- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:318.10-319.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《前分析篇》47a5–47a11,阐明为何将推论还原为各格能证实三格体系的完备性,以及为何应当首先将推论分解为作为大部分的前提。
" Συμβήσεται δὲ ἅμα καὶ τὰ πρότερον εἰρημένα ἐπιβεβαιοῦσθαι καὶ φανερώτερα εἶναι, ὅτι οὕτως ἔχει, διὰ τῶν νῦν λεχθησομένων· δεῖ γὰρ πᾶν τὸ ἀληθὲς αὐτὸ ἑαυτῷ ὁμολογούμενον εἶναι πάντῃ." Ἐάν, φησί, δείξωμεν ὅτι οἱ ὁπωσοῦν προφερόμενοι συλλογισμοὶ πάντες εἰς τὰ τρία ἀναλύονται σχήματα μόνον, πιστωσόμεθα μᾶλλον τὰ προειρημένα, ὅτι ἀνάγκη τρία μόνα εἶναι σχήματα. εἰ γὰρ τήν τε γένεσιν αὐτῶν παραδιδόντες δείκνυμεν μόνα εἶναι ταῦτα καὶ τὴν μέθοδον τῆς τῶν συλλογισμῶν εὐπορίας, ἔτι δὲ καὶ τοὺς γεγενημένους συλλογισμοὺς ἀναλύοντες εὕροιμεν εἰς ταῦτα μόνα ἀναλυομένους,1 αὐτὴν ἑαυτῇ σύμφωνον εὑρήσομεν τὴν ἀλήθειαν. οὐ μόνον δὲ τὸν περὶ τῶν τριῶν σχημάτων λόγον εὑρήσομεν διὰ τούτων βεβαιούμενον ἀλλὰ καὶ τὸν περὶ τῶν συλλογιστικῶν συζυγιῶν καὶ τῶν ἀσυλλογίστων· δείξει γὰρ ἐν τούτοις ὅτι ὅσοι ἐξ ἀορίστων προτάσεων κατασκευάζουσί τι, κατὰ τὴν ἰδίαν φύσιν ἀσυλλόγιστοί εἰσιν, ἑτέρωθεν δὲ ἔχουσι τὸ ἀναγκαῖον. καὶ περὶ τῶν λοιπῶν δὲ καὶ ἐντεῦθεν σχήσομεν τὴν πίστιν.
“并且同时将得出这样的结果:先前所陈述的事情得到证实,并且通过现在将要陈述的事情更加明显地表明其实情如此;因为一切真理都必须在各个方面与自身相一致。” 他说,如果我们表明,凡以任何方式陈述出来的推论都仅仅被分析到这三个格中,我们就会更加确信先前所陈述的事情,即必然只有三个格。因为,如果在传授它们的生成以及获得充足推论的方法时,我们表明仅仅存在这些格,并且进而分析现成的推论时发现它们仅被分析为这些格,我们就会发现真理与自身相协调。而且,我们不仅会发现关于三个格的说明通过这些得到证实,关于推论组合与非推论组合的说明也会得到证实;因为他将在这些讨论中表明,凡是从不定前提确立某种结论的,依其自身的本性而言都是非推论的,而它们是从别处获得其必然性的。对于其余的事情,我们也将由此获得确信。
"Ῥᾷον γὰρ εἰς τὰ μείζω διελεῖν ἢ εἰς τὰ ἐλάττω· μείζω δὲ τὰ συγκείμενα ἢ τὰ ἐξ ὧν." Εὐχερέστερον γὰρ τὸ διελεῖν εἰς μεγάλα μόρια ἢ τὸ εἰς μικρότερα· διό, φησί, δεῖ ἡμᾶς εἰς τὰ δύο μεγάλα μόρια τοῦ συλλογισμοῦ, λέγω δὴ τὰς συνεκτικὰς αὐτοῦ δύο προτάσεις, τὴν διαίρεσιν ποιεῖσθαι. ἀντικειμένως δὲ ἔχει τῷ πλήθει τὸ μέγεθος· ὅταν γὰρ ἡ διαίρεσις εἰς μεγάλα τῷ μεγέθει γένηται, εἰς ἐλάττονα γίνεται τῷ πλήθει, ὅταν δὲ εἰς πλείονα τῷ πλήθει, εἰς ἐλάττονα τῷ μεγέθει. ἐὰν γὰρ εἰς δύο διέλω τὸ πηχυαῖον ξύλον καὶ πάλιν ἄλλο πηχυαῖον εἰς τέσσαρα διέλω, δῆλον ὅτι ἐκείνου τὰ μόρια μεγέθει μὲν μείζονά εἰσιν ἢ τὰ τούτου, πλήθει δὲ ὀλιγώτερα· ῥᾴων δὲ ἐκείνη ἡ διαίρεσις ταύτης· διὰ τοῦτό φησιν εἰς τὰς δύο προτάσεις τὰς συνεκτικωτάτας διελεῖν χρῆναι πρότερον, ἅτινά ἐστι τὰ μεγάλα μόρια τοῦ συλλογισμοῦ, καὶ μὴ ἐξ ὧν αὗται σύγκεινται, λέγω δὲ εἰς τὰς τῶν προσυλλογισμῶν προτάσεις. καὶ γὰρ δυσχερέστερον τοῦτο καὶ οὐδὲν ἡμᾶς ὀνίνησιν εἰς τὸ προκείμενον, τουτέστιν εἰς τὸ ἀναγαγεῖν ὑπὸ τὰ σχήματα τοὺς συλλογισμούς· οὐδὲν γὰρ εἰς τοῦτο δεησόμεθα τῶν προσυλλογισμῶν. συγκείμενα οὖν φησιν αὐτὰς τὰς δύο προτάσεις· σύγκεινται γὰρ ἐκ τῶν προσυλλογισμῶν· ἐξ ὧν δὲ αὐτοὺς τοὺς προσυλλογισμούς. μήποτε δὲ τὰ ἐξ ὧν ἀκουστέον τοὺς τρεῖς ὅρους2 ἐξ ὧν αἱ δύο προτάσεις, ὅτι πρότερον τὰς προτάσεις ζητητέον τοῦ συλλογισμοῦ καὶ μὴ τοὺς ὅρους· εὐχερέστερόν τε γὰρ τὰς προτάσεις εὑρήσομεν ἢ τοὺς ὅρους, καὶ τῇ εὑρέσει τῶν προτάσεων συναναφαίνονται καὶ οἱ τρεῖς ὅροι ἐξ ὧν αἱ προτάσεις σύγκεινται.
“因为分解为较大的部分比分解为较小的部分更容易;而复合的事物要大于构成它们的事物。” 因为分解为大的部分比分解为较小的部分更容易;因此,他说,我们应当将推论分解为推论的两个大部分,即构成它的两个前提。而大小与数量处于相反的状态;因为当分解为尺寸上较大的事物时,在数量上就分解为较少的事物;而当分解为数量上较多的事物时,在尺寸上就分解为较小的事物。因为,如果我把一肘长的木料分成两段,再把另一根一肘长的木料分成四段,显然前者的部分在尺寸上大于后者的部分,但在数量上更少;并且前一种分解比后一种更容易。正是因此,他说应当首先分解为最具构成性的两个前提,它们是推论的大部分,而不应当分解为构成这些前提的事物,即前推论的诸前提。因为这不仅更加困难,而且对眼前的任务毫无助益,即对把推论还原到各格之下毫无助益;因为为此我们根本不需要前推论。因此,他说“复合的事物”是指这两个前提本身;因为它们是由前推论复合而成的;而“构成它们的事物”是指前推论本身。或许,“构成它们的事物”应当理解为构成两个前提的三个词项,意味着应当首先探求推论的前提,而不是词项;因为我们发现前提比发现词项更容易,并且伴随着前提的发现,构成前提的三个词项也会同时显现出来。
- 4.2εἰ γὰρ τήν τε γένεσιν αὐτῶν παραδιδόντες δείκνυμεν μόνα εἶναι ταῦτα καὶ τὴν μέθοδον τῆς τῶν συλλογισμῶν εὐπορίας, ἔτι δὲ καὶ τοὺς γεγενημένους συλλογισμοὺς ἀναλύοντες εὕροιμεν εἰς ταῦτα μόνα ἀναλυομένους
在条件从句中,现在直陈式 δείκνυμεν 与祈愿式 εὕροιμεν 并列。前半部分以直陈式陈述确定的教学事实(“在传授生成法与获取法时我们指明”),后半部分则转向祈愿式,表达在实际分析中未来的可能情况(“如果进而发现”)。此外,καὶ τὴν μέθοδον 是分词 παραδιδόντες 的第二个直接宾语,与 γένεσιν 并列。
- 4.3μήποτε δὲ τὰ ἐξ ὧν ἀκουστέον τοὺς τρεῖς ὅρους
副词 μήποτε 引出委婉的建议或替代解释(“或许应当……”)。动词性形容词 ἀκουστέον 源自表示“听/理解”的 ἀκούω,以非人称结构出现,支配宾格补足语 τοὺς τρεῖς ὅρους,而 τὰ ἐξ ὧν 则作其表语性说明。
