← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§299.8-300.21

证明的相互换位与归谬法中对共通项的要求

亚里士多德展示了从直接证明向经由不可能的证明的换位(45b1),并确认这适用于所有其他论题(45b3)。随后斐洛庞奴斯解释了归谬法推论中必须取一个有别于两端项的共通项(中项Β)以及针对该项得出虚假结论的道理(45b4)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.56

" Πάλιν εἰ δεικτικῶς συλλελόγισται τὸ Α τῷ Ε μηδενὶ ὑπάρχειν, ὑποθεμένοις ὑπάρχειν1 διὰ τοῦ ἀδυνάτου δειχθήσεται οὐδενὶ ὑπάρχον." Ἀντιστρέψας πρὸς τὴν δι’ ἀδυνάτου δεῖξιν τὴν δεικτικὴν νῦν πρὸς τὴν δεικτικὴν ἀντιστρέφει τὴν δι’ ἀδυνάτου. εἰ γὰρ δέδεικται δεικτικῶς διὰ τοῦ δευτέρου σχήματος ὅτι τὸ Α οὐδενὶ τῷ Ε, ἐὰν τὸ ἀντικείμενον τούτῳ λάβωμεν τὸ τινί, δείκνυμεν πάλιν τὸ αὐτὸ καὶ δι’ ἀδυνάτου. εἰ γὰρ τινὶ τῶν Ε τὸ Α, τὸ δὲ Β παντὶ τῷ Α, συνάγεται πάλιν ἐν πρώτῳ σχήματι τὸ Β τινὶ τῶν Ε· ἀλλ’ ὑπέκειτο οὐδενί· ψεῦδος ἄρα τὸ τινὶ τῶν Ε τὸ Α· οὐκοῦν οὐδενί. δέδεικται οὖν διὰ τούτων ὅτι ἀντιστρέφουσιν ἀμφότεραι αἱ δείξεις, ἥ τε κατηγορικὴ καὶ ἡ δι’ ἀδυνάτου, καὶ διὰ τῆς αὐτῆς μεθόδου, λέγω δὴ τῆς εὐπορίας τῶν προτάσεων, ἀμφότεραι προέρχονται.

“再次,如果已经直接推论出Α不属于任何Ε,那么对假定它属于的人来说,经由不可能就将证明它不属于任何一个。” 在使直接证明相对于经由不可能的证明换位之后,他现在又使经由不可能的证明相对于直接证明换位。因为如果通过第二格已经直接证明了Α不属于任何Ε,那么如果我们取与此矛盾对立的命题,即“属于某个”,我们经由不可能又再次证明了同一件事。因为如果Α属于某个Ε,而Β属于所有的Α,那么在第一格中又推导出Β属于某个Ε;但此前曾假定它不属于任何一个;因此Α属于某个Ε是假的;所以它不属于任何一个。因此,通过这些表明,两种证明——即直陈式的[直接证明]与经由不可能的证明——是相互换位的,并且两者都经由同一种方法进行,我指的正是前提的齐备法。

§3.57

"Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων." Ἐπειδὴ ὡς ἐπὶ μόνης τῆς καθόλου ἀποφατικῆς τὸν λόγον ἐγύμνασε τῶν ἀντιστροφῶν, τὰ αὐτά, φησί, καὶ ἐπὶ τῶν λοιπῶν προβλημάτων συμβαίνει.

“在其他情形下也同样如此。” 由于他只就全称否定命题演练了换位的论述,他说,对于其余的论题也发生同样的事情。

§3.58

"Ἐν ἅπασι γὰρ ἀνάγκη κοινόν τινα λαβεῖν ὅρον ἄλλον τῶν ὑποκειμένων,2 πρὸς ὃν ἔσται τοῦ ψεύδους ὁ συλλογισμός." Ἐν πᾶσι, φησί, τοῖς δι’ ἀδυνάτου συλλογισμοῖς δεῖ κοινόν τινα ὅρον ἕτερον ὄντα παρ’ ἀμφοτέρους τοὺς ἄκρους ὅρους λαβεῖν· τούτους γὰρ ἐσήμανε διὰ τοῦ εἰπεῖν τῶν ὑποκειμένων· οὗτοι γὰρ ἐξ ἀρχῆς ὑπόκεινται περὶ ὧν ἡ σκέψις, τὸ Α καὶ τὸ Ε. κοινὸν δὲ λέγει οὐχὶ ἀντὶ τοῦ ‘μέσον κοινωνίαν ἔχοντα πρὸς ἑκάτερον καὶ δι’ ἑαυτοῦ τοὺς ἄκρους συνδέοντα’, ἀλλὰ κοινόν φησιν ‘ἔν τε τῇ ἐπ’ εὐθείας δείξει παραλαμβανόμενον τὸν αὐτὸν καὶ ἐν τῇ δι’ ἀδυνάτου’. ἐπειδὴ γὰρ εἶπεν ὅτι ἐκ τῶν αὐτῶν ὅρων ἀμφότεραι αἱ ἀποδείξεις, τοῦτο θέλει αὐτὸ ἀποδεῖξαι. εἰ οὖν οἱ ἐξ ἀρχῆς ὑποκείμενοι ὅροι, λέγω δὴ οἱ τοῦ προβλήματος, ὅ τε Α καὶ ὁ Ε περὶ ὧν ἡ σκέψις, οἱ αὐτοὶ ἐν ἀμφοτέραις, δεῖ δὲ καὶ ἕτερόν τινα παρὰ τούτους ἐν ἀμφοτέραις ταῖς ἀποδείξεσιν τὸν αὐτὸν εὑρίσκεσθαι, σαφὲς ὡς ἐκ τῶν αὐτῶν ὅρων ἀμφότεραι αἱ ἀποδείξεις περαίνονται. ὅτι οὖν κοινός τις παρὰ τοὺς κειμένους ὅρος ἐν ἀμφοτέραις λαμβάνεται, δείκνυσι. καὶ γὰρ ἐν ταῖς προκειμέναις δείξεσι, τῇ τε ἐπ’ εὐθείας καὶ τῇ δι’ ἀδυνάτου, ἔστι κοινὸς ὅρος τὸ Β· οὗτος γὰρ ἐπὶ μὲν τῆς ἐπ’ εὐθείας δείξεως ἀληθῶς ἀπεφάσκετο τοῦ Ε καὶ ἐποίει τὴν ἐλάττονα πρότασιν· ἐπὶ δὲ τῆς δι’ ἀδυνάτου ψευδῶς κατεφάσκετο τὸ Β τοῦ Ε ἐν συμπεράσματι. πρὸς τοῦτον οὖν, φησί, τὸν κοινὸν ὅρον τὸ ψευδὲς γίνεται συμπέρασμα· συνήγετο γὰρ ψευδῶς ὅτι τὸ Β τινὶ τῶν Ε. ταύτης οὖν, φησί, τῆς ψευδοῦς προτάσεως, ἥτις ἦν τῆς δι’ ἀδυνάτου ἀπαγωγῆς συμπέρασμα, ἀντιληφθείσης,3 τουτέστιν εἰς τὴν ἀληθῆ μεταληφθείσης, οἷον ἀντὶ τοῦ λέγειν ὅτι τὸ Β τινὶ τῶν Ε, ἵνα λάβωμεν, ὅτι οὐδενί, ὅπερ καὶ ἐξ ἀρχῆς ὑπέκειτο, τῆς δὲ ἑτέρας προτάσεως φυλαττομένης, δηλονότι τῆς πρὸς τὸν μείζονα ὅρον τοῦ μέσου, τῆς ὅτι παντὶ τῷ Α τὸ Β ὑπάρχει, οὕτω, φησίν, ἔσται δεικτικὸς ὁ δι’ ἀδυνάτου συλλογισμός· τὸ γὰρ Β παντὶ μὲν τῷ Α οὐδενὶ δὲ τῷ Ε· οὐκοῦν καὶ τὸ Α οὐδενὶ τῷ Ε ὑπάρξει.

“因为在所有情形中,都必须在所设定的诸项之外取某个共通项,针对该项将得出虚假的推论。” 他说,在所有经由不可能的三段论中,都必须取某个与两端项不同的共通项;因为通过说“所设定的诸项”,他所指的就是这两个端项;因为考察所针对的这两个项,即Α和Ε,从一开始就是被设定的。而他说“共通”,并不是指“与两项都有共通联系并通过自身将两端项连接起来的中项”,而是称“在直接证明和经由不可能的证明中都被当作同一者采用的项”为共通项。因为既然他说两种论证都由相同的诸项构成,他便意欲论证这一点本身。因此,如果从一开始设定的诸项,也就是进行考察的问题的诸项Α和Ε在两种论证中是相同的,并且在这些项之外还必须在两种论证中都发现有另一个相同的项,那么显然两种论证都是由相同的诸项构成的。因此,他表明在两种论证中都在已设定的诸项之外取了一个共通项。因为在所提出的证明中,即直接证明和经由不可能的证明中,共通项都是Β;因为在直接证明中,该项对于Ε是被真实否定的,并构成了小前提;而在经由不可能的证明中,Β在结论中对于Ε是被虚假肯定的。他说,因此正是针对这个共通项得出了虚假的结论;因为虚假地推导出了Β属于某个Ε。他说,因此,当作为归谬法的结论的这个虚假前提被替换——也就是被换成真实的前提,正如我们不再说Β属于某个Ε,而是取从一开始就设定的它不属于任何一个——并且另一前提保持不变(显然即中项相对于大项的前提,即Β属于所有的Α)时,经由不可能的三段论就会这样变成直接的三段论;因为Β属于所有的Α,却不属于任何Ε;因此Α也不属于任何Ε。

语法注3 条
  1. 3.56ὑποθεμένοις ὑπάρχειν

    与格分词 ὑποθεμένοις 表示关涉对象或条件性的伴随情况(“对假定者而言/如果假定”),与将来时被动动词 δειχθήσεται 连用。

  2. 3.58τῶν ὑποκειμένων

    紧随 ἄλλον 的属格 τῶν ὑποκειμένων 为分离或比较属格。正如注释家明确指出的,在语境中它指的不是“主词”,而是“最初设定的诸项”,即所探究论题的两端项(Α与Ε)。

  3. 3.58ἀντιληφθείσης

    独立属格结构中的分词。动词 ἀντιλαμβάνω 在此表示“取其相反者”或“代换”,斐洛庞奴斯紧接着用 εἰς τὴν ἀληθῆ μεταληφθείσης(“被替换为真实前提时”)对其句法含义作了解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:299.8-300.21