- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:312.6-313.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯阐释了亚里士多德的批判,指出划分法缺乏通过中项来论证构成性种差的途径,并进一步证明了划分法既无法进行反驳或得出否定及特称结论,也无法就偶性、固有属性或属进行推论。
" Καὶ γὰρ τὴν ἄλλην ὁδὸν ποιοῦνται πᾶσαν οὐδὲ τὰς ἐνδεχομένας εὐπορίας ὑπολαμβάνοντες ὑπάρχειν." Τὴν ἄλλην ὁδόν, τουτέστι τὴν λοιπήν, λέγω δὴ τὴν μέχρι τῶν ἀτόμων διαίρεσιν· διαιροῦσι γὰρ τὸ ζῷον εἰς τὸ λογικὸν καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον, τὸ θνητὸν εἰς ὑπόπουν καὶ ἄπουν, τὸ ὑπόπουν εἰς δίπουν καὶ πολύπουν, μέχρις οὗ καταντήσουσιν εἰς ἄτομον· κείσθω γὰρ τὸ δίπουν ἀδιαίρετον. πᾶσαν οὖν ταύτην τὴν ὁδὸν ποιοῦνται μὴ συνορῶντες μηδὲ ἐκ ποίων εὐπορῆσαι δυνατὸν εἰς ἀπόδειξιν τῶν διαφορῶν,1 ὧν τῇ συμπλοκῇ τὸν ὁρισμὸν ποιῆσαι βούλονται, οἷον ὅτι ὁ ἄνθρωπος λογικός, εἰ λάβοιεν μέσον ὅρον τὸ βουλευτικόν· ὁ ἄνθρωπος βουλευτικός, τὸ βουλευτικὸν λογικόν, ὁ ἄνθρωπος ἄρα λογικός. οὐδὲ τοσοῦτον οὖν συνιδεῖν δύνανται, τίς ἂν εἴη μέσος ὅρος ὁ συνάψαι τοὺς ἄκρους δυνάμενος.
“因为他们也走完了其余的整个途径,甚至没有设想可行的手段是存在的。” “其余的途径”,也就是剩余的途径,我是指直到不可分者的划分;因为他们把动物划分为理性的和非理性的,把理性的划分为有死的和不死的,把有死的划分为有足的和无足的,把有足的划分为双足的和多足的,直到他们达到不可分者;因为且设定双足的是不可分割的。因此,他们走完了这整个途径,甚至未能看清可以从何种事物中获得论证种差的手段——他们正是希望通过这些种差的结合来构成定义——例如,人是有理性的,如果他们把具有深思能力取为中项:“人是具有深思能力的,具有深思能力的是有理性的,因此人是有理性的”。因此,他们甚至不能看清这样一点:究竟何种中项能够连接两端项。
"Φανερὸν δὲ ὅτι οὔτ’ ἀνασκευάσαι ταύτῃ τῇ μεθόδῳ ἔστιν οὔτε περὶ συμβεβηκότος ἢ ἰδίου συλλογίσασθαι οὔτε περὶ γένους." Ὅτι μὲν οὖν ἄχρηστος εἰς τὸ συλλογίσασθαι ἡ διαιρετικὴ μέθοδος, εἴρηται. εἰ δὲ ὅλως καὶ ἦν δυνατὸν συλλογίσασθαι δι’ αὐτῆς, δῆλον ὅτι, φησί, μόνα τὰ καταφατικὰ δυνατὸν ἦν διὰ ταύτης δεικνύναι, καὶ οὐδὲ πάντα ἀλλὰ μόνον τὸ καθόλου, ἀποφατικὸν δὲ οὐδέν. εἰ γὰρ ἡ διαίρεσις γίνεται τῶν γενῶν κατὰ τὰς ἰδίας αὐτῶν διαφοράς, αὗται δὲ αἱ διαφοραὶ τοιῶσδε συμπλεκόμεναι ἀποτελοῦσι τὰ εἴδη, δῆλον ὅτι περὶ μόνων τῶν ὑπαρχόντων τοῖς πράγμασιν.2 εἰ δέ τις εἴποι ‘ἀλλὰ δύναμαι καὶ ἀποφατικὸν ποιῆσαι συμπέρασμα λέγων οὕτως· ὁ ἄνθρωπος ζῷον, πᾶν ζῷον ἢ λογικὸν ἢ ἄλογον, ὁ ἄνθρωπος ἄρα ἢ λογικὸς ἢ ἄλογος· ἀλλὰ μὴν λογικός ἐστιν· οὐκ ἄλογος ἄρα’, τὰ αὐτὰ πάλιν καὶ πρὸς τοῦτον ἐροῦμεν, ὅτι τοῦτο οὐ κατασκευή ἐστιν ἀλλ’ αἴτημα. τὸ γὰρ ὅλως ἔμφασιν ἔχον ἀποδείξεως τὸ ‘ἢ λογικὸς ἢ ἄλογος’ ἐστί·3 τοῦτο δὲ καταφατικόν ἐστι τὸ συμπέρασμα. ὅτι δὲ οὐδὲ τὸ μερικὸν καταφατικὸν δυνατὸν διὰ τῆς μεθόδου ταύτης συναχθῆναι, δῆλον ἐντεῦθεν· διαιροῦσι γὰρ τὸν μέσον ὅρον εἰς πάσας τὰς διαφοράς, ὥστε πάντα ἄνθρωπον ἀνάγκη ἢ λογικὸν εἶναι ἢ ἄλογον ἢ θνητὸν ἢ ἀθάνατον. ἀεὶ οὖν τὸ καθόλου συνάγουσιν. καὶ ὅτι ὁ σκοπὸς τὰ ἐν τῷ ὅρῳ παραλαμβανόμενα ἀποδεῖξαι, ταῦτα δὲ παντὶ τῷ ὁριστῷ ὑπάρχειν ἀνάγκη. Οὔτε περὶ συμβεβηκότος, φησίν, ἢ ἰδίου. εἰκότως· ταῦτα μὲν γὰρ ἐπουσιώδη εἰσὶ καὶ κατὰ συμβεβηκὸς ὑπάρχοντα· ἡ δὲ διαίρεσις εἰς τὰ κατ’ οὐσίαν ὑπάρχοντα γίνεται. ἴσως ἀπορήσειεν ἄν τις ὅτι καὶ συμβεβηκότων ἀπόδειξιν δυνατὸν διὰ τῆς διαιρετικῆς γενέσθαι· φήσειε γὰρ ‘ὁ ἄνθρωπος κέχρωσται· πᾶν δὲ χρῶμα ἢ λευκὸν ἢ μέλαν ἤ τι τῶν μεταξύ’. φημὶ δὲ πρὸς τοῦτο ὅτι ἡ διαιρετικὴ ἑκάστην τῶν δέκα κατηγοριῶν ἀπὸ τῶν γενικωτάτων ἀρξαμένη διαιρεῖ μέχρι τῶν εἰδικωτάτων, οὐ μὴν ἔργον αὐτῆς ὁρᾶν τί τῶν συμβεβηκότων τινὶ οὐσίᾳ ὑπάρχει, ὥστε τὸ λαβεῖν ὅτι ὁ ἄνθρωπος κέχρωσται οὐ διαιρετικῆς ἔργον· ὅτε γὰρ ἐλάμβανεν ὅτι ὁ ἄνθρωπος ζῷον, τοῦτο ἐκ τῆς διαιρέσεως εἶχε τοῦ ζῴου εἰς τὰ εἰδικώτατα εἴδη. Οὔτε περὶ γένους φησίν· ἀεὶ γὰρ τὸ γένος ἡ διαίρεσις ὁμολογούμενον λαμβάνει. δείκνυσι δέ, ὡς καὶ ἤδη εἴπομεν, ἐν τοῖς Ἀποδεικτικοῖς ὁ Ἀριστοτέλης, ὅτι ἀδύνατον γένους ἀπόδειξιν γενέσθαι, λέγω δὲ ὅτι τόδε τοῦδε γένος.
“显而易见,借由这种方法既不可能进行反驳,也不可能就偶性或固有属性进行推论,也不可能就属进行推论。” 因此,划分法对于推论是无用的,这一点已经说明了。他说,即使完全可能通过它进行推论,显然通过它也只能表明肯定性的事项,而且甚至不是全部肯定性事项,而仅仅是全称的,而绝不可能表明任何否定性的事项。因为如果属的划分是依照其特有的种差进行的,而这些种差以如此方式结合起来构成了种,那么显然[划分仅仅关涉]属于事物的事项。但如果有人说:“但我也可以通过如下表述得出一个否定性的结论:‘人是动物,一切动物要么是有理性的要么是非理性的,因此人要么是有理性的要么是非理性的;但人确实是有理性的;因此不是非理性的’”,我们将再次对这人说同样的话:这不是立论,而是乞题。因为全然带有论证表象的只是‘要么是有理性的要么是非理性的’;而这一结论是肯定性的。再者,通过这种方法也不可能推导出特称肯定命题,从以下事实看也是显而易见的:因为他们把中项划分为全部种差,以至于一切人都必然要么是有理性的要么是非理性的,要么是有死的要么是不死的。因此他们总是推导出全称命题。而且还因为其目的是论证包含在定义中的事项,而这些事项必然属于被定义的全部对象。他说“既不可能就偶性也不可能就固有属性[进行推论]”。这是合情合理的;因为这些是外在于本质的且是偶然属于的,而划分则是针对依本质属于的事项进行的。也许有人会提出疑难说,通过划分法对偶性进行论证也是可能的;因为他可以说:“人是有颜色的;而一切颜色要么是白要么是黑,要么是某种中间色”。但我对此回答说,划分法固然从最高属开始将十个范畴中的每一个划分直至最底层的种,然而审视何种偶性属于某一实体并不是它的任务,因此设定人是有颜色的并不是划分法的任务;因为当他设定人是动物时,他是从动物向最底层种的划分中获得这一点的。他说“也不可能就属[进行推论]”;因为划分总是将属当作已被承认的事物来选取。而且正如我们已经说过的,亚里士多德在《后分析篇》中表明,对属进行论证——我是指论证‘这是那的属’——是不可能的。
- 3.84μηδὲ ἐκ ποίων εὐπορῆσαι δυνατὸν εἰς ἀπόδειξιν τῶν διαφορῶν
间接疑问从句“ἐκ ποίων εὐπορῆσαι δυνατόν”(可以从何种事物中获得手段)充当分词“συνορῶντες”(看清、觉察)的宾语。“ἐκ ποίων”指代论证种差时所需的中项(μέσος ὅρος)可从何类属性或概念中寻得。
- 3.85δῆλον ὅτι περὶ μόνων τῶν ὑπαρχόντων τοῖς πράγμασιν
这是“δῆλον ὅτι”之后省略了谓语动词(如“γίνεται ἡ διαίρεσις”或“συλλογίζονται”)的紧缩句。顺承前文条件句“εἰ γὰρ ἡ διαίρεσις γίνεται...”,补足其意为“[划分/推论仅仅关涉]属于事物的事项[从而只能处理肯定命题]”。
- 3.85τὸ γὰρ ὅλως ἔμφασιν ἔχον ἀποδείξεως τὸ ‘ἢ λογικὸς ἢ ἄλογος’ ἐστί
该句为主谓表结构:主语为名词化分词短语“τὸ γὰρ ὅλως ἔμφασιν ἔχον ἀποδείξεως”(全然带有论证表象的),表语为“τὸ ‘ἢ λογικὸς ἢ ἄλογος’ ἐστί”(是‘要么是理性的要么是非理性的’)。“ἔμφασιν ἔχον”意为“带有……的外表/外观”,指其并非真正论证,仅具形式上的外表。
