- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:303.20-304.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯指出了亚里士多德在45b24中文句表述的不精确,阐明了其基于固有属性换位的真实用意,进而论述探求前提的方法同样适用于必然、可能命题及其他样态谓述。
" Εἰ γὰρ τὰ Γ καὶ τὰ Η ταὐτὰ εἴη, μόνοις δὲ ληφθείη τοῖς Η τὸ Ε ὑπάρχειν,1 παντὶ ἂν τῷ Ε τὸ Α ὑπάρχοι." Δεῖ τῇ ἐννοίᾳ προσσχεῖν τοῦ φιλοσόφου καὶ οὕτω τὸ ῥητὸν νοῆσαι· οὐ γὰρ ἀκριβῶς κατὰ τὴν λέξιν εἴρηται. βούλεται γὰρ εἰπεῖν ὅτι, εἴ τι ἴδιον ὑπάρχοι ἐν τοῖς Η ὥστε μόνον τὸ Ε αὐτῷ ὑπάρχειν, ἔσται διὰ τὴν ἀντιστροφήν, ὡς εἴπομεν, τὸ Α παντὶ τῷ Ε. εἰ γὰρ εἴη τὸ μὲν Ε ἄνθρωπος, τὶ δὲ τῶν Η γελαστικόν, μόνον μὲν ὁ ἄνθρωπος ὑπάρχει τῷ γελαστικῷ, οὐ μέντοι μόνῳ τῷ γελαστικῷ· ὑπάρχει γὰρ καὶ τῷ λογικῷ θνητῷ καὶ τῷ ὀρθοπεριπατητικῷ καὶ πλατυωνύχῳ καὶ φιλοσόφῳ καὶ μυρίοις ἄλλοις. εἰ δέ τις εἴποι ὅτι οὐδὲ τῷ γελαστικῷ μόνον ὁ ἄνθρωπος ὑπάρχει (ὑπάρχει γὰρ καὶ τὸ ζῷον καὶ τὸ λογικὸν καὶ τὰ ἐπάνω), λέγω ὅτι οὐ καλῶς φησιν οὗτος· ἐν γὰρ τῷ ἀνθρώπῳ πάντα περιέχεται τὰ ἐπάνω. ὅτι δὲ οὐκ ἔρρωται κατὰ τὴν ἔννοιαν τοῦ φιλοσόφου ἡ λέξις ἡ λέγουσα μόνοις δὲ ληφθείη τοῖς Η τὸ Ε ὑπάρχειν, καὶ ἐντεῦθεν δῆλον. βούλεται γάρ τι ἴδιον εἶναι ἐν τοῖς Η ὥστε καὶ ἀντιστρέφειν πρὸς τὸ Ε· τὸ οὖν μόνοις τοῖς Η τὸ Ε ὑπάρχειν πότερον πᾶσι τοῖς ὑπὸ τὸ Η λέγει ἢ τῷ ἰδίῳ; εἰ μὲν οὖν πᾶσιν, ἀεὶ τοῦτο ὑπάρχει τοῖς Η τὸ μόνοις αὐτοῖς ὑπάρχειν τὸ Ε·2 πάντα γὰρ ἐλήφθησαν οἷς ἕπεται τὸ Ε, ὥστε ἄλλοις οὐ δύναται ὑπάρξαι. πῶς οὖν φησιν ἐξ ὑποθέσεως δεῖν λαβεῖν τὸ ἀεὶ ὑπάρχον; εἰ δὲ τῷ ἰδίῳ, ψευδὴς ὁ λόγος· οὐ γὰρ μόνῳ τῷ ἰδίῳ ὑπάρχει τὸ Ε ἀλλὰ καὶ ἄλλοις πολλοῖς καὶ μάλιστα οἷς κατ’ οὐσίαν ἕπεται. ὥστε κάλλιον ἦν εἰπεῖν μόνον δὲ ληφθείη τοῖς Η τὸ Ε ὑπάρχειν.
“因为如果Γ和Η相同,并且假定Ε只属于Η,那么Α将属于全称的Ε。” 必须注意这位哲学家的用意,并以此方式理解该文句;因为按照字面来说,表达得并不精确。因为他的意思是说,如果Η中具有某种固有属性,以至于只有Ε属于它,那么正如我们所说,通过换位,Α将属于全称的Ε。实际上,如果Ε是人,而Η中的某物是能笑的,那么唯有人属于能笑的,但绝非唯独属于能笑的;因为它也属于有理性的会死的、直立行走的、扁平指甲的、哲学家以及其他无数事物。如果有人说,就连对能笑的,也并非唯有人属于〔它〕(因为动物、有理性的以及更高的概念也属于它),我说:这人说得不对;因为在人之中包涵了所有更高的概念。另一方面,说“并且假定Ε只属于Η”这句字面按哲学家的用意来看并不确切,从以下几点也显而易见。因为他希望Η中存在某种固有属性以与Ε换位;那么,他说Ε“只属于Η”,是指属于Η之下的所有事物,还是指固有属性?如果是指所有事物,那么Ε只属于它们这一事实就始终属于Η;因为凡是Ε随之而来的事物都已被取尽,以至于它不可能属于其他事物。那么,他为何又说必须依据假定来取始终具有的属性呢?如果是指固有属性,这一论述就是虚假的;因为Ε不仅属于固有属性,而且还属于许多其他事物,特别是〔Ε〕按本质随之而来的事物。因此,更好的一种说法应当是:“并且假定只有Ε属于Η”。
"Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἀναγκαίων καὶ τῶν ἐνδεχομένων· ἡ γὰρ αὐτὴ σκέψις καὶ διὰ τῶν αὐτῶν ὅρων." Ἐπειδὴ ὡς ἐπὶ ὑπαρχουσῶν προτάσεων ἐγύμνασε τὸν λόγον, ὅσα, φησίν, εἴρηται περὶ τῶν ὑπαρχουσῶν, ταῦτα καὶ περὶ τῶν ἀναγκαίων καὶ τῶν ἐνδεχομένων λέγειν ἔχομεν. οὕτω γὰρ δεῖ τάς τε ἐκλογὰς αὐτῶν ποεῖσθαι καὶ τὰς ἐπιβλέψεις καθ’ ἕκαστον πρόβλημα, ἐπισημειουμένους τί μὲν ἀναγκαίως ὑπάρχει, τί δὲ ἐνδεχομένως. τοσοῦτον γὰρ μόνον διοίσει τοῦ ἐνδεχομένου τὸ ὑπάρχον τῷ πρότερον εἶναι κατὰ τὴν τάξιν τὸ ὑπάρχον, διὰ τὸ τὸ μὲν ἐκβεβηκέναι τὸ δὲ μέλλειν.3 οὕτω γὰρ τούτων ἐκλεγομένων συνάξομεν ἐκ μὲν τῶν ἀναγκαίων προτάσεων ἀναγκαῖον, ἐκ δὲ τῶν ἐνδεχομένων ἐνδεχόμενον.
“在必然命题和可能命题的情况下也依同样的方式;因为考察是相同的,且是通过相同的项。” 既然他是以实然前提来操演这一论述的,他说,凡是关于实然前提所说过的,关于必然前提和可能前提我们也同样能说。因为必须在每个待研究问题上如此进行它们的选择和考察,注明何者是必然地具有,何者是可能地具有。因为实然的与可能的唯一区别仅在于实然的在次序上先在,这是由于前者已经出现,而后者尚在将来。这样,在选定了这些项时,我们将从必然前提得出必然结论,从可能前提得出可能结论。
"Ληπτέον δὲ ἐπὶ τῶν ἐνδεχομένων καὶ τὰ μὴ ὑπάρχοντα δυνατὰ δὲ ὑπάρχειν." Ἐπειδὴ λέγεται ἐνδεχόμενον καὶ ὃ ὑπάρχει μὲν ἤδη, ἐνδεχομένως δὲ ὑπάρχει καὶ οὐκ ἀναγκαίως, λέγεται δὲ ἐνδεχόμενον καὶ ὃ μήπω μὲν ὑπάρχει, δύναται δὲ ὑπάρξαι, ὅπερ καὶ κυρίως ἐστὶν ἐνδεχόμενον (ἐκεῖνο γὰρ ὑπάρχον ἦν), εἰς τὰς ἐνδεχομένας, φησί, προτάσεις παραληπτέον καὶ τοῦτο τὸ ἐνδεχόμενον, ὅπερ, ὡς εἶπον, καὶ κυρίως ἐστὶν ἐνδεχόμενον.
“在可能命题的情况下,还应当把不具有但能够具有的属性也纳进来。” 既然可能既用来指已经具有但属于偶然而非必然具有的事物,也用来指尚未具有但能够具有的事物——而后者正是严格意义上的可能(因为前者已是实然的)——他说,在可能前提中还应当引入这种可能,即如我所说严格意义上的可能。
"Ὁμοίως δ’ ἔχει καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν.4" Τουτέστι τῶν λοιπῶν τρόπων, τοῦ σαφῶς, τοῦ καλῶς, τοῦ ὠφελίμως, τοῦ ἐπαινετῶς καὶ τῶν τοιούτων· ἐλέγετο γὰρ ἐν τῷ Περὶ ἑρμηνείας ἀπείρους εἶναι τοὺς τρόπους, περιέχεσθαι μέντοι ἐν τοῖς τρισίν. ἡ αὐτὴ οὖν, φησί, μέθοδος τῆς εὐπορίας καὶ ἐπὶ τούτων.
“在其他述谓的情况下也是同样。” 这就是说,在其余的样态上,如“明晰地”、“完好地”、“有益地”、“值得赞扬地”以及诸如此类的事物;因为在《解释篇》中曾说过,样态是无限的,但都被包含在这三种样态之内。因而他说,在这些情况下,探求前提的方法也是相同的。
- 3.64μόνοις δὲ ληφθείη τοῖς Η τὸ Ε ὑπάρχειν
亚里士多德原文使用与格复数形容词μόνοις修饰τοῖς Η,意为“Ε只属于Η”;斐洛庞奴斯在后文的注解中批评指出,此处更应写作修饰τὸ Ε的中性单数μόνον(“假定只有Ε属于Η”)。
- 3.64ἀεὶ τοῦτο ὑπάρχει τοῖς Η τὸ μόνοις αὐτοῖς ὑπάρχειν τὸ Ε
主语是带冠词不定式短语τὸ ... ὑπάρχειν,与指示代词τοῦτο构成同位语。τοῖς Η是动词ὑπάρχει的与格补足语。
- 3.65τῷ πρότερον εἶναι κατὰ τὴν τάξιν τὸ ὑπάρχον, διὰ τὸ τὸ μὲν ἐκβεβηκέναι τὸ δὲ μέλλειν
τῷ εἶναι是附属于动词διοίσει的限定与格(“仅在……这一点上有区别”)。该不定式的逻辑主语是τὸ ὑπάρχον。接下来的διὰ τό短语表示原因,其中包含以τὸ μέν(实然者)和τὸ δέ(可能者)为对照主语的两个不定式(ἐκβεβηκέναι与μέλλειν)。
- 3.67κατηγοριῶν
斐洛庞奴斯将亚里士多德引文中的κατηγοριῶν(通常指“范畴”或“谓述”)诠释为τῶν λοιπῶν τρόπων(“其余的样态”)。
