- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:309.9-310.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德(46a39)批评划分法将中项取为比大项更为普遍,这与正当论证中中项必须从属于大项相反。注释者结合第二格和第三格的不完全性进行阐释,说明在划分者所设定的确立单一属差的目标下,中项外延何以大于大项。
" Ἐν μὲν οὖν ταῖς ἀποδείξεσιν, ὅταν δέῃ τι συλλογίσασθαι ὑπάρχειν, δεῖ τὸν μέσον, δι’ οὗ γίνεται ὁ συλλογισμός, καὶ ἧττον ἀεὶ εἶναι καὶ μὴ καθόλου τοῦ πρώτου τῶν ἄκρων·1 ἡ δὲ διαίρεσις τοὐναντίον βούλεται· τὸ γὰρ καθόλου λαμβάνει μέσον." Δείξας ὅτι ἡ διαιρετικὴ μέθοδος ἄχρηστος εἰς συλλογιστικὴν καὶ ὅτι, εἰ ὅλως καὶ συλλογίζεται, ἀσθενής ἐστι συλλογισμός, διότι ὃ μὲν προτίθεται οὐκ ἀποδείκνυσιν ἀλλ’ αἰτεῖται, ἄλλο δέ τι κατασκευάζει, νῦν πάλιν βούλεται δεῖξαι ὅτι καὶ ἀμέθοδος ἡ ἀγωγὴ τῶν διὰ τῆς διαιρετικῆς συλλογιζομένων καὶ ἐναντίως ἔχουσα τῇ κατὰ ἀλήθειαν συλλογιστικῇ μεθόδῳ. ἐν μὲν γὰρ τοῖς κυρίοις συλλογισμοῖς ὁ μέσος ὅρος, δι’ οὗ συνάπτονται οἱ ἄκροι, μερικώτερός ἐστι τοῦ μείζονος ὅρου, καὶ τοῦτο εἰκότως· εἰ γὰρ τὸν μείζονα τοῦ ἐλάττονος δεῖξαι βουλόμεθα κατηγορούμενον καταφατικῶς ἢ ἀποφατικῶς, τοῦτο δὲ δείκνυμεν διὰ τοῦ μέσου δι’ ἑαυτοῦ συνάπτοντος τοὺς ἄκρους, δεῖ δῆλον ὅτι τὸν μὲν μέσον τοῦ ἐλάττονος ἐπὶ πλέον εἶναι, ἵνα κατηγορῆται αὐτοῦ, τὸν δὲ μείζονα τοῦ μέσου. εἰ δὲ λέγοι τις ὅτι ἀλλ’ ἐν δευτέρῳ σχήματι ὁ μέσος ἀμφοτέρων ἐστὶ μείζων, ἐν δὲ τῷ τρίτῳ ἐλάττων, ἴστω ὅτι διὰ τοῦτο καὶ ἀτελεῖς φαμεν τοὺς ἐν δευτέρῳ καὶ τρίτῳ συλλογισμούς, διότι οὕτως ἐχόντων τῶν μέσων οὐ φαίνεται ἐν αὐτοῖς τὸ ἀναγκαῖον τοῦ συμπεράσματος· διὸ δεόμεθα τῆς ἀντιστροφῆς, ἵνα διὰ ταύτης ἀναχθῶσιν εἰς τὸ πρῶτον σχῆμα καὶ πάλιν ὁ μέσος τὴν ἑαυτοῦ τάξιν ἀπολάβῃ. διὸ ἐν μὲν δευτέρῳ σχήματι καταφατικὸν οὐδέποτε συνήγετο συμπέρασμα· ἵνα μὲν 〈γὰρ〉 γένηται καταφατικὸν συμπέρασμα, ἔδει ἀμφοτέρας λαβεῖν καταφατικάς· ἵνα δὲ ἀναγάγωμεν εἰς τὸ πρῶτον σχῆμα, ἔδει τὴν μείζονα ἀντιστρέψαι· ἀντιστρεφομένη δὲ ἡ μείζων μερικὴ ἐγίνετο καὶ διὰ τοῦτο ἀσυλλόγιστον ἐποίει τὸ σχῆμα, ἐπειδὴ δεῖ, ὡς καὶ ἐνταῦθά φησι, τὴν μείζονα ἐπὶ πλεῖον εἶναι τῆς ἐλάττονος. ἐν δὲ τῷ τρίτῳ σχήματι οὐδέποτε καθόλου, ἐπειδή, ἵνα τὸ καθόλου συναχθῇ, δεῖ τὰς δύο λαβεῖν καθόλου, ἵνα δὲ ἀναχθῇ εἰς τὸ πρῶτον σχῆμα, ἔδει τὴν ἐλάττονα ἀντιστρέψαι καταφατικὴν οὖσαν· ἀντιστρεφομένη δὲ μερικὴ ἐγίνετο. καὶ οὕτω πάλιν ὁ μὲν μέσος τὴν ἑαυτοῦ τάξιν ἀπελάμβανεν, ἡ δὲ ἐλάττων μερικὴ γινομένη μερικὸν ἐποίει καὶ τὸ συμπέρασμα. ἐν μὲν οὖν ταῖς συλλογιστικαῖς, φησί, μεθόδοις, ὡς ἤδη εἴρηται, ἐπὶ πλέον ἐστὶν ὁ μείζων ὅρος τοῦ μέσου· ἐν δὲ τῇ διαιρετικῇ μεθόδῳ ἀνάπαλιν τὸν μέσον ὅρον ἐπὶ πλέον λαμβάνουσι τοῦ μείζονος. βουλόμενοι γὰρ δεῖξαι ὅτι ὁ ἄνθρωπος λογικός ἐστι, λαμβάνουσι μέσον ὅρον τὸ ζῷον, δηλονότι τοῦ μὲν ἀνθρώπου ἐλάττονος ὄντος τοῦ δὲ λογικοῦ μείζονος· ἐπὶ πλέον δὲ τὸ ζῷον τοῦ λογικοῦ. ἀλλὰ τοῦτο μὲν τὸ συμπέρασμα ὃ καὶ προτίθενται, ὡς αὐτὸς εἶπεν, οὐκ ἀποδεικνύουσιν ἀλλ’ αἰτοῦσιν. ὃ δὲ κατασκευάζουσι, τὸ ‘ὁ ἄνθρωπος ἄρα ἢ λογικὸς ἢ ἄλογος’, οὐκ ἔστιν ἐπὶ πλέον τοῦ μέσου ὅρου, τοῦ ζῴου, ἀλλ’ ἐπ’ ἴσης· τὸ γὰρ ζῷον ἢ λογικὸν ἢ ἄλογον, καὶ ἀνάπαλιν τὸ λογικὸν ἢ ἄλογον ζῷον. ἀλλ’ ἐπειδὴ οὐ τοῦτο προτίθενται 〈ἀλλ’〉 ἄλλο τι, εἰ ὁ ἄνθρωπος λογικός, διὰ τοῦτο εἶπεν ἐπὶ πλέον λαμβάνειν αὐτοὺς τὸν μέσον τοῦ μείζονος, ὡς πρὸς τὸν σκοπὸν ὃν προέθεντο, οὐ πρὸς τὴν συμπλοκὴν αὐτὴν τοῦ συλλογισμοῦ·2 ἐν γὰρ τῷ συλλογισμῷ ἐξισάζοντα ἀεὶ λαμβάνουσι τὸν μείζονα τῷ μέσῳ, εἴγε διαιροῦσιν αὐτὸν εἰς τὰς οὐσιώδεις αὐτοῦ διαφορὰς καὶ ταύταις πάσαις ὡς ἑνὶ μείζονι ὅρῳ χρῶνται. ἀλλ’ ἐπεὶ πρόκειται μίαν τῶν διαφορῶν δεῖξαι τῷ ὑποκειμένῳ ὅρῳ ὑπάρχουσαν, μείζων δέ ἐστιν ὅρος ὁ ἐν τῷ συμπεράσματι κατηγορούμενος, διὰ τοῦτό φησιν ἐπὶ πλέον αὐτοὺς λαμβάνειν τὸν μέσον τοῦ μείζονος.
“因此在论证中,每当需要推论出某物属于[某物]时,借以形成推论的中项,必定始终比两端项中的第一项更狭窄且不普遍;但划分法却意图相反,因为它把普遍者作为中项来选取。” 在表明了划分方法对于推论术是无用的,并且即便它在整体上有所推论,也是一种微弱的推论——因为它并不论证自己所提出的主张,而是在乞求它,同时却确立了另一件事——之后,现在他再次想要表明,那些通过划分进行推论的人的做法也是无方法的,并且与真正的推论方法截然相反。因为在真正的推论中,借以联结两端项的中项比大项更为特殊,而这合乎情理;因为如果我们希望表明大项肯定地或否定地陈述于小项,并且是通过凭借自身联结两端项的中项来表明这一点,显然中项必须外延大于小项以便陈述于它,而大项必须外延大于中项。但如果有人说,在第二格中中项大于两端项,而在第三格中小于两端项,那么应当知道,正是由于这个缘故,我们也说第二格和第三格中的推论是不完全的,因为当中项处于这种状态时,在它们之中结论的必然性并不显明;因此我们需要换位法,以便通过换位法使它们被化归到第一格,中项重新获得它自己的位次。因此在第二格中绝不能得出肯定的结论;因为为了产生肯定的结论,必须将两个前提都取为肯定的;而为了让我们把它化归到第一格,必须将大前提换位;但大前提一经换位就变成了特称的,并因此使得该式成为不可推论的,因为正如他在这里也说的那样,大前提必须在外延上大于小前提。而在第三格中[结论]绝不是全称的,因为为了得出全称结论,必须将两个前提都取为全称的,而为了把它化归到第一格,必须将作为肯定命题的小前提换位;但一经换位它就变成了特称的。这样一来,中项虽然重新获得了自己的位次,但小前提变成特称的,也就使得结论同样成为特称的。他说,因此在推论方法中,正如前面已经说过的,大项在外延上大于中项;但在划分方法中,他们反而把中项取为在外延上大于大项。因为他们希望表明人是有理性的,便把动物取为中项,显然人是小项,有理性的则是大项;而动物的外延大于有理性的。但是,他们所提出的这个结论本身,正如他自己所说,他们并不是在论证而是在乞求。另一方面,他们所确立的“因此人要么是有理性的要么是无理性的”,在外延上并不大于中项即动物,而是与它相等;因为动物要么是有理性的要么是无理性的,反之,有理性的或无理性的就是动物。然而,既然他们提出的并不是这个,而是另一件事,即人是否有理性,由于这个缘故,他说他们是相对于他们所设定的目标,而不是相对于推论本身的联结,把中项取为大于大项的;因为在推论中,如果他们确实把动物划分为它的本质种差,并将所有这些种差作为单一的大项使用,那么他们总是把大项取为与中项相等的。但是,既然所提出的是要表明种差之一属于底层的项,而在结论中被陈述的项是大项,由于这个缘故,他说他们把中项取为在外延上大于大项。
- 3.78καὶ ἧττον ἀεὶ εἶναι καὶ μὴ καθόλου τοῦ πρώτου τῶν ἄκρων
ἧττον(较狭窄的)与 μὴ καθόλου(不普遍的)两者都支配比较属格 τοῦ πρώτου τῶν ἄκρων(两端项中的第一项,即大项)。此处 καθόλου 作形容词或表语性用法,表明中项不能与大项具有相等的普遍性(同等外延),而必须在外延上比大项更狭窄。
- 3.78ὡς πρὸς τὸν σκοπὸν ὃν προέθεντο, οὐ πρὸς τὴν συμπλοκὴν αὐτὴν τοῦ συλλογισμοῦ
对比短语 ὡς πρὸς τὸν σκοπόν... οὐ πρὸς τὴν συμπλοκήν 充当前面 διὰ τοῦτο εἶπεν ἐπὶ πλέον λαμβάνειν αὐτοὺς τὸν μέσον τοῦ μείζονος 的视角限定。介词 πρός 表示“就……而言/鉴于”。就划分法实际的前提结合而言,全部种差(“有理性或无理性”)与属(“动物”)外延相等;但就其预设要证明的目标(单一属差“有理性”)而言,中项的外延确实大于大项。
