- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:316.31-318.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯讨论了一种因结论中的词项均已在前提中出现而难以还原至诸格的省略推论事例(关于实体之部分的论证),阐明该推论通过各取前推论与主推论的一个前提,构成了一种复合的省略结构。
ὅσοι μὲν γάρ, φησίν, ὅρον τινὰ ἔχουσιν ἐν τῷ συμπεράσματι ὃν ἐν ταῖς προτάσεσιν οὐ παρειλήφασιν, εὐχερέστερον ἀνάγονται ὑπὸ τὰ σχήματα· δυνατὸν γὰρ ἐκ τοῦ ὅρου τούτου ῥᾷστα ἰδεῖν τὸ παραλελειμμένον, ὥσπερ ἐν οἷς παρεθήκαμεν παραδείγμασιν. ὅσοι δὲ τῶν συλλογισμῶν ἐλλειπτικῶς εἴρηνται, τοὺς δὲ αὐτοὺς ὅρους ἔχουσιν ἐν τῷ συμπεράσματι οὓς καὶ ἐν ταῖς προτάσεσι παρειλήφασι, τούτους, φησί, δυσχερὲς ἀναλῦσαι εἰς τὰ σχήματα· οὐ γὰρ εὐσύνοπτον τὸ παραλελειμμένον. οἷον αὐτὸς παρατίθεται συλλογισμόν· ἔχει δὲ οὕτως· ἀναιρουμένης τῆς μὴ οὐσίας οὐκ ἀνήρηται ἡ οὐσία·1 τῶν μερῶν δὲ ἀναιρουμένων ἀνῄρηται τὸ ὅλον· τὰ μέρη ἄρα τῆς οὐσίας οὐκ εἰσὶν οὐκ οὐσίαι· ἐν γὰρ τῷ συμπεράσματι τοῦ συλλογισμοῦ τούτου οὐδείς ἐστιν ὅρος μὴ ὢν ἐν ταῖς προτάσεσιν, ἀλλ’ ἔστιν ἡ μὲν μὴ οὐσία ἐν τῇ μιᾷ, τὰ δὲ μέρη ἐν τῇ ἑτέρᾳ. δυσχερὴς οὖν ἐν τοῖς τοιούτοις ἡ ἀνάλυσις, ἐπειδὴ οὐδὲ τὸ παραλειφθὲν ῥᾴδιον συνιδεῖν· δύο γὰρ οὐσῶν ἐν τούτῳ προτάσεων ἀσυνάπτων ἀλλήλαις οἱ ἐν τῷ συμπεράσματι δύο ὅροι ἑκάτερος ἐν ἑκατέρᾳ ἐστὶ τῶν προτάσεων. ἔστιν οὖν τὸ παραλελειμμένον ἐν τούτῳ οὐχ ὅρος ἀλλὰ πρότασις. σκοπὸς δὲ δεῖξαι διὰ τούτων ὅτι τὰ μέρη τῶν οὐσιῶν οὐσίαι εἰσί. καὶ δείκνυσι τοῦτο οὗτος ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι λαμβάνων μέσον ὅρον τὴν οὐσίαν, μείζονα τὴν μὴ οὐσίαν καὶ ἐλάττονα τὰ μέρη τῆς οὐσίας, καὶ λέγει τρόπον τινὰ οὕτως· τῆς μὴ οὐσίας ἀναιρουμένης οὐκ ἀνῄρηται ἡ οὐσία, τῶν μερῶν δὲ ἀναιρουμένων ἀνῄρηται 〈ἡ οὐσία〉, τὰ μέρη ἄρα τῆς οὐσίας οὐκ εἰσὶν οὐκ οὐσίαι ἀλλ’ οὐσίαι δῆλον ὅτι· ὃ γὰρ μή ἐστιν οὐκ οὐσία, οὐσία ἐστὶν ἐξ ἀνάγκης. ἀλλ’ ἐν τῷ προκειμένῳ οὐκ ἐχρήσατο τῷ αὐτῷ μέσῳ ὅρῳ ἐν τῇ ἐλάττονι προτάσει, ἀλλ’ ἔλαβεν ἀντὶ τῆς οὐσίας τὸ ὅλον· εἰπὼν γὰρ ‘τῆς μὴ οὐσίας ἀναιρουμένης οὐκ ἀνῄρηται ἡ οὐσία’ καὶ δέον εἰπεῖν ‘τῶν μερῶν δὲ ἀναιρουμένων ἀνῄρηται ἡ οὐσία’ οὕτω μὲν οὐκ εἶπεν, ἀλλ’ ὅτι τῶν μερῶν δὲ ἀναιρουμένων ἀνῄρηται τὸ ὅλον. καὶ ἐχρήσατο ἀντὶ μέσου ὅρου τῆς οὐσίας τῷ ὅλῳ ὥστε ἐν τῷ αὐτῷ συλλογισμῷ δύο μέσους παραλαμβάνεσθαι, τὴν οὐσίαν καὶ τὸ ὅλον· ὅπερ τὴν πλάνην ἐποίησε. διὰ τί δὲ οὕτως ἐχρήσατο; λέγομεν ὅτι δύο συλλογισμῶν ὄντων, προσυλλογισμοῦ τε καὶ αὐτοῦ τοῦ συλλογισμοῦ, ἐξ ἑκατέρου μία πρότασις εἴληπται, παραλελειμμέναι δέ εἰσιν αἱ λοιπαὶ δύο. τοῦ γὰρ συλλογισμοῦ τὴν ἐλάττονα πρότασιν βουλόμενος κατασκευάσαι, πόθεν ὅτι τῶν μερῶν ἀναιρουμένων ἀνήρηται ἡ οὐσία, δείκνυσιν αὐτὴν διὰ προσυλλογισμοῦ κεχρημένος μέσῳ ὅρῳ τῷ ὅλῳ, ὥστε εἶναι τὸν προσυλλογισμὸν οὕτως· τῶν μερῶν τῆς οὐσίας ἀναιρουμένων ἀνῄρηται τὸ ὅλον, τοῦ ὅλου ἀναιρουμένου ἀνῄρηται ἡ οὐσία, † τὰ μέρη ἄρα τῆς οὐσίας οὐσίαι εἰσίν· τὸ σχῆμα πρῶτον. ἐπικρύψεως οὖν ἕνεκεν ἢ συντομίας λαβὼν τοῦ προσυλλογισμοῦ τὴν ἐλάττονα πρότασιν τὴν λέγουσαν ‘τῶν μερῶν ἀναιρουμένων ἀνῄρηται τὸ ὅλον’ καὶ τοῦ συλλογισμοῦ τὴν μείζονα τὴν λέγουσαν ‘τῆς μὴ οὐσίας ἀναιρουμένης οὐκ ἀνῄρηται ἡ οὐσία· οὕτως ἐπήγαγε τὸ συμπέρασμα,2 ὅτι τὰ μέρη οὐκ εἰσὶν οὐκ οὐσίαι. ἐχρήσατο οὖν ἐν τῷ συλλογισμῷ ὅρῳ μέσῳ οὐ τῷ αὐτῷ, ἀλλ’ ἐν τῇ μείζονι μὲν τῷ ὄντως μέσῳ, λέγω δὴ τῇ οὐσίᾳ, ἐν δὲ τῇ ἐλάττονι ἀντὶ τῆς οὐσίας τῷ ὅλῳ. ὥστε δυσχερὴς τοῦ τοιούτου τῶν συλλογισμῶν εἴδους ἡ ἀνάλυσις μὴ δυναμένων ἡμῶν ἐκ τοῦ συμπεράσματος στοχάσασθαι τὸ παραλελειμμένον τῶν αὐτῶν ὅρων ὑπαρχόντων ἐν τῷ συμπεράσματι3 οἵπερ ἦσαν καὶ ἐν ταῖς προτάσεσιν. τίθησι μὲν οὖν καὶ ἕτερα εἴδη τῆς τῶν συλλογισμῶν ἀσαφείας, ἀλλ’ ἵνα μὴ πάντα ἅμα λέγωμεν, ἕκαστον ἐν τῷ ἰδίῳ τόπῳ θεωρήσομεν.
因为他说,凡是在结论中包含某个在诸前提中未曾采纳的词项的推论,都更容易被还原到诸格之下;因为从这一词项中最容易看出被遗漏的内容,正如在我们所举的事例中一样。但他指出,在诸推论中,凡是虽然省略陈述、但在结论中包含的词项与在诸前提中所采纳的完全相同的推论,则很难被分析到诸格中;因为被遗漏的内容并不一目了然。例如,他本人援引了一个推论,其表述如下:“当非实体被取消时,实体并未被取消;但当部分被取消时,整体被取消;因此实体的部分不是非实体。”因为在这个推论的结论中,没有任何一个词项不在诸前提之中,而是非实体在其中一个前提中,部分在另一个前提中。因此在这些事例中,分析是困难的,因为甚至要看清被遗漏的内容也是不容易的;因为虽然在此推论中有两个彼此并不相连的前提,但结论中的两个词项各自存在于这两个前提之中。因此,在这一推论中被遗漏的不是词项,而是前提。而通过这些推论所要表明的目的是:实体的部分是实体。并且这个推论是在第二格中证明这一点的,它以实体为中项,以非实体为大项,以实体的部分为小项,并且在某种程度上这样说:“当非实体被取消时,实体并未被取消;但当部分被取消时,[实体]被取消;因此实体的部分不是非实体,而显然是实体”;因为凡不是非实体者,必然是实体。但是在摆在我们面前的事例中,他在小前提中并没有使用同一个中项,而是以整体取代了实体;因为在说了“当非实体被取消时,实体并未被取消”之后,本应当说“但当部分被取消时,实体被取消”,他却没有这样说,而是说“当部分被取消时,整体被取消”。并且他以整体代替了中项实体,以致在同一个推论中采纳了两个中项,即实体和整体;正是这一点造成了迷误。然而他为何要这样使用呢?我们说,由于存在两个推论,即前推论和推论本身,故而从各自之中取出了一个前提,而其余的两个前提被遗漏了。因为他希望确立推论本身的小前提——即凭何得知当部分被取消时实体被取消——便通过一个使用整体作为中项的前推论来证明它,以致前推论如下:“当实体的部分被取消时,整体被取消;当整体被取消时,实体被取消;因此实体的部分是实体。”格是第一格。因此,或者为了隐瞒,或者为了简略,他取了前推论中陈述“当部分被取消时,整体被取消”的小前提,以及推论本身中陈述“当非实体被取消时,实体并未被取消”的大前提;就这样引出了结论,即“部分不是非实体”。因此他在推论中并未采用相同的中项,而是在大前提中使用了真正意义上的中项,即实体,在小前提中则以整体取代了实体。因此,这种类型的推论的分析是困难的,因为由于结论中存在的词项与前提中的词项完全相同,我们无法从结论推测出被遗漏的内容。固然,他还提出了推论中含混不清的其他类型,但为了避免同时陈述所有内容,我们将在各自恰当的位置上予以考察。
- 4.1ἀναιρουμένης τῆς μὴ οὐσίας οὐκ ἀνήρηται ἡ οὐσία
独立属格(ἀναιρουμένης τῆς μὴ οὐσίας)在此起到条件从句的作用(“即使非实体被取消”)。与之形成对比的“τῶν μερῶν δὲ ἀναιρουμένων”同样作为条件修饰主句“ἀνῄρηται τὸ ὅλον”。
- 4.1λαβὼν τοῦ προσυλλογισμοῦ τὴν ἐλάττονα πρότασιν... καὶ τοῦ συλλογισμοῦ τὴν μείζονα... οὕτως ἐπήγαγε τὸ συμπέρασμα
分词 λαβών 支配了两个由所属属格修饰的宾格宾语(τοῦ προσυλλογισμοῦ τὴν ἐλάττονα πρότασιν 和 τοῦ συλλογισμοῦ τὴν μείζονα)。在这两个宾语并列之后,主句谓语动词 ἐπήγαγε 随之出现。
- 4.1μὴ δυναμένων ἡμῶν ἐκ τοῦ συμπεράσματος στοχάσασθαι τὸ παραλελειμμένον τῶν αὐτῶν ὅρων ὑπαρχόντων ἐν τῷ συμπεράσματι
此处出现两个连续的独立属格结构。第一个独立属格 μὴ δυναμένων ἡμῶν 表达原因(“因为我们无法……”),而第二个独立属格 τῶν αὐτῶν ὅρων ὑπαρχόντων 则作为这一无法推断的原因或背景(“由于存在相同的词项”),形成嵌套修饰关系。
