← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§300.22-301.31

直证与归谬的区别及假言推论的替换

斐洛波诺斯注解了《前分析篇》A29(45b12–15),阐明亚里士多德将直接推论与归谬法的详细区分留待后文讨论,并解释假言推论中的探究针对的是替换(附加假定)而非最初设定的前件与后件,同时举例分析了按照性质(从较强、从较弱、从同等)进行的推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.59

" Ταῦτα μὲν οὖν ἔσται φανερὰ μᾶλλον διὰ τῶν ἑπομένων, ὅταν περὶ τοῦ ἀδυνάτου λέγωμεν." Ἐπειδὴ εἶπε τίνι διαφέρει ὁ δεικτικὸς τοῦ ἀδυνάτου, ταῦτα, φησίν, ἐν τοῖς ἑξῆς ἀκριβέστερον εἰσόμεθα. λέγει δὲ ἐν τῷ δευτέρῳ λόγῳ· ἐκεῖ γὰρ ἀκριβέστερον διεξέρχεται περὶ τῆς τούτων διακρίσεως· λέγει γὰρ ἐκεῖ ὅτι διαφέρει ὁ ἐπ’ εὐθείας τοῦ δι’ ἀδυνάτου τῷ [τε] εἰρημένῳ τρόπῳ, ὅτι ὁ μὲν ἀμφοτέρας τὰς προτάσεις ἀληθεῖς λαμβάνει, ὁ δὲ τὴν ἑτέραν ψευδῆ.

“因此,当我们论及不可能性时,这些事情通过接下来的论述将变得更加明晰。” 在说明了直接[推论]与经由不可能的[推论]有何不同之后,他说,我们将在接下来的论述中更精确地知晓这些事情。他指的是在第二卷论述中;因为在那里,他更精确地详述了它们之间的区别;因为他在那里说,直接[推论]与经由不可能的[推论]依上述方式有所不同,即前者把两个前提都作为真的来取,而后者则把其中一个前提作为假的来取。

§3.60

"Ἐν δὲ τοῖς ἄλλοις συλλογισμοῖς τοῖς ἐξ ὑποθέσεως, οἷον ὅσοι κατὰ μετάληψιν ἢ κατὰ ποιότητα, ἐν τοῖς ὑποκειμένοις, οὐκ ἐν τοῖς ἐξ ἀρχῆς ἀλλ’ ἐν τοῖς μεταλαμβανομένοις ἔσται ἡ σκέψις.1" Ἐν τοῖς ἄλλοις, δηλονότι τοῖς ἐξ ὑποθέσεως. ἐπειδὴ γὰρ ἔδειξεν ὅτι οἱ κατηγορικοὶ συλλογισμοὶ καὶ οἱ δι’ ἀδυνάτου διὰ τῆς αὐτῆς μεθόδου περαίνονται, νῦν φησιν ὅτι καὶ οἱ ἄλλοι ὑποθετικοὶ συλλογισμοί, ὅσοι κέχρηνται τῇ μεταλήψει, διὰ τούτων δείκνυνται. ἐν τούτοις γάρ, φησίν, ἡ μετάληψις δεῖται τῆς δείξεως· οὐ δείκνυται δὲ ἄλλως ἢ κατηγορικῶς· οἱ δὲ κατηγορικοὶ διὰ τούτων ἐδείχθησαν. οὐκοῦν καὶ οὗτοι διὰ ταύτης δειχθήσονται τῆς μεθόδου. οὐκ ἀντιδιαιρεῖ δὲ τὴν μετάληψιν τῇ ποιότητι· καθολικώτερον γὰρ ἡ μετάληψις· τὸ δὲ καθόλου οὐκ ἀντιδιαιρεῖται πρὸς τὸ μέρος. ὥστε τὸ ἢ κατὰ ποιότητα ἀντὶ τοῦ ‘καὶ κατὰ ποιότητα’.2 εἴπομεν δὲ ἤδη ὅτι ὅπερ οἱ Στωικοὶ πρόσληψιν ἐκάλουν, τοῦτο οἱ Περιπατητικοὶ μετάληψιν ἔλεγον. πάντες μὲν οὖν οἱ ὑποθετικοὶ κατὰ μετάληψίν εἰσι. κατὰ ποιότητα δὲ ἐκεῖνοι λέγονται ὅσοι ἐκ τοῦ μᾶλλον ἐπιχειροῦσιν ἢ ἐκ τοῦ ἧττον ἢ ἐκ τοῦ ὁμοίου. εἰσὶ δὲ οἱ μὲν ἐκ τοῦ μᾶλλον ἀνασκευαστικοί, οἱ δὲ ἐκ τοῦ ἧττον κατασκευαστικοί, οἱ δὲ ἐκ τοῦ ὁμοίου πρὸς ἑκάτερα ἐπ’ ἴσης ἔχουσιν. οἷον ἐκ τοῦ μᾶλλον· εἰ ἡ ὑγίεια μᾶλλον ἀγαθὸν ἢ ὁ πλοῦτος, οὐκ ἀγαθὸν δὲ πάντως ἡ ὑγίεια, οὐδὲ ὁ πλοῦτος ἄρα. ἐκ δὲ τοῦ ἧττον· εἰ ἡ ὑγίεια ἧττον δοκοῦσα ἀγαθὸν εἶναι τῆς ἀρετῆς ὅμως ἀγαθόν ἐστι, καὶ ἡ ἀρετὴ ἄρα ἀγαθόν. ἐκ δὲ τοῦ ὁμοίου κατασκευάζομεν οὕτως· εἰ ὁμοίως ἡ ἰσχὺς καὶ τὸ κάλλος σώματός εἰσιν ἀρεταί, ἀγαθὸν δὲ ἡ ἰσχύς, καὶ τὸ κάλλος ἄρα. πάλιν ἀνασκευάζομεν· εἰ ὁμοίως ἄμφω σώματος, οὐκ ἀγαθὸν δὲ ἡ ἰσχύς, οὐδὲ τὸ κάλλος ἄρα. ἐν τοῖς οὖν κατὰ μετάληψιν, φησί, συλλογισμοῖς καὶ κατὰ ποιότητα (οὐ γὰρ ἐπειδὴ πάντες κατὰ μετάληψιν, ἤδη πάντες καὶ κατὰ ποιότητα) ἡ ζήτησις ἐν τοῖς ὑποκειμένοις γίνεται, ὑποκειμένοις δὲ οὐ τοῖς ἐξ ἀρχῆς ἀλλὰ τοῖς ὕστερον. ὃ δὲ λέγει τοῦτό ἐστι· τὸ δεόμενον ἀποδείξεως ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς ἡ πρόσληψίς ἐστιν, ὅπερ ἤδη καὶ ἀνωτέρω εἶπεν. τὴν γὰρ πρόσληψιν βουλόμενος σημᾶναι εἶπε τὸ ἐν τοῖς ὑποκειμένοις, οὐκ ἐν τοῖς ἐξ ἀρχῆς, ἤγουν τῷ ἡγουμένῳ καὶ τῷ ἑπομένῳ, ἅπερ ὑποκείμενα εἶπεν, ὑποκείμενα δὲ ἐξ ἀρχῆς· λέγομεν γὰρ ‘εἰ ἄνθρωπος, καὶ ζῷον’. τὸ δὲ ‘ἀλλὰ μὴν ἄνθρωπος’, ὅπερ ἐστὶν ἡ πρόσληψις, καὶ τοῦτό φησιν ὑποκείμενον, ὑποκείμενον δὲ τὸ κατὰ τὴν μετάληψιν, περὶ ὅ φησι γίνεσθαι τὴν ζήτησιν· τοῦτο γάρ ἐστι τὸ δεόμενον ἀποδείξεως.

“然而,在依据假定的其他推论中,例如按照替换或按照性质的推论,考察将在所设定的诸项中进行,不在最初的诸项中,而是在被替换的诸项中。” “在其他推论中”,显然即在依据假定的推论中。因为在表明了直陈式[=直接]推论与经由不可能的推论是经由同一种方法完成的之后,他现在说,凡是使用了替换的其他假言推论,也都是经由这些[方法]来证明的。因为他说,在这些推论中,替换需要证明;而它只能直陈式地被证明;而直陈式推论已经经由这些[方法]得到了证明。因此,这些推论也将经由这一方法被证明。但他并不是把替换与性质相并列对分;因为替换更加普遍,而普遍者并不与部分相并列对分。因此,“或者按照性质”是用来代替“并且按照性质”。我们前面已经说过,斯多亚学派称之为“附加假定”的东西,漫步学派称之为“替换”。因此,所有的假言推论都是按照替换的。而凡是从较强[=较多]、从较弱[=较少]或从同等出发进行论证的推论,都被称为“按照性质”。从较强出发的推论是反驳性的,从较弱出发的推论是建构性的,而从同等出发的推论对于两方具有同等效力。例如从较强出发:“如果健康比起财富更是善,但健康绝不是善,那么财富也不是善”。从较弱出发:“如果健康虽然看似不如德性那样是善,却依然是善,那么德性也是善”。从同等出发,我们这样建构:“如果力量与美丽同样是身体的卓越特质,而力量是善,那么美丽也是善”。我们再次[从同等出发]反驳:“如果两者同样属于身体,而力量不是善,那么美丽也不是善”。因此他说,在按照替换且按照性质的推论中(因为并非由于所有的都是按照替换,就立刻所有的也都是按照性质),探究发生在所设定的诸项中,但并非最初的设定项,而是在随后的设定项中。而他所说的正是这意思:在假言推论中需要论证的是附加假定,正如他前面也已经说过的。因为他意欲指明附加假定,便说了“在所设定的诸项中,不在最初的诸项中”,即不在前件与后件中,他称这两者为设定项,且是最初的设定项;因为我们说“如果是人,也就是动物”。而“但确实是人”这一附加假定,他说这同样也是设定项,即按照替换的设定项,关于该项他说正在进行探究;因为正是这一项需要论证。

语法注2 条
  1. 3.60ἐν τοῖς ὑποκειμένοις, οὐκ ἐν τοῖς ἐξ ἀρχῆς ἀλλ’ ἐν τοῖς μεταλαμβανομένοις ἔσται ἡ σκέψις.

    在亚里士多德原文连续的介词短语中,οὐκ ἐν τοῖς ἐξ ἀρχῆς ἀλλ’ ἐν τοῖς μεταλαμβανομένοις 作为同位语短语限定并解释了前面的 ἐν τοῖς ὑποκειμένοις。斐洛波诺斯指出,“设定的诸项(ὑποκείμενα)”一词既可指条件句的组成部分(前件与后件),也可指附加的前提,但推论中需要考察和论证的并非前者(最初设定的项),而是后者(替换项/附加假定)。

  2. 3.60ὥστε τὸ ἢ κατὰ ποιότητα ἀντὶ τοῦ ‘καὶ κατὰ ποιότητα’.

    连词 ἤ 在此处并非用作排他性或并列性的选言,而是被解释为包含性附加(相当于“并且”或“即”),连接普遍范畴与其下属部分。注解者的依据是:既然所有假言三段论都基于替换(μετάληψις),那么按照性质(κατὰ ποιότητα)的三段论只是其一部分,不可与替换构成对立并列划分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:300.22-301.31