- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:310.28-312.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯遵循亚里士多德(46b3–46b22),通过具体例证阐明了划分法的倡导者并未证明所提出的结论,而是推导出另一选言命题并乞求所必需的种差,以及依次收集种差并不能构成对完整定义的论证。
" Ἔστω γὰρ τὸ ζῷον μὲν ἐφ’ οὗ Α." Τὰ παραδείγματα τῶν εἰρημένων λαμβάνει, λέγω ὅτι τε οἱ διὰ τῆς διαιρετικῆς συλλογιζόμενοι ὃ μὲν προτίθενται οὐ δεικνύουσιν ἀλλ’ αἰτοῦσιν, ἄλλο δέ τι συμπεραίνουσι, καὶ ὅτι τὸν μέσον ὅρον ἐπὶ πλέον λαμβάνουσι τοῦ μείζονος. τὸ Δ, ὅπερ ἐστὶν ἄνθρωπος, Α ἐστίν, ὅπερ ἐστὶ ζῷον· τὸ Α ἢ Β ἐστὶν ἢ Γ, τουτέστιν ἢ θνητὸν ἢ ἀθάνατον· τὸ Δ ἄρα ἢ Β ἐστὶν ἢ Γ, τουτέστιν ὁ ἄνθρωπος ἢ θνητὸν ἢ ἀθάνατον. ὥστε μέσον μὲν τὸ ζῷον, μείζων δὲ ὅρος τὸ θνητόν, ὃ βούλονται ὑπάρχον δεῖξαι τῷ ἀνθρώπῳ. καὶ δῆλον ὅτι τοῦτο μὲν οὐκ ἔδειξαν ἀλλ’ ἄλλο τι, ἢ γὰρ θνητὸν εἶναι τὸν ἄνθρωπον ἢ ἀθάνατον.
“因为设动物为Α在其上者,”他选取了上述诸事的例证——我是指,那些通过划分进行推论的人不仅没有证明他们所提出的主张,反而在乞求它,同时得出另一结论;而且他们把中项取为在外延上大于大项。Δ即人,是Α即动物;Α要么是Β要么是Γ,也就是说,要么是有死的要么是不死的;因此Δ要么是Β要么是Γ,也就是说,人要么是有死的要么是不死的。因此动物是中项,而有死的是大项,他们希望表明它属于人。显然他们并没有表明这一点,而是表明了另一件事,即人要么是有死的要么是不死的。
"Ὁ δὲ ἄνθρωπος, οὗ τὸν λόγον δεῖ λαβεῖν.1" Τουτέστι τὸν ὁρισμόν· εἶπε γὰρ ἤδη ὅτι ἐνόμιζον οἱ τῇ διαιρετικῇ χρησάμενοι μάλιστα τοὺς ὁρισμοὺς δι’ αὐτῆς δύνασθαι ἀποδεικνύναι. διαιροῦντες γὰρ ἀεὶ τὸ γένος εἰς τὰς οἰκείας διαφορὰς καὶ ἀφοριζόμενοι καθ’ ἑκάστην διαίρεσιν τὴν συστατικὴν τοῦ ἀνθρώπου διαφορὰν οὕτω ταύτας μετὰ τοῦ γένους συμπλέξαντες ἀποδεικνύναι τὸν ὁρισμὸν ᾤοντο.
“而人,其定义是人们必须获取的,”也就是说,定义;因为他已经说过,那些使用划分法的人认为,尤其可以通过划分法来论证定义。因为他们总是把属划分为其特有的种差,并在每次划分中划定人的构成性种差,这样将这些种差与属结合起来,他们便以为自己论证了定义。
"Πάλιν τὸν ἄνθρωπον ἀεὶ διαιρούμενος τίθεται εἶναι ζῷον." Ἀεί, φησίν, προϊὼν κατὰ τὴν διαίρεσιν τὸν ἄνθρωπον ζῷον εἶναι λαμβάνει, καὶ συλλογίζεταί τι τῶν ἀπὸ τῆς διαιρέσεως αὐτοῦ εἶναι. οἷον ὁ ἄνθρωπος ζῷον, πᾶν ζῷον ἢ λογικὸν ἢ ἄλογον, ὁ ἄνθρωπος ἄρα ἢ λογικὸς ἢ ἄλογος· ἀλλὰ μὴν οὐκ ἄλογος· λογικὸς ἄρα. πάλιν ὁ ἄνθρωπος ζῷον, πᾶν ζῷον ἢ θνητὸν ἢ ἀθάνατον, ὁ ἄνθρωπος ἄρα ἢ θνητὸς ἢ ἀθάνατος· ἀλλὰ μὴν οὐκ ἀθάνατος· θνητὸς ἄρα. καὶ οὕτως ἐπὶ πασῶν τῶν τοῦ ζῴου διαφορῶν ποιεῖται. ὥστε ὃ μὲν οὐ προτίθεται συλλογίζεται, τὸ ‘ἢ τόδε ἢ τόδε ἐστίν’, ὃ δὲ προτίθεται αἰτεῖται, τὸ λογικὸν εἶναι ἢ θνητόν· οὐ γὰρ δείκνυσιν ἀλλ’ ὡς ὁμολογούμενον λαμβάνει.
“再次,他在不断划分时,设定人是动物。” 他说,他在沿着划分不断推进时,把人取为动物,并推论出来自划分的某物属于它。例如,人是动物,一切动物要么是有理性的要么是无理性的,因此人要么是有理性的要么是无理性的;但决不是无理性的;因此是有理性的。再次,人是动物,一切动物要么是有死的要么是不死的,因此人要么是有死的要么是不死的;但决不是不死的;因此是有死的。对于动物的一切种差,他都这样做。因此,他推论出自己并未提出的主张,即‘要么是这个要么是那个’,却乞求了他所提出的主张,即有理性或有死;因为他没有进行证明,而是把它当作已被承认的事来选取。
"Καθ’ οὗ δὲ ἔδει δεῖξαι,2 "τουτέστι τὸν ἄνθρωπον, καὶ τὰς διαφορὰς ἄκρα· λαμβάνει γὰρ τὸν μὲν ἄνθρωπον ἐλάττονα ὅρον, τὸ δὲ θνητὸν καὶ ἀθάνατον ἢ ὑπόπουν καὶ ἄπουν μείζονα.
“而应当就其加以表明的对象,”即人,以及各种种差,他都设定为端项;因为他把人取为小项,而把有死与不死、或有足与无足取为大项。
"Τέλος δέ, ὅτι τοῦτό ἐστιν ἄνθρωπος ἢ ὅ τι ποτ’ ἂν ᾖ τὸ ζητούμενον, οὐδὲν λέγουσι σαφές, ὥστε ἀναγκαῖον εἶναι." Οὕτω, φησίν, ἑκάστην τῶν διαφορῶν οὐ δείξαντες ἀλλ’ αἰτήσαντες τέλος οὐδὲν ὧν προέθεντο δεῖξαι ἀποδεικνύουσιν· προτίθενται μὲν γὰρ τοὺς ὁρισμοὺς τῶν πραγμάτων ἀποδεῖξαι, καὶ οἴονται, ἐὰν ἑκάστην τῶν ἐν τῷ ὁρισμῷ διαφορῶν δείξωσιν ὑπάρχουσαν, ὅτι καὶ οὗτός ἐστιν ὁρισμὸς ἀνθρώπου δεδειχέναι.3 τοῦτο δὲ οὐκ ἀναγκαῖον· δέδεικται γάρ, ὡς εἴπομεν, ὅτι οὐ τὰ κατηγορούμενά τινος ἰδίᾳ, ταῦτα καὶ ἅμα κατηγορεῖσθαι δύναται· ὥστε εἰ καὶ τῶν διαφορῶν ἑκάστην ἦσαν δεδειχότες, οὐ δήπου καὶ τὸν ὁρισμὸν ἀπέδειξαν.
“最后,至于这就是人,或者无论所探求的是什么,他们都没有清晰地说明,以致具有必然性。” 他说,这样一来,他们没有证明反而乞求了各个种差,最后他们所提出要表明的事项中,没有一样得到了论证;因为他们提出要论证事物的定义,并且他们以为,如果表明了定义中的各个种差属于[该事物],他们也就表明了这就是人的定义。但这并不是必然的;因为正如我们所说,已经表明:分别陈述于某物的事项,并不因此就能同时合起来被陈述;因此,即使他们已经表明了各个种差,他们也绝未因此就论证了定义。
- 3.80οὗ τὸν λόγον δεῖ λαβεῖν
关系代词 οὗ 的先行词是前面的 ὁ δὲ ἄνθρωπος,其属格作名词 λόγον 的宾格性属格。正如注解者所注释的(“也就是说,定义”),此处的 λόγος 在语境中取“定义”(ὁρισμός)之义。
- 3.82Καθ’ οὗ δὲ ἔδει δεῖξαι,
此句引用亚里士多德原文(46b21),省略了主述动词 τίθησιν。斐洛庞努斯随即以 τουτέστι τὸν ἄνθρωπον 补充了小项的指称对象,并结合后文的 καὶ τὰς διαφορὰς ἄκρα,补充说明了将人设为小项(ἐλάττονα ὅρον)、将种差设为大项(μείζονα)的句法配置关系。
- 3.83ὅτι καὶ οὗτός ἐστιν ὁρισμὸς ἀνθρώπου δεδειχέναι
由主动词 οἴονται 引导的间接引语结构。越过插入的条件从句 ἐὰν ... δείξωσιν,完成时不定词 δεδειχέναι 作 οἴονται 的宾语(表示已完成的结果或认定),而 ὅτι 从句则作 δεδειχέναι 的直接宾语(“以为[已经]表明了这就是人的定义”)。
