- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:305.1-306.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯阐明亚里士多德探求前提的方法是超越其他一切方法的唯一法则,不仅适用于哲学,亦适用于任何技艺与学科;并解释了各具体科学提供各自特有的前提,而公理等共同前提则共通于所有科学。
" Φανερὸν οὖν ἐκ τῶν εἰρημένων ὅτι οὐ μόνον ἐγχωρεῖ." Ἐξυμνεῖ τὴν παρ’ αὐτοῦ εὑρημένην τῆς εὐπορίας μέθοδον, ὅτι οὐδὲ οἷόν τε δι’ ἄλλης ἢ διὰ ταύτης εἰς πάντα συλλογισμὸν εὐπορεῖν προτάσεων. δείξει μὲν γὰρ μετ’ ὀλίγον, ὅτι καὶ εἴ τις ἐπινενόηται τοῖς παλαιοῖς ἄλλη μέθοδος, ἄχρηστός ἐστιν εἰς ἀπόδειξιν. καὶ νῦν δὲ συντόμως τοῦτο κατασκευάζει· εἰ γὰρ δέδεικται ὅτι πάντες οἱ συλλογισμοὶ ὑπὸ τὰ τρία ἀνάγονται σχήματα, δέδεικται δὲ ὅτι πάντα τὰ προβλήματα ἐν τοῖς τρισὶν σχήμασιν εἰς τὴν παραδεδομένην μέθοδον,1 ἔοικε μηδ’ εἶναι ἄλλη τις μέθοδος τῆς εὐπορίας τῶν προτάσεων παρὰ ταύτην.
“因此从所说的话中显而易见,不仅可能……” 他赞颂了由他自己发现的探求前提的方法,即若不通过这种方法而通过其他方法,便不可能为任何推论探求到前提。因为他不久之后就将表明,即使古代人构想出了任何其他方法,它对于论证也是无用的。而现在他也简明地确立了这一点:因为如果已经证明所有的推论都被归纳在三种格之下,并且已经证明三种格中的所有问题都被[归纳]于所传授的方法,那么看来除了这种方法之外,并不存在其他任何探求前提的方法。
"Ἡ μὲν οὖν ὁδὸς κατὰ πάντων ἡ αὐτὴ καὶ περὶ φιλοσοφίαν καὶ τέχνην ὁποιανοῦν καὶ μάθημα." Ἐπειδὴ συλλογίζονται οὐ μόνον οἱ λογικὰς ἐπιτηδεύοντες τέχνας ἀλλὰ καὶ οἱ τὰς βαναύσους, ὡς εἴπομεν ἄλλοτε, καὶ ἁπλῶς πάντες ἐκ κοινῶν ἐννοιῶν συλλογίζεσθαι πεφύκασιν, εἰ καὶ τὴν μέθοδον ἀγνοοῦσιν, εἰπὼν οὖν περὶ φιλοσοφίαν ἐσήμανε τοὺς ὄντως συλλογιζομένους καὶ ἐπιστημονικῶς· φιλοσοφίας γὰρ ἴδιον ὄργανον ἡ λογική. διὰ δὲ τοῦ εἰπεῖν καὶ τέχνην ὁποιανοῦν τὰς λοιπὰς ἐδήλωσεν, εἴτε λογικὰς εἴτε καὶ βαναύσους. τὸ δὲ καὶ μάθημα ἴσως καθολικώτερόν ἐστι τῶν ἄλλων· εἰπὼν γὰρ περὶ φιλοσοφίαν καὶ τέχνην ὁποιανοῦν ἐπὶ τὸ καθόλου ἀνήγαγε τὸν λόγον λέγων ἁπλῶς ‘καὶ περὶ πᾶν μάθημα χρησιμεύσει ἡμῖν συλλογιζομένοις ἡ παραδεδομένη μέθοδος’.
“因此,就所有事物而言道路是相同的,无论就哲学而言,还是就任何技艺和学科而言。” 因为正如我们另一次所说,不仅从事逻辑技艺的人进行推论,从事手工技艺的人也进行推论,并且即便不知晓方法,一般而言所有人都具有凭借共同观念进行推论的本性;因此,他说“就哲学而言”,是指那些真正且科学地进行推论的人;因为逻辑学是哲学的固有工具。而通过说“就任何技艺而言”,他指明了其余的技艺,无论是逻辑的还是手工的。而“学科”一词或许比其他的更为普遍;因为在谈及哲学和任何技艺之后,他将论述提升到普遍层面,径直说“就每一门学科而言,在推论时所传授的方法都将对我们有用”。
"Ὅπως μὴ ἐπιβλέπωμεν εἰς πάντα τὰ λεγόμενα." Ἵνα μὴ εἰς πάντα, φησίν, ἅπερ ἀπεγραψάμεθα ἀορίστως βλέπωμεν ἀλλ’ εἰδείημεν εἰς τίνα χρὴ βλέπειν, καταφατικὸν μὲν βουλόμενοι συνάγειν, ὅτι εἰς τὰ κατηγορούμενα καὶ τὰ ὑποκείμενα, ἀποφατικὸν δὲ καὶ εἰς τὰ ἀλλότρια, καὶ τὸ μὲν καθόλου καταφατικὸν βουλόμενοι κατασκευάσαι, εἴ τι τῶν Γ καὶ Ζ ταὐτόν, τὸ δὲ ἀποφατικόν, εἴ τι τῶν Δ καὶ Ζ, καὶ ἐπὶ τῶν ἄλλων ὡς εἴρηται. ἀρχὰς δὲ τῶν συλλογισμῶν φησι τὰς προτάσεις ὧν περὶ τῆς εὐπορίας ἐδίδαξεν.
“免得我们注视所有被述说的事物。” 他说,这是为了让我们不要茫然地注视我们记下的所有事物,而是知晓应当注视什么:如果我们想要推导出肯定结论,就[应当注视]被述谓项和主项;如果是否定结论,也[应当注视]不相容项;如果想要确立全称肯定结论,就看Γ和Ζ中是否有何者相同;如果是否定结论,就看Δ和Ζ中是否有何者相同;其余情况亦如前所述。他所说的推论的“原理”,是指他已就其探求作过教导的那些前提。
"Καθ’ ἕκαστον δὲ ἐκλέγειν τῶν ὄντων, οἷον περὶ ἀγαθοῦ ἢ ἐπιστήμης. ἴδιαι δὲ καθ’ ἑκάστην εἰσὶν αἱ πλεῖσται." Δεῖ, φησί, τὰς ἐκλογὰς ποιεῖσθαι ἑκάστου πράγματος ἰδίᾳ καὶ μὴ κοινῶς, οἷον τοῦ ἀγαθοῦ ἀνὰ μέρος καὶ ἰδιαζόντως· περὶ ἡδονῆς ὁμοίως. αἱ γὰρ πλεῖσται, φησί, τῶν προτιθεμένων ἡμῖν εἰς ἐπίσκεψιν πραγμάτων ἐκλογαὶ τῶν τε ὑπαρχόντων καὶ οἷς ὑπάρχει καὶ τῶν ἀλλοτρίων ἰδιάζουσαί εἰσι καθ’ ἑκάστην ἐπιστήμην· οἷον ὅταν ἀστρονομούμενον ᾖ τὸ θεώρημα περὶ οὗ δεῖ ἀποδεῖξαι, ἀστρονομίας ἴδιον τὸ ἐκλέξαι τὰ τοῖς προκειμένοις ὑπάρχοντα καὶ οἷς ὑπάρχει, ὅταν γεωμετρικόν, γεωμετρίας, ὅταν φυσικόν, φυσικῆς, καὶ ἐπὶ τῶν ἄλλων 〈ὁμοίως〉. διό, φησί, δεῖ τὸν ἀποδεικτικόν, ὅταν αὐτῷ τι προτεθῇ εἰς ἀπόδειξιν, αἰτεῖν παρὰ τῶν κατὰ μέρος τεχνῶν ἢ ἐπιστημῶν τὰ τοῖς προτεθεῖσιν ἑπόμενα καὶ οἷς ἕπεται. εἰ γὰρ ἐκεῖνοι, φησίν, ἐκ τῆς πείρας εἰδότες ταῦτα ἡμῖν παραδώσουσι μηδὲν παραλείποντες, ἡμῶν λοιπὸν τὸ προκείμενον ἢ συλλογίσασθαι ἢ ἀσυλλόγιστον δεῖξαι. πολλὰ γάρ ἐστιν ἅπερ ἀποδεῖξαι ἀδύνατον· οὔτε γὰρ τῶν ὁρισμῶν ἐστιν ἀπόδειξις, ὡς δέδεικται ἐν τοῖς Ἀποδεικτικοῖς, οὔτε τῶν καθολικωτάτων γενῶν· οὐδὲν γὰρ ἔστιν αὐτῶν κατηγορῆσαι· οὔτε δὲ τῶν καθ’ ἕκαστα· κατ’ οὐδενὸς γὰρ ταῦτα κατηγορεῖται. εἶπε δὲ αἱ πλεῖσται, ὅτι εἰσὶν ἐκλογαὶ πάσαις ἐπιστήμαις,2 λέγω δὴ τὰ ἀξιώματα καὶ 〈αἱ〉 κοιναὶ ἔννοιαι, οἷον ὅτι ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις, ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα, ὅτι ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειπόμενα ἴσα γίνεται καὶ ὅσα τοιαῦτα.
“但对于存在之物的每一者都应当加以选拔,例如关于善或知识。而大多数[原理]对于各门[科学]是固有的。” 他说,必须分别地而非笼统地对每个事物进行选拔,例如就善而言是分别且特异地进行;就快乐而言也是同样。因为他说,就提交给我们考察的事物而言,关于属于它们的属性、它们所属的主体以及不相容项的大多数选拔,对于每一门科学都是特异的;例如,当应当加以论证的定理属于天文学时,选出属于所设定项的属性以及所设定项所属的主体是天文学所固有的;属于几何学时则归于几何学;属于自然哲学时则归于自然哲学;在其他情况下也[同样如此]。因此他说,论证者在面对提交给他论证的问题时,必须向具体的技艺或科学索取随所设定项而来的事物以及所设定项随之而来的事物。因为他说,如果那些专业人士凭借经验知晓这些并毫无遗漏地传授给我们,那么接下来留给我们的就是要么推论出所设定的问题,要么表明它是不可推论的。因为有许多事物是不可能被论证的:正如在《后分析篇》中所证明的,定义既没有论证,最普遍的属也没有论证——因为没有任何东西能在它们之上被述谓——单独的事物也没有论证,因为它们不能在任何事物之上被述谓。而他说“大多数”,是因为存在对所有科学[共通]的选拔,我指的就是公理和共同观念,例如关于任何事物要么是肯定要么是否定、与同一事物相等的事物彼此也相等、如果从相等之物减去相等之物则余量相等,以及诸如此类的事物。
- 3.68δέδεικται δὲ ὅτι πάντα τὰ προβλήματα ἐν τοῖς τρισὶν σχήμασιν εἰς τὴν παραδεδομένην μέθοδον
承前句“πάντες οἱ συλλογισμοὶ ὑπὸ τὰ τρία ἀνάγονται σχήματα”省略了动词 ἀνάγεται(或 ἀνάγονται),需补充理解为“三种格中的所有问题都被[归纳]于所传授的方法”。介词 εἰς 表示归宿或归纳的终点。
- 3.71εἶπε δὲ αἱ πλεῖσται, ὅτι εἰσὶν ἐκλογαὶ πάσαις ἐπιστήμαις
πάσαις ἐπιστήμαις 是表示归属或相关的与格,语境中省略了如 κοιναί 之类的形容词(即“对所有科学[共通]的选拔”)。这解释了亚里士多德为何说“大多数”是特异的,因为其余的选拔(如公理等)对于所有科学都是共通的。
