← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§313.20-314.24

未知述词下划分法的局限与第一本原的必要性

约安尼斯·斐洛庞诺斯论述了在未知两个相互排斥的述词中哪一个为真的情形下(如对角线的可通约性)划分法是无能为力的,并总结了亚里士多德关于划分法既不适用于一切探求、亦不能用于论证定义的结论。针对属的不可论证性这一反驳,他阐明了辩证法的作用以及论证中不证自明的第一本原(共同概念)的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.86

" Οὔτε ἐν οἷς ἀγνοεῖται πότερον ὧδε ἢ ὧδε ἔχει." Ἐν τούτοις δοκεῖ δεικνύναι, φησίν, ἐν οἷς ὁμολογεῖται τὸ συμπέρασμα· ἐπειδὴ γὰρ ὁμολογεῖται ὅτι ὁ ἄνθρωπος λογικός, διὰ τοῦτο προβαίνει αὐτοῖς ὁ λόγος λέγουσιν ‘ἀλλὰ μὴν οὐκ ἄλογος· λογικὸς ἄρα’· ἐπεὶ ἐν οἷς ἀμφίβολον ποῖόν ποτε δεῖ τῶν ἀντιδιῃρημένων κατηγορῆσαι τοῦ προκειμένου, ἐλέγχεται ἡ διαιρετικὴ ἀποδεῖξαι μὴ δυναμένη. ὡς ἐπὶ τῆς διαμέτρου καὶ τῆς πλευρᾶς ἔχει· ὅτι μὲν γὰρ ἀνάγκη ἢ σύμμετρον ἢ ἀσύμμετρον εἶναι δείκνυσιν· εἰ γὰρ ἡ διάμετρος καὶ ἡ πλευρὰ μεγέθη, πᾶν δὲ μέγεθος ἢ σύμμετρόν τινι μεγέθει ἐστὶν ἢ ἀσύμμετρον, καὶ ἡ διάμετρος ἄρα τῇ πλευρᾷ ἢ σύμμετρος ἔσται ἢ ἀσύμμετρος· πότερον δὲ σύμμετρός ἐστιν ἢ ἀσύμμετρος, οὐκέτι ἕξει δεικνύναι· ἀμφίβολον γὰρ τοῦτο. ὥστε ὅσον ἐπὶ τῇ διαιρετικῇ μεθόδῳ1 οὐ δυνατὸν δεῖξαι εἴτε σύμμετρος ἡ διάμετρος εἴτε ἀσύμμετρος.

“在未知究竟是如此还是如彼的事例中[也不能推论]。” 他说,[划分法]似乎正是在那些结论已被承认的事例中才表现为在证明;因为既然人是有理性的已被承认,正因如此,当他们说“但他确实不是非理性的;因此是有理性的”时,论述对他们而言就得以进行下去;因为在那些究竟应当把对立划分项中的哪一个述谓主体存有疑虑的事例中,划分法就会因无力论证而遭到驳斥。正如在对角线与边的情况中所呈现的那样;因为它的确表明了它必然要么是可通约的要么是不可通约的;因为如果对角线与边是量度,而每一个量度相对于某个量度而言要么是可通约的要么是不可通约的,那么对角线相对于边而言也将要么是可通约的要么是不可通约的;但究竟是可通约的还是不可通约的,它将不再能够表明;因为这是存疑的。因此,就划分法而言,不可能表明对角线究竟是可通约的还是不可通约的。

§3.87

"Ἡ μὲν γὰρ ὁδὸς αὕτη· διὰ ταύτης δὲ οὐκ ἔστιν." Ἡ μέθοδος, φησίν, ἡ διαιρετικὴ αὕτη ἐστί, τὸ λαμβάνειν τὸ προκείμενον ἢ τόδε εἶναι ἢ τόδε· διὰ ταύτης δὲ τῆς ὁδοῦ ἀδύνατον δεῖξαι ὅτι τόδε τί ἐστιν.

“因为这是那种途径;但通过它[证明]是不可能的。” 他说,划分法就是这一点,即设定被讨论的主题要么是这要么是那;但通过这条途径,不可能表明它是某个特定的这。

§3.88

"Φανερὸν οὖν ὅτι οὔτε πρὸς πᾶσαν σκέψιν ἁρμόζει τῆς ζητήσεως ὁ τρόπος, οὔτε ἐν οἷς μάλιστα δοκεῖ πρέπειν, ἐν τούτοις ἐστὶ χρήσιμος." Δέδεικται γὰρ ὅτι οὔτε πρὸς τὸ δεῖξαι τὰ κατὰ συμβεβηκὸς ὑπάρχοντα ἢ τὰ ἴδια χρησιμεύσει, καὶ ὅτι τῶν προβλημάτων μόνον τὸ καθόλου καταφατικὸν δοκεῖ δεικνύναι, καὶ ὅτι τοὺς ὁρισμοὺς ἐπαγγελλομένη δεικνύναι τούτους μὲν οὐ δείκνυσιν ἀλλ’ αἰτεῖται, ἄλλο δέ τι δείκνυσιν ὃ μὴ βούλεται, καὶ ὅτι οὐδὲ περὶ γενῶν ὅτι τόδε τοῦδε γένος ἐνδέχεται διὰ τῆς διαιρετικῆς μεθόδου ἀποδεῖξαι. εἰ δέ τις λέγοι ὅτι οὐδὲ διὰ τῆς τοῦ Ἀριστοτέλους μεθόδου ἔστι τὰ γένη ἀποδεῖξαι, ἴστω ὅτι, καὶ εἰ μὴ ἀποδεικτικῶς ἔστιν αὐτὰ ἀποδεῖξαι, ἀλλ’ οὖν γε παρέδωκεν ἐν τοῖς Τοπικοῖς τόπους τινὰς δι’ ὧν δυνατὸν διαλεκτικῶς τὴν περὶ τῶν γενῶν πίστιν ποιήσασθαι. οὐδὲν δὲ θαυμαστὸν οὐδὲ εἰ2 ἡ διαιρετικὴ λαμβάνει ὡς ὁμολογούμενα τὰ γένη, ὅταν ὑπὸ τῆς ἐναργείας μαρτυρούμενα ᾖ· οὐδὲ γὰρ αἱ ἀποδεικτικαὶ μέθοδοι ἀποδεῖξαί τι δύνανται μὴ λαβοῦσαί τινα ἐκ τῶν φαινομένων ἀναποδείκτως· ἀρχὴ γὰρ πάσης ἀποδείξεως αἱ κοιναὶ ἔννοιαι καὶ τὰ ὑπὸ τῆς ἐναργείας μαρτυρούμενα. εἰ γὰρ μὴ ληφθείη τι ὡμολογημένον ἀλλ’ ἀεὶ τὸ ληφθὲν δέοι ἀποδεικνύναι, ἀναιρεθήσεται ἀπόδειξις τῆς προόδου ἐπ’ ἄπειρον γινομένης·3 δεήσει γὰρ ἀεὶ τὸ ληφθὲν εἰς ἄλλου ἀπόδειξιν ἀποδεικνύναι. δέδεικται δὲ ἐν τοῖς Ἀποδεικτικοῖς αὐτὸ τοῦτο, ὅτι οὐ προΐασιν ἐπ’ ἄπειρον αἱ ἀποδείξεις ἀλλ’ ἀρχὰς ἔχουσιν ἀναποδείκτους τὰς κοινὰς ἐννοίας καὶ τὰ ὑπὸ τῆς ἐναργείας μαρτυρούμενα.

“因此,显而易见,这种探求的方式既不适合于一切考察,甚至在它似乎最为适用的事例中也是无用的。” 因为已经表明,它对于证明偶然属性或固有属性既无用处,而且在诸问题中它似乎只能表明全称肯定命题,并且在声称表明定义时,它并未表明这些定义反而是在乞题,所表明的乃是它并未意图的别的事项,而且通过划分法甚至不可能就属论证‘这是那的属’。但如果有人说,通过亚里士多德的方法也不能论证诸属,那么应当知道,即使不可能论证性地证明它们,然而他无论如何在《论题篇》中提供了某些论题,通过这些论题可能以辩证的方式建立起关于诸属的确信。而且,即便划分法在属被明见性所证实的时候将它们当作已被承认的事物来选取,也没有任何值得奇怪的;因为论证性的方法如果不同样无须证明地从现象中选取某些事物,也无法证明任何东西;因为一切论证的本原就是共同概念和被明见性所证实的事项。因为如果不选取某种被承认的事物,而是总是必须证明被选取的项,那么由于进展成为无限,论证就会被瓦解;因为总是必须去证明为了另一项的论证而被选取的项。而这件事情本身已经在《后分析篇》中得到表明:论证不会进行到无限,而是拥有共同概念和被明见性所证实的事项作为无需证明的本原。

语法注3 条
  1. 3.86ὅσον ἐπὶ τῇ διαιρετικῇ μεθόδῳ

    由 ὅσον ἐπί 后接与格构成的习语,充当表示限制的副词性表达,意为“就……而言”或“在……的限度内”。

  2. 3.88οὐδὲν δὲ θαυμαστὸν οὐδὲ εἰ

    将 οὐδὲν θαυμαστόν(毫无奇怪之处)与带有否定词 οὐδέ 的条件从句 εἰ(即使……也)结合的句式。承接上文的否定语境,以让步的方式引入论点:“即便划分法将属作为已被承认的事物来选取,也没有任何值得奇怪的”。

  3. 3.88ἀναιρεθήσεται ἀπόδειξις τῆς προόδου ἐπ’ ἄπειρον γινομένης

    τῆς προόδου... γινομένης 为属格绝对结构,在此表示主句 ἀναιρεθήσεται ἀπόδειξις(论证将被瓦解)的原因或理由(“由于进展成为无限”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:313.20-314.24