← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§301.32-303.19

假言推论的前提探求与完全假言推论的疑难

菲洛波庞论述了假言推论同样可归结为直陈式推论,因而探求前提的方法相同,并探讨了关于泰奥弗拉斯托斯“完全假言推论”的疑难与解答(45b18–20)。随后,他解释了如何通过假定可互换的固有属性或定义,由对特称项的考察得出全称命题(45b22)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.61

" Ὁ δὲ τρόπος ὁ αὐτὸς τῆς ἐπιβλέψεως." Καὶ ἐπὶ τούτων, φησί, τῶν συλλογισμῶν τῇ αὐτῇ μεθόδῳ χρηστέον τῆς εὐπορίας τῶν προτάσεων. εἰ γὰρ ἐδείξαμεν ἀνωτέρω ὅτι πάντες οἱ ὑποθετικοὶ δέονται κατηγορικοῦ συλλογισμοῦ πρὸς τελείωσιν, οἱ μὲν διὰ τοῦ ἀδυνάτου κατηγορικῶς τὸ ψεῦδος ἡμῶν συλλογιζομένων, οἱ δὲ λοιποὶ τῆς προσλήψεως κατηγορικῶς δεικνυμένης,1 οἱ δὲ κατηγορικοὶ πάντες εἰς ταύτην ἀνήγοντο τὴν μέθοδον, δῆλον ἄρα ὅτι καὶ οἱ ὑποθετικοὶ ὑπ’ αὐτὴν ἀναχθήσονται. ἀπορεῖ δὲ ἐν τούτοις ὁ Ἀλέξανδρος περὶ τῶν λεγομένων παρὰ τῷ Θεοφράστῳ δι’ ὅλου ὑποθετικῶν· οὐ γὰρ δέονται οὗτοι κατηγορικοῦ συλλογισμοῦ, ὥστε οὐδὲν χρησιμεύσει πρὸς τούτους ἡ παραδεδομένη μέθοδος. δι’ ὅλου δὲ ὑποθετικοὺς ἐκάλει ὁ Θεόφραστος τοὺς καὶ τὰς προτάσεις καὶ τὸ συμπέρασμα ἐξ ὑποθέσεως λαμβάνοντας· οἷον εἰ τὸ Α, καὶ τὸ Β· εἰ δὲ τὸ Β, καὶ τὸ Γ· εἰ τὸ Α ἄρα, καὶ τὸ Γ· σκόπει γὰρ ὅτι ἐξ ὑποθέσεως καὶ τὸ συμπέρασμα εἴληπται. φησὶν οὖν πρὸς τοῦτο ὅτι οὐδὲ ὅλως εἰσὶ συλλογισμοὶ οἱ δι’ ὅλου ὑποθετικοί· ἀκολουθίαν γὰρ μόνην σημαίνουσιν. ὥστε ἡ μέθοδος κοινή ἐστιν ἐπὶ πάντων τῶν συλλογισμῶν. ἔλεγε δὲ ὁ Θεόφραστος ὅτι δύνανται καὶ οὗτοι ὑπὸ τὰ τρία σχήματα ἀνάγεσθαι. ὅταν γὰρ εἴπωμεν ‘εἰ τὸ Α, καὶ τὸ Β, εἰ τὸ Β, καὶ τὸ Γ’, εἶτα συμπεράνωμεν ‘εἰ τὸ Α ἄρα, καὶ τὸ Γ’, ἀναλογεῖ τὸ μὲν Α ἐλάττονι ὅρῳ καὶ ὑποκειμένῳ, τὸ δὲ Β μέσῳ κατηγορουμένῳ μὲν τοῦ Α ὑποκειμένῳ δὲ τῷ Γ, ὅπερ ἀναλογεῖ μείζονι ὅρῳ· ὥστε οὕτως ἔσται τὸ πρῶτον σχῆμα. γίνεται πάλιν δεύτερον, ὅταν οὕτως εἴπω· εἰ τὸ Α, καὶ τὸ Β· εἰ μὴ τὸ Γ, οὐδὲ τὸ Β· εἰ μὴ τὸ Α ἄρα, οὐδὲ τὸ Γ. ὁμοίως καὶ τὸ τρίτον οὕτως· εἰ μὴ τὸ Β, οὐδὲ τὸ Α· εἰ τὸ Β, καὶ τὸ Γ· εἰ μὴ τὸ Α ἄρα, οὐδὲ τὶ τῶν Γ. δυνατὸν δὲ καὶ κατηγορικὰς λαβεῖν ἀμφοτέρας. κἀκεῖνο δὲ ἔστιν εἰπεῖν, ὅτι εἰ ἐξ ὑποθέσεως τὸ συμπέρασμα εἴληπται καὶ οὐκ ἐξ ἀνάγκης, ἐπειδὴ καὶ τῶν προτάσεων ἑκάστη, δῆλον ἄρα ὅτι, εἰ ἐθελήσομεν ἀνάγκην ἐπιθεῖναι τῷ λόγῳ, ἵνα τῷ ὄντι καὶ συλλογισμὸς γένηται, δεῖ ἑκάστην τῶν προτάσεων κατηγορικῶς ἀποδεῖξαι. εἴρηται γὰρ ἡμῖν ἐν τοῖς περὶ τῶν ὑποθετικῶν ὅτι πολλάκις μόνον τὸ συνημμένον κατασκευῆς δεῖται ἢ ἡ πρόσληψις, πολλάκις δὲ καὶ ἀμφότερα. ὥστε εἰ δεῖ καὶ τούτους τῷ ὄντι συλλογισμοὺς γενέσθαι, ὑπὸ τὴν αὐτὴν πεσοῦνται τῆς εὐπορίας τῶν προτάσεων μέθοδον, τοῦ συνημμένου καθ’ ἑκάστην πρότασιν κατασκευασθέντος, εἰ ἄδηλον ἦ, ἢ τῆς προσλήψεως ‘ἀλλὰ μὴν τὸ Α’ ἢ ἀμφοτέρων.2

“考察的方式是相同的。” 他说,在这些推论的情况下,也必须使用相同的探求前提的方法。因为如果我们此前已经表明,所有假言推论为了完结都需要直陈式推论——其中经由不可能的推论是在我们以直陈方式推论出虚假时,而其余的推论则是在附加假定以直陈方式被证明时——并且所有的直陈式推论都被归结到这一方法中,那么显然,假言推论也将被归结到它之下。但亚历山大在此处就泰奥弗拉斯托斯所谓“完全假言的”推论提出了疑难;因为这些推论不需要直陈式推论,以至于所传授的方法对它们将毫无用处。泰奥弗拉斯托斯将那些前提和结论都取自假定的推论称为“完全假言的”;例如:“如果Α,则Β;如果Β,则Γ;因此,如果Α,则Γ”。因为请注意,结论也是从假定中得出的。于是他[亚历山大]对此回应说,完全假言的推论根本就不是推论;因为它们仅仅表示一种蕴涵关系。因此,该方法对于所有推论都是通用的。但泰奥弗拉斯托斯曾说,这些推论也能被归结到三个格之下。因为当我们说“如果Α,则Β;如果Β,则Γ”,然后得出结论“因此,如果Α,则Γ”时,Α对应于小项和主项,Β对应于对Α述说而作为Γ的主项的中项,而Γ则对应于大项;因此,这样就构成了第一格。再次,当我这样说时便产生第二格:“如果Α,则Β;如果非Γ,则非Β;因此,如果非Α,则非Γ”。同样,第三格也是如此:“如果非Β,则非Α;如果Β,则Γ;因此,如果非Α,则并非某个Γ”。并且将两个前提都取为肯定的也是可能的。此外还可以说:如果由于前提中的每一个都是如此,结论也是取自假定而非出于必然,那么显而易见,如果我们希望给该论述赋予必然性,以便它真正成为推论,就必须直陈式地论证每一个前提。因为我们在关于假言推论的讨论中已经说过,往往只有假言命题需要确立,或者附加假定需要确立,而往往两者都需要。因此,如果这些推论也必须真正成为推论,那么在每个前提中的假言命题不明晰而被确立时,或者附加假定“但确实是Α”被确立时,或者两者都被确立时,它们都将落入相同的探求前提的方法之下。

§3.62

"Ἐπισκέψασθαι δὲ δεῖ καὶ διελεῖν ποσαχῶς οἱ ἐξ ὑποθέσεως." Τοῦτο λέγει, ὅπερ φθάσαντες ἐποιήσαμεν, εἰπόντες ποσαχῶς λέγονται ὑποθετικοί.

“还必须考察并区分依据假定的推论有几种。” 他所说的话,正是我们此前预先已经做过的,即说明了假言推论在几种意义上被言说。

§3.63

"Ἔστι δὲ καὶ ἄλλον τρόπον ἔνια συλλογίσασθαι τούτων, οἷον τὰ καθόλου διὰ τῆς κατὰ μέρος ἐπιβλέψεως ἐξ ὑποθέσεως." Δυνατόν, φησίν, ἔνια τῶν προβλημάτων, λέγω δὲ τὰ καθόλου, καὶ ἄλλως συλλογίσασθαι, λέγω δὴ ἐξ ὧνπερ καὶ τὰ μερικὰ συνελογισάμεθα, τὸ μὲν καθόλου καταφατικὸν διὰ τῶν ΓΗ (διὰ τούτων γὰρ τὸ μερικὸν καταφατικὸν ἐδείκνυτο), τὸ δὲ καθόλου ἀποφατικὸν διὰ τῶν ΔΗ· διὰ τούτων γὰρ τὸ μερικὸν ἀποφατικὸν ἐδείκνυτο. πῶς οὖν διὰ τούτων τὰ καθόλου συλλογισόμεθα; οὐχ ὡς ἁπλῶς, φησίν, ἀλλ’ ὡς ἐξ ὑποθέσεως. ἐξ ὑποθέσεως δὲ λέγεται οὐχ ὅτι ὑποθετικῶς, ἀλλ’ ὅτι καθ’ ὑπόθεσιν λαμβανόντων ἡμῶν τι.3 τί οὖν τοῦτό ἐστιν; ἔλεγεν ἐξ ἀρχῆς ὅτι οὐ μόνον τὰ κατ’ οὐσίαν τοῖς πράγμασιν ὑπάρχοντα δεῖ ἐκλέγεσθαι καὶ ἀπογράφεσθαι ἀλλὰ καὶ τὰ ἴδια. ἐὰν οὖν ὑποθώμεθα ἐν τοῖς ὑποκειμένοις τῷ Ε, λέγω δὴ τοῖς Η, εἶναί τι ἴδιον, ἐπειδὴ τὸ ἴδιον ἀντιστρέφει πρὸς τὸ οὗ ἐστιν ἴδιον, εἰ τὸ Ε τῷ Η παντί, καὶ τὸ Η τῷ Ε παντί. ἐπεὶ οὖν τὸ μὲν Α παντὶ τῷ Γ, ταὐτὸν δὲ εἰπεῖν τῷ Η, τὸ δὲ Η παντὶ τῷ Ε, καὶ τὸ Α παντὶ τῷ Ε ὑπάρξει. πάλιν εἰ τὸ Α οὐδενὶ τῷ Δ, ταὐτὸν δὲ εἰπεῖν τῷ Η, τὸ δὲ Η παντὶ τῷ Ε, καὶ τὸ Α οὐδενὶ τῷ Ε. τὸ αὐτὸ δῆλον ὅτι ποιοῦσι καὶ οἱ ὁρισμοὶ ἀντιστρέφοντες πρὸς τὸ ὁριστόν.

“也可以用另一种方式来推论其中的某些命题,例如通过对个别的考察依据假定推论全称命题。” 他说,可以用另一种方式推论出待研究问题中的某些命题,即全称命题;我指的是,正是从我们推论出特称命题的那些项出发[来推论]:全称肯定命题是通过Γ和Η(因为通过这些项展示了特称肯定命题),而全称否定命题是通过Δ和Η(因为通过这些项展示了特称否定命题)。那么,我们将如何通过这些项推论出全称命题呢?他说,不是无条件地,而是依据假定。所谓“依据假定”,并不是因为它是假言命题式的,而是因为我们依据假定取了某物。那么这是什么呢?他从一开始就说过,不仅必须选出并记录事物按本质具有的属性,而且还必须记录固有属性。因此,如果我们假定在作为Ε的主项的各项中(即Η中)存在某种固有属性,由于固有属性与其所属之物互换,如果Ε属于全称的Η,那么Η也属于全称的Ε。因此,既然Α属于全称的Γ(这等于说是属于Η),而Η属于全称的Ε,那么Α也将属于全称的Ε。同样,如果Α不属于任何Δ(这等于说是不属于Η),而Η属于全称的Ε,那么Α就不属于任何Ε。显然,定义也能起到同样的作用,因为它们与其所定义的事物互换。

语法注3 条
  1. 3.61οἱ μὲν διὰ τοῦ ἀδυνάτου κατηγορικῶς τὸ ψεῦδος ἡμῶν συλλογιζομένων, οἱ δὲ λοιποὶ τῆς προσλήψεως κατηγορικῶς δεικνυμένης

    前半句以主格结构 οἱ μὲν διὰ τοῦ ἀδυνάτου[συλλογισμοί]作为逻辑上的主题悬置先置,而其实际说明则由属格绝对结构(ἡμῶν συλλογιζομένων)来承担。后半句的 οἱ δὲ λοιποί 同样先提出主格项,随后转入属格绝对结构(τῆς προσλήψεως ... δεικνυμένης)。

  2. 3.61τοῦ συνημμένου καθ’ ἑκάστην πρότασιν κατασκευασθέντος, εἰ ἄδηλον ἦ, ἢ τῆς προσλήψεως ‘ἀλλὰ μὴν τὸ Α’ ἢ ἀμφοτέρων

    这是句末的属格绝对结构,表达了主句(ὑπὸ τὴν αὐτὴν πεσοῦνται ... μέθοδον)得以成立的条件。属格主语 τοῦ συνημμένου、τῆς προσλήψεως 与 ἀμφοτέρων 相互并列,其间嵌入了条件从句 εἰ ἄδηλον ἦ。

  3. 3.63ἐξ ὑποθέσεως δὲ λέγεται οὐχ ὅτι ὑποθετικῶς, ἀλλ’ ὅτι καθ’ ὑπόθεσιν λαμβανόντων ἡμῶν τι

    在 οὐχ ὅτι ... ἀλλ' ὅτι 的对比结构中,后一个 ὅτι 引出的并不是带有限定动词的从句,而是直接接上属格绝对结构(λαμβανόντων ἡμῶν τι)充当宾语/原因内容。此结构旨在鲜明对比形式上的“假言式(ὑποθετικῶς)”与实际上“依据设定/假定而取某物(καθ' ὑπόθεσιν λαμβάνειν)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:301.32-303.19