← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§308.5-309.8

划分法中的乞题与推论上位概念

关于亚里士多德批评划分法乞题并仅仅推论出更普遍的选言命题这一段落(46a33–37),菲洛波诺斯解释了划分者的具体论证方式及其谬误所在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.74

" Ὃ μὲν γὰρ ἔδει δεῖξαι, αἰτεῖται." Ἔδει γὰρ δεῖξαι ὅτι λογικὸς ὁ ἄνθρωπος. τοῦτο οὖν αἰτεῖται λέγουσα1 ‘ἀλλὰ μὴν οὐκ ἄλογος’· πόθεν γὰρ δῆλον ἐπὶ τῶν ἀμφιβόλων τὸ ‘ἀλλὰ μὴν τόδε τι’;

“因为那本应当证明的,它在乞求。” 因为本应当证明人是有理性的。于是[划分法]乞求这一点,说道“然而确实不是无理性的”;因为在存疑的事情上,“然而确实是某物”究竟从何处得以显明呢?

§3.75

"Συλλογίζεται δὲ ἀεί τι τῶν ἄνωθεν." Ἀεί, φησί, τὸ συμπέρασμα τὸ ἐν τούτοις καθολικώτερόν ἐστι τοῦ προκειμένου· τὸ γὰρ ἄνωθεν ἀντὶ τοῦ ‘καθολικώτερον’. οἷον πρόκειται δεῖξαι ὅτι λογικός· καὶ τοῦτο μὲν αἰτεῖται, δείκνυσι δὲ τὸ τούτου καθολικώτερον, ὅτι ἢ λογικὸς ἢ ἄλογος.

“而且它总是推论出在上位的事物之一。” 他说,在这些情况下的结论总是比所提出的主张更为普遍;因为“在上位”代指“更为普遍”。例如,提出要证明[人]是有理性的;虽然乞求了这一点,它证明的却是比这更为普遍的事情,即要么是有理性的要么是无理性的。

§3.76

"Πρῶτον δὲ αὐτὸ τοῦτο ἐλελήθει τοὺς χρωμένους αὐτῇ πάντας, καὶ πείθειν ἐπεχείρουν ὡς ὄντος δυνατοῦ περὶ οὐσίας ἀπόδειξιν γενέσθαι2 καὶ τοῦ τί ἐστιν." Ἐν οἷς, φησί, μέγα ἐφρόνουν ὡς δυνάμενοι διὰ τῆς διαιρετικῆς μεθόδου τοὺς ὁρισμοὺς ἀποδεικνύναι, ἐν τούτοις μάλιστα ἐλέγχονται ἀγνοοῦντες αὐτὸ τοῦτο, ὅτι ἀδύνατόν ἐστιν ἀπόδειξιν γενέσθαι ὁρισμῶν καὶ γενῶν. δείκνυσι γὰρ αὐτὸς ἐν τῇ Ἀποδεικτικῇ ὅτι ἀδύνατόν ἐστιν ὁρισμοῦ καὶ γένους ἀπόδειξιν γενέσθαι, ὅπερ αὐτοὶ ὡς δυνατὸν πείθειν τοὺς ἄλλους ἐπεχείρουν. ἐπεὶ γὰρ ἡ τοῦ γένους διαίρεσις κατὰ τὰς οἰκείας γίνεται διαφοράς, πᾶς δὲ ὁρισμὸς ἐκ γένους ἐστὶ καὶ διαφορῶν, ἐνόμιζον, ἐπειδὰν ἑκάστην τῶν διαφορῶν δείξωσιν ὑπάρχουσαν τῷ εἴδει, καὶ συμπλέξαντες ταύτας μετὰ τοῦ γένους δύνασθαι κατηγορεῖν αὐτοῦ.3 ἔλεγον γὰρ ‘εἰ ὁ ἄνθρωπος ζῷον, τὸ δὲ ζῷον ἢ λογικὸν ἢ ἄλογον, καὶ ὁ ἄνθρωπος ἄρα ἢ λογικὸς ἢ ἄλογος· ἀλλὰ μὴν οὐκ ἄλογος· λογικὸς ἄρα· πάλιν ἐπειδὴ τὸ ζῷον ἢ θνητὸν ἢ ἀθάνατον, 〈καὶ ὁ ἄνθρωπος ἄρα ἢ θνητὸς ἢ ἀθάνατος·〉 οὐκ ἀθάνατος δὲ ὁ ἄνθρωπος· θνητὸς ἄρα· εἶτα ἃ κατὰ μέρος ἐδόκουν ἀποδεικνύναι, ταῦτα καὶ συμπλέξαντες μετὰ τοῦ γένους ἐνόμιζον δύνασθαι κατηγορεῖν καὶ οὕτως ἀποδεικνύναι τοὺς ὁρισμούς. δέδεικται δὲ ἐν τῷ περὶ Ἑρμηνείας ὅτι οὐ τὰ κατηγορούμενα κατὰ μέρος πάντως δύναται καὶ ἅμα κατηγορεῖσθαι.

“但是首先,正是这一点未曾被所有使用它的人察觉,并且他们试图说服[他人],以为关于实体以及‘是什么’是可能产生论证的。” 他说,在他们自以为能够通过划分方法论证定义而深感自豪的地方,正是在这些事情上他们最被证明不知道这本身,即关于定义和属是不可能产生论证的。因为他本人在《后分析篇》中表明,关于定义和属是不可能产生论证的,而他们却试图让其他人信服这是可能的。因为属的划分是依照固有的种差进行的,而每一个定义都是由属和种差构成的,所以他们以为,每当他们表明各种差中的每一项属于该种时,把这些与属结合起来后,就能够陈述于它。因为他们曾说:“如果人是动物,而动物要么是有理性的要么是无理性的,那么人也是要么有理性的要么是无理性的;然而确实不是无理性的;因此是有理性的;再者,既然动物要么是有死的要么是无死的,[那么人也是要么有死的要么是无死的;]而人并不是无死的;因此是有死的”;接着,他们以为把那些似乎被逐部分地论证了的事情与属结合起来后,也能够陈述,并以此论证定义。但在《解释篇》中已经表明,被逐部分地陈述的属性并非无论如何也能够同时被陈述。

§3.77

"Ὥστε οὔτε ὅ τι ἐνεδέχετο συλλογίσασθαι διαιρουμένους ξυνίεσαν, οὔτε ὅτι οὕτως ἐνεδέχετο ὥσπερ εἰρήκαμεν." Οὔτε, φησί, τὴν παρ’ ἡμῶν παραδεδομένην μέθοδον ἠπίσταντο οὔτε ὅπερ ἐνεχώρει συλλογίσασθαι διὰ τῆς διαιρετικῆς μεθόδου· τί γὰρ ἦν συλλογίσασθαι, τὸ ὅτι ὁ ἄνθρωπος ἢ λογικὸς ἢ ἄλογος, αὐτὸ μὲν τοῦτο ἠγνόουν,4 ἐνόμιζον δὲ ὅτι τὸ λογικὸν εἶναι συνελογίζοντο.

“以至于他们既不明白进行划分的人有可能推论出什么,也不明白正如我们所说的那样是可能的。” 他说,他们既不知道由我们传授的方法,甚至也不知道通过划分方法原本有可能推论出什么;因为原本推论出的究竟是什么——即人要么是有理性的要么是无理性的——这本身他们并不知晓,却以为自己推论出的是“具有理性”。

语法注4 条
  1. 3.74λέγουσα

    阴性单数现在分词的隐含主语依据上下文为“划分”(ἡ διαίρεσις)或“划分方法”(ἡ διαιρετικὴ μέθοδος),将该方法拟人化地表述为“[划分法]说着……”。

  2. 3.76ὡς ὄντος δυνατοῦ περὶ οὐσίας ἀπόδειξιν γενέσθαι

    带有连词 ὡς 的属格独立结构,表主观认定。主语是宾格不定式短语 ἀπόδειξιν γενέσθαι,ὄντος δυνατοῦ 为无人称的表语分词。

  3. 3.76ἐπειδὰν ἑκάστην τῶν διαφορῶν δείξωσιν ὑπάρχουσαν τῷ εἴδει, καὶ συμπλέξαντες ταύτας μετὰ τοῦ γένους δύνασθαι κατηγορεῖν αὐτοῦ

    充当主动词 ἐνόμιζον 宾语的不定式结构。逻辑主语(施行划分者)被省略,分词 συμπλέξαντες(主格复数)与其主语一致。καὶ 起强调或连接结论部分的作用。

  4. 3.77τί γὰρ ἦν συλλογίσασθαι, τὸ ὅτι ὁ ἄνθρωπος ἢ λογικὸς ἢ ἄλογος, αὐτὸ μὲν τοῦτο ἠγνόουν

    倒装与提引结构:间接疑问从句 τί ἦν συλλογίσασθαι(推论出的是什么)由同格的带有冠词的 ὅτι 从句加以具体阐明,主节以指示代词 αὐτὸ τοῦτο 作为 ἠγνόουν 的宾语对上述内容进行统摄与呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:308.5-309.8