公理自身则不来自任何东西。 既然我们已经表明了存在三段论,接下来就应当探究灵魂从何处获得了推论的观念。这是由于看到事物既非完全彼此共通,也非完全彼此相异。因为如果这两者仅具其一,为了表明无论是按共通性还是按相异性而言皆为所有人公认的事理,我们甚至不需要三段论,正如无需三段论来表明石头与人不同,或者苏格拉底在实体上并不有别于柏拉图一样。然而,既然事物在某方面彼此共通,在某方面彼此相异,灵魂便需要三段论,以便辨别此事本身,并认识哪些事物是共通的,哪些事物是彼此相异的。
- 1.18δέον ὑμᾶς ἀποδεικνύειν
由无人称动词 δεῖ 的中性分词构成的绝对宾格句式,表示“你们必须证明”的附带条件或连续要求。宾格代词 ὑμᾶς 用作不定式 ἀποδεικνύειν 的逻辑主语。
- 1.18διὰ τὸ τὰ πράγματα ὁρᾶν μήτε πάντῃ ἀλλήλοις κοινωνοῦντα μήτε πάντῃ διαφέροντα
由前置词 διά 与带冠词不定式(宾格)构成的因果短语,直接回答前文的疑问 πόθεν ἦλθεν...。不定式 ὁρᾶν 的逻辑主语承前指代 ἡ ψυχή,宾格名词 τὰ πράγματα 为 ὁρᾶν 的直接宾语,分词 κοινωνοῦντα 与 διαφέροντα 则充当修饰宾语的述语性补足语。
