- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:306.22-308.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞注疏了亚里士多德提及《论题篇》总结前提选拔方法之处(46a28),以及驳斥先行者所重视的划分法缺乏独立论证能力、仅为推论方法极小一部分之处(46a31),辨析了该批判是否针对柏拉图并揭示了划分法的逻辑缺陷。
" Καθόλου μὲν οὖν, ὃν δεῖ τρόπον τὰς προτάσεις ἐκλέγειν, εἴρηται σχεδόν· δι’ ἀκριβείας δὲ διεληλύθαμεν ἐν τῇ πραγματείᾳ τῇ περὶ τὴν διαλεκτικήν." Ἐνταῦθα μὲν ὁλοσχερέστερον, φησί, παραδεδώκαμεν τὴν μέθοδον τῆς εὐπορίας τῶν προτάσεων· μερικώτερον δὲ καὶ ἀκριβέστερον ἐν τοῖς Τόποις περὶ τούτων διειλήφαμεν. ταύτην γάρ φησι διαλεκτικὴν πραγματείαν· ἐκεῖ γὰρ παραδέδωκε τόπους τοὺς εἰς ἕκαστον ἡμῖν χρησιμεύοντας πρόβλημα.
“因此概括而言,应当以何种方式选取前提,差不多已经说明;而关于细节,我们在有关辩证法的著作中已经详加探讨。” 他说,在这里我们较为大略地传授了探求前提的方法;而更加具体且精确地,我们在《论题篇》中论述了这些内容。因为他所说的“辩证法著作”指的就是这部书;在那部著作中,他传授了对我们的每个问题都有用的论题。
"Ὅτι δὲ ἡ διὰ τῶν γενῶν διαίρεσις μικρόν τι μόριόν ἐστι τῆς εἰρημένης μεθόδου, ῥᾴδιον ἰδεῖν." Βούλεται διὰ τούτων ἐξυμνῆσαι τὴν παρ’ αὐτοῦ παραδεδομένην μέθοδον· οὐδεὶς γάρ, φησί, τῶν πρὸ ἡμῶν ταύτην ἠπίστατο, ἀλλ’ ἐκέχρηντο πάντες τῇ διαιρετικῇ μεθόδῳ, καὶ διὰ ταύτης ἐνόμιζον δύνασθαι ἀποδεικνύναι. αἰνίττεσθαι δέ φασιν αὐτὸν εἰς Πλάτωνα.1 φαίνεται δὲ ὁ Πλάτων ἐξυμνῶν μὲν τὴν διαιρετικὴν μέθοδον καὶ μάλιστα τὴν κατὰ ἀντίφασιν γινομένην ὡς ἀφυκτοτάτην οὖσαν, οὐ μέντοι γε ταύτην ἀποδεικτικὴν λέγει εἶναι. σαφῶς γὰρ οἶδε διαφορὰν διαιρετικῆς καὶ ἀποδεικτικῆς· τέσσαρας γάρ φησι μεθόδους εἶναι κατὰ φιλοσοφίαν ὄργανα τῆς διαλεκτικῆς, διαιρετικήν, ὁριστικήν, ἀποδεικτικὴν καὶ ἀναλυτικήν. ἴσως οὖν εἴς τινας ἄλλους αἰνίττεται τὴν διαιρετικὴν ἀποδεικτικὴν νομίζοντας. τί οὖν φησιν; ὅτι μάλιστα μὲν οὐδὲν ἔστιν ἀποδεῖξαι διὰ τῆς διαιρετικῆς μεθόδου, ἔπειτα εἰ καὶ ἀποδείκνυσιν, αὐτὴ μὲν καθ’ αὑτὴν οὐκ ἀποδείκνυσι, βοηθουμένη δὲ ὑπὸ τῆς παρ’ ἡμῶν παραδεδομένης μεθόδου. διὸ ἀσθενῆ συλλογισμὸν αὐτὴν ἐκάλεσεν, ὅτι τε δεῖται πάντως τῆς μεθόδου ταύτης, καὶ ὅτι, ὡς αὐτός φησιν, ὃ μὲν προτίθεται δεῖξαι οὐκ ἀποδείκνυσιν ἀλλὰ ἄλλο παρὰ τοῦτο, αὐτὸ δὲ ἐκεῖνο ἀσυλλογίστως αἰτεῖται. οἷον βούλεται δεῖξαι ὅτι ὁ ἄνθρωπος λογικός ἐστι· πρῶτον μὲν λαμβάνει τὸ γένος ὡμολογημένον· ἀναποδείκτως γὰρ τὸ γένος λαμβάνει· εἶτα διαιρεῖ εἰς τὰς οἰκείας διαφοράς, εἴς τε τὸ λογικὸν καὶ τὸ ἄλογον, καὶ συλλογίζεται οὕτως· ἐπειδὴ ὁ ἄνθρωπος ζῷον, πᾶν δὲ ζῷον ἢ λογικὸν ἢ ἄλογον, καὶ ὁ ἄνθρωπος ἄρα ἢ λογικὸς ἢ ἄλογος· ἀλλὰ μὴν οὐκ ἄλογος· λογικὸς ἄρα. ἐνταῦθα τοίνυν τὸ μὲν ἢ λογικὸν εἶναι ἢ ἄλογον τὸν ἄνθρωπον, ὅπερ οὐ προέκειτο δεῖξαι, τοῦτο συνελογίσατο καὶ ταῦτα οὐ δι’ ἑαυτὴν καθ’ αὑτὴν ἡ διαιρετικὴ ἀλλὰ τὸ πρῶτον παραλαμβάνουσα σχῆμα·2 ὃ δὲ προὔθετο δεῖξαι, λέγω δὴ ὅτι λογικός, τοῦτο οὐ συνελογίσατο ἀλλ’ ὡς ἀξίωμα ἔλαβεν· ἔλαβε γὰρ ὡς ὁμολογούμενον ὅτι οὐκ ἄλογος, καὶ συλλογίσασθαι τοῦτο ἡ διαιρετικὴ οὐ δύναται. καὶ ὅτι, φησίν, ὡς ἀξίωμα λαμβάνει τοῦτο, δῆλον ἐπὶ τῶν ἀμφιβόλων. ζητείσθω γὰρ περὶ τῆς διαμέτρου, πότερον σύμμετρος τῇ πλευρᾷ ἢ ἀσύμμετρος· τὸ μὲν σύμμετρον ἢ ἀσύμμετρον εἶναι, τοῦτο συλλογιεῖται, καὶ τοῦτο οὐκ αὐτὴ καθ’ αὑτήν, τὸ μέντοι εἶναι ἀσύμμετρον αἰτήσει. ἐρεῖ γὰρ οὕτως ‘ἡ διάμετρος καὶ ἡ πλευρὰ μεγέθη· πᾶν μέγεθος ἢ σύμμετρον μεγέθει τινὶ ἢ ἀσύμμετρον· ἡ διάμετρος ἄρα τῇ πλευρᾷ ἢ σύμμετρος ἢ ἀσύμμετρος· ἀλλὰ μὴν οὐ σύμμετρος’, ἵνα συναγάγῃ τὸ ἀντικείμενον. μικρὸν δέ φησι μόριον εἶναι τῆς μεθόδου τῆς συλλογιστικῆς τὴν διαιρετικήν, ὅτι κυρίως ἀπόδειξις γίνεται διὰ τῶν ὁρισμῶν, οἱ δὲ ὁρισμοὶ γίνονται οὐκ ἄνευ τῆς διαιρετικῆς. ὥστε μόριον βραχὺ τῆς ἀποδεικτικῆς ἐστιν ἡ διαιρετική. καὶ ἄλλως μικρὸν μόριόν φησιν αὐτὴν εἶναι τῆς παραδεδομένης μεθόδου, ὅτι εἰ καὶ συγχωρήσομεν δι’ αὐτῆς ἀποδείκνυσθαί τι, ἕν τι μόνον τῶν προβλημάτων δι’ αὐτῆς ἀποδείκνυται, τὸ καθόλου καταφατικόν, οὐδὲν δὲ τῶν λοιπῶν δειχθήσεται, καὶ ὅτι οὐδὲ τῶν συμβεβηκότων τι οὐδὲ τῶν ἰδίων, ὡς δείξει, ἀλλὰ μόνον τὰ κατ’ οὐσίαν ὑπάρχοντα.
“而通过属的划分只是所述方法的极小一部分,这是容易看出的。” 他希望通过这些话来赞颂由他自己传授的方法;因为他说,在我们之前的任何人都不知晓这种方法,而是所有人都使用划分法,并认为通过划分法就能够进行论证。人们说他是在影射柏拉图。然而柏拉图虽然赞颂划分法,尤其是赞颂通过矛盾进行的划分法因其不可规避,但他绝没有说这种方法是具有论证性的。因为他清楚地知道划分法与论证法的区别;他说哲学中有四种方法作为辩证法的工具:划分、定义、论证和分析。因此,他或许是在影射其他某些认为划分法具有论证性的人。那么他说了什么呢?首先,通过划分法绝不能论证任何事物;其次,即便它能论证,它自身单凭自身也不能论证,而必须借助我们所传授的方法。因此他称之为“软弱的推论”,这既是因为它无论如何都需要这种方法,也是因为正如他自己所说,它意图证明的东西它并没有证明,而是证明了除此以外的另一事物,而恰恰是原本要证明的事物本身,它却是未经推论而直接要求的。例如,它意图证明人是有理性的:首先它把属作为已被认可的公认前提接受下来——因为它是未经论证就接受属的;然后它划分到固有的种差中,即有理性和无理性,并这样推论:“既然人是动物,而凡动物要么是有理性的要么是无理性的,所以人也是要么有理性要么无理性;然而他确实不是无理性的;所以是有理性的。”于是在这里,人要么是有理性的要么是无理性的这一命题——这并不是原本提出要证明的——划分法推论出了这一点,并且这甚至也不是划分法凭其自身做到的,而是引入了第一格;但它原本意图证明的,即他是理性的,它却没有推论出来,而是作为公理接受下来的;因为它是把人不是无理性作为公认的命题接受下来的,而划分法根本无法推论这一点。他说,划分法将这一点作为公理接受下来,在存疑的事例中是显而易见的。例如,关于对角线究竟是与边可通约还是不可通约进行探究:它是可通约还是不可通约,划分法会推论出这一点,并且这也不是凭其自身做到的;然而关于它是不可通约的,划分法却会直接要求。因为为了推导出相反的结论,它会这样说:“对角线和边是量度;凡量度要么与某个量度可通约要么不可通约;因此对角线要么与边可通约要么不可通约;然而它确实不是可通约的。”而他说划分法是推论方法的极小一部分,是因为严格意义上的论证是通过定义产生的,而定义没有划分法就无法产生。因此划分法是论证方法的微小组成部分。从另一角度他说它是所传授方法的极小一部分,是因为即便我们让步说有某物通过它得到论证,在所有问题中也只有一种能够通过它得到论证,即全称肯定,而其余问题一个也不会被证明,并且正如他将指出的那样,无论偶性还是固有属性都不会被论证,而只有按本质归属的事物才被论证。
- 3.73αἰνίττεσθαι δέ φασιν αὐτὸν εἰς Πλάτωνα
动词 αἰνίττομαι(暗示、影射)与介词短语 εἰς +宾格搭配,构成“影射某人/暗指某人”的习用句式。此结构作为受动词 φασίν 支配的宾格加不定式从句(αὐτὸν αἰνίττεσθαι)。
- 3.73καὶ ταῦτα οὐ δι’ ἑαυτὴν καθ’ αὑτὴν ἡ διαιρετικὴ ἀλλὰ τὸ πρῶτον παραλαμβάνουσα σχῆμα
习惯短语 καὶ ταῦτα(“而且、并且这还是……”)承接前文动词 συνελογίσατο,句中重复了主语 ἡ διαιρετική 并带有伴随分词 παραλαμβάνουσα。动词被省略,附加了限制条件,即推论仅是通过借助第一格才得以完成的。
