- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:315.3-316.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了第1卷第三部分关于“将推论还原为诸格”(46b40)的引论,阐明了将论证还原为两个直接前提的步骤,以及处理前提省略(大前提或小前提)和增添多余前提的方法。
" Πῶς δ’ ἀνάξομεν τοὺς συλλογισμοὺς εἰς τὰ προειρημένα σχήματα, λεκτέον ἂν εἴη μετὰ ταῦτα· λοιπὸν γὰρ ἔτι τοῦτο τῆς σκέψεως." Πέρας ἀπείληφε τὸ δεύτερον τοῦ βιβλίου τμῆμα· τοῦτο δέ ἐστι τὸ περὶ τῆς εὐπορίας τῶν προτάσεων. ἐντεῦθεν λοιπὸν ἐπὶ τὸ τρίτον μεταβέβηκε· τοῦτο δέ ἐστι πῶς ἂν δυνηθείημεν τοὺς ἢ παρὰ τοῖς παλαιοτέροις συλλογισμοὺς ἢ ὅσους ἡμῖν οἱ προσδιαλεγόμενοι πλέκουσιν ἀνάγειν εἰς τὰ προειρημένα τρία σχήματα. τούτου γὰρ δειχθέντος, φησί, τέλος ἂν ἡμῖν ἔχοι ἡ προκειμένη πραγματεία· εἰ γὰρ τήν τε γένεσιν τῶν συλλογισμῶν μεμαθήκαμεν, ἔτι τε πῶς ἀναγαγεῖν δυνάμεθα εἰς τὰ προειρημένα σχήματα τοὺς προτιθεμένους συλλογισμούς, τελειοτάτην ἂν ἔχοιμεν τὴν συλλογιστικὴν ἕξιν. δεῖ οὖν, φησίν, εἰς τὰς προσεχεῖς δύο προτάσεις ἀναγαγεῖν τὸν συλλογισμόν (αὗται γάρ εἰσιν αἱ προσεχῶς τοῦ συμπεράσματος συνακτικαί), ἔπειτα τοὺς ὅρους ἐπισκοπεῖν ἐξ ὧν αὗται συνεστήκασι. πολλάκις δέ, φησίν, οὔτε οἱ γράφοντες οὔτε οἱ προσδιαλεγόμενοι τὰς δύο προτείνουσι προτάσεις, ἀλλ’ ἔστιν ὅτε τὴν μίαν παραλιμπάνουσι, καὶ ἤτοι τὴν μείζονα ἢ τὴν ἐλάττονα. καὶ τὴν ἐλάττονα μέν, ὡς ὅταν εἴπω οὕτως· πᾶν οἰκεῖον ἀγαθόν, ἡ ὑγίεια ἄρα ἀγαθόν· ἢ πᾶν κατὰ φύσιν ἀγαθόν, ἡ ἡδονὴ ἄρα ἀγαθόν· ἐνταῦθα γὰρ δῆλον ὅτι ἡ ἐλάττων πρότασις παραλέλειπται ἡ λέγουσα ἐν μὲν τῷ πρώτῳ συλλογισμῷ ὅτι ἡ ὑγίεια οἰκεῖον, ἐν δὲ τῷ δευτέρῳ ὅτι ἡ ἡδονὴ κατὰ φύσιν. δῆλον δὲ γίνεται ἐν τούτοις τὸ παραλελειμμένον ἐκ τοῦ συμπεράσματος· ἐὰν γὰρ εὕρωμεν ὅρον ἐν τῷ συμπεράσματι ὃν ἐν ταῖς προτάσεσιν οὐκ εἴχομεν, ὥσπερ ἐν τούτοις τὴν ὑγίειαν ἢ τὴν ἡδονήν, δῆλον ὅτι ἀπό τινος παραλελειμμένης προτάσεώς ἐστιν οὗτος ὁ ὅρος ἐν τῷ συμπεράσματι. γινώσκομεν δὲ ποία ἐστὶν ἡ παραλελειμμένη, πότερον μείζων ἢ ἐλάττων, ἐκ τῆς τάξεως τοῦ ἐν τῷ συμπεράσματι καινοτέρου ὅρου· ἐὰν μὲν γὰρ ὁ ὑποκείμενος ᾖ, ἐλάττων, ἐὰν δὲ ὁ κατηγορούμενος ᾖ, μείζων, ὥσπερ ἐν τούτοις ἐστὶν ἡ ἡδονὴ καὶ ἡ ὑγίεια. ἔχει οὖν οὗτος τὴν τοῦ ὑποκειμένου τάξιν1 ἐν τῷ συμπεράσματι· ὁ δὲ ὑποκείμενος ἐν τῷ συμπεράσματι τῆς ἐλάττονός ἐστι προτάσεως, ὥσπερ ὁ κατηγορούμενος τῆς μείζονος· δῆλον οὖν ἄρα ὅτι ἡ ἐλάττων ἐστὶν ἡ παραλελειμμένη. ἐνίοτε δέ, ὡς εἶπον, τὴν μὲν μείζονα παραλιμπάνουσι, λέγουσι δὲ τὴν ἐλάττονα, οἷοί εἰσι πάντες οἱ ῥητορικοί·2 ὁ δεῖνα νύκτωρ πλανᾶται, κλέπτης ἄρα ἐστίν· ὁ δεῖνα καλλωπιστής, οὐκοῦν καὶ μοιχός. ἔχει γὰρ τὸ συμπέρασμα πῇ μὲν τὸν κλέπτην πῇ δὲ τὸν μοιχόν· κατηγοροῦνται δὲ οὗτοι ἐν τῷ συμπεράσματι. οὐκοῦν ἡ μείζων ἐστὶν ἡ παραλελειμμένη· ὁ δεῖνα νύκτωρ πλανᾶται, πᾶς νύκτωρ πλανώμενος κλέπτης ἐστίν, ὁ δεῖνα ἄρα κλέπτης ἐστίν· ὁ δεῖνα καλλωπιστής, πᾶς καλλωπιστὴς μοιχός, ὁ δεῖνα ἄρα μοιχός. ἐνίοτε δέ, φησίν, οὐ παραλιμπάνουσι πρότασιν, περιττὰ δὲ τιθέασιν, ἢ καὶ παραλιμπάνουσι μέν τινα, καὶ ἄλλα δὲ τιθέασι περιττά· καὶ δεῖ συνορᾶν τί μὲν παραλέλειπται, καὶ τοῦτο προστιθέναι, τί δὲ περιττὸν εἴρηται, καὶ τοῦτο ἀφαιρεῖσθαι, ἕως οὗ καταντήσομεν εἰς τὰς δύο προτάσεις. καὶ ὅπως μὲν παραλιμπάνουσιν ἐνίοτε μίαν τῶν προτάσεων, εἴπομεν ἤδη. προστιθέασι δὲ περιττά, ὡς ἐὰν εἴπω· ἡ ἡδονὴ κατὰ φύσιν, ἡ ἡδονὴ λεία ἐνέργεια, ἡ ἡδονὴ ἀνενόχλητος ζωή, πᾶν τὸ κατὰ φύσιν ἀγαθόν· ἐν τούτοις γὰρ μόνον χρειῶδες πρὸς τὸ συμπέρασμα τὸ ‘ἡ ἡδονὴ κατὰ φύσιν’, τὰ δὲ ἄλλα περιττὰ καὶ μάτην παρείληπται, εἰ μὴ δι’ ἄλλην τινὰ αἰτίαν τῶν προειρημένων τι παραληφθείη, ἢ δι’ ἐπίκρυψιν ἢ δι’ ἄλλο τι. συμβαίνει οὖν ὅτε καὶ προστιθέασι περιττὰ καὶ τῶν ἀναγκαίων τι παραλιμπάνουσιν, οἷον, ὡς εἴπομεν ἤδη, ἤτοι τὴν μείζονα πρότασιν ἢ τὴν ἐλάττονα. τινὲς μὲν οὖν, φησί, τῶν προτεινομένων συλλογισμῶν ἐλλειπτικῶς εἰρημένοι ῥᾳδίαν ἔχουσι τὴν εἰς τὰ σχήματα ἀνάλυσιν, τινὲς δὲ δυσχερεστέραν.
“我们应当如何把推论还原到前述的格,在此之后应当予以阐述;因为探究的这[一部分]尚且遗留。” 本书的第二部分已经结束;这一部分是关于前提的充分储备。自此,他进而转向第三部分;这就是我们如何能够把那些无论是在古人那里见到的推论,还是对话者为我们编织的诸多推论,还原到前述的三个格中。因为他说,一旦表明了这一点,摆在我们面前的研究工作就达到了终结;因为如果我们既学会了推论的生成,又〔学会了〕如何能够将摆在面前的推论还原到前述诸格中,我们就会拥有最为完备的推论素养。因此他说,必须把推论还原为邻接的两个前提(因为直接推导出结论的正是这两者),然后审视构成这两者的诸词项。然而他说,著述者与对话者往往并不提出两个前提,而是有时会遗漏其中之一,即要么遗漏大前提,要么遗漏小前提。遗漏小前提就像是我这样说的时候:“凡属亲近者皆善,因此健康是善”;或者“凡顺应自然者皆善,因此快乐是善”;因为在这里显而易见,小前提被遗漏了——在第一个推论中说“健康是亲近的”,在第二个推论中说“快乐是顺应自然的”那个小前提。而在这些事例中,被遗漏的内容从结论中变得显明;因为如果我们在结论中发现了一个在前提中不曾拥有的词项,如同在这些事例中的“健康”或“快乐”,那么显而易见,结论中的这个词项来自某个被遗漏的前提。而我们根据结论中较新的词项的位次,就能知晓被遗漏的是哪一个,是大前提还是小前提;因为如果它是主项,那就是小前提,如果它是谓项,那就是大前提,正如在这些事例中的快乐和健康。因此,这一[词项]在结论中占据主项的位次;而结论中的主项属于小前提,正如谓项属于大前提一样;因此显然被遗漏的是小前提。但正如我所说,有时他们遗漏大前提而说出小前提,所有的修辞性推论皆属此类:“某人夜间游荡,因此他是盗贼”;“某人喜好修饰,因此也是通奸者”。因为结论在一处包含“盗贼”,在另一处包含“通奸者”;而这些在结论中作为谓项被述谓。因此被遗漏的是大前提:“某人夜间游荡,凡夜间游荡者皆是盗贼,因此某人是盗贼”;“某人喜好修饰,凡喜好修饰者皆是通奸者,因此某人是通奸者”。他说,有时他们不是遗漏前提,而是设定了多余的前提,或者既遗漏了某些前提,又设定了其他多余的前提;我们必须看清何者被遗漏并将其补上,何者被多余地陈述并将其删去,直至我们达到这两个前提为止。至于他们有时如何遗漏前提中的一个,我们已经说过了。而添加多余之物,正如我若这样说:“快乐是顺应自然的,快乐是平滑的现实活动,快乐是不受干扰的生活,凡顺应自然者皆善”;因为在这些之中,对于结论而言唯有“快乐是顺应自然的”是必需的,其余的则是多余且徒劳地被采纳的,除非前述诸项中的某项是出于某种别的原因被采纳,不论是为了隐瞒还是其他原因。因此有时发生的是,他们既添加了多余的事物,又遗漏了某个必要的前提,例如像我们已经说过的,要么遗漏大前提,要么遗漏小前提。因此他说,在提出的推论中,有些省略陈述的易于分析到诸格中,有些则更为困难。
- 4.1ἔχει οὖν οὗτος τὴν τοῦ ὑποκειμένου τάξιν
指示代词 οὗτος 并非指代紧邻其前的阴性具体例(ἡ ἡδονὴ καὶ ἡ ὑγίεια),而是照应前面出现的阳性名词短语“结论中较新的词项”(ὁ ἐν τῷ συμπεράσματι καινότερος ὅρος)。
- 4.1οἷοί εἰσι πάντες οἱ ῥητορικοί
由性质关系代词 οἷοι 引导的从句,在 πάντες οἱ ῥητορικοί 之后省略了名词 συλλογισμοί。需补足为“所有修辞学推论皆属的那种(推论)”来理解。
