- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:29.3-30.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞提出了一个基于《解释篇》全部前提的完备划分体系,通过“是”与“不是”的附加、去除、结合与分割对各类前提进行分类,论证了为何在模态前提与位换前提中肯定与否定分别对应于结合与分割,并说明了潜能地具有连系词的模态前提应如何归类。
ἵνα οὖν ἀνελλιπὴς ἡ διαίρεσις γένηται πάσας τὰς ἐν τῷ Περὶ ἑρμηνείας παραδεδομένας προτάσεις περιλαμβάνουσα, εἴπωμεν οὕτως· τῶν προτάσεων αἱ μὲν δυνάμει ἔχουσι τὸ ἔστιν αἱ δὲ ἐνεργείᾳ· καὶ τῶν δυνάμει αἱ μέν εἰσι καταφατικαί, αἵτινες ἀφαίρεσιν ἔχουσι τοῦ εἶναι, αἱ δὲ ἀποφατικαί, αἵτινες ἀφαίρεσιν ἔχουσι τοῦ μὴ εἶναι· τῶν δὲ ἐνεργείᾳ τὸ ἔστιν ἐχουσῶν αἱ μὲν ἁπλαῖ αἱ δὲ ἐκ μεταθέσεως· καὶ τῶν ἁπλῶν αἱ μὲν ἄνευ τρόπου αἱ δὲ μετὰ τρόπου· καὶ τῶν ἄνευ τρόπου αἱ μὲν καταφατικαὶ πρόσθεσιν ἔχουσι τοῦ εἶναι, αἱ δὲ ἀποφατικαὶ πρόσθεσιν τοῦ μὴ εἶναι· καὶ τῶν μετὰ τρόπου αἱ μὲν καταφατικαὶ σύνθεσιν τοῦ εἶναι, αἱ δὲ ἀποφατικαὶ διαίρεσιν τοῦ εἶναι· εἰ δὲ ἐκ μεταθέσεως εἶεν αἱ προτάσεις εἴτε μετὰ τρόπου εἴτε ἄνευ τρόπου, εἰ μὲν καταφατικαὶ εἶεν, σύνθεσιν ἔχουσι τοῦ μὴ εἶναι, εἰ δὲ ἀποφατικαί, διαίρεσιν τοῦ μὴ εἶναι. Ἓν ἔτι λείπει ζητῆσαι, τί δήποτε μή, ὥσπερ ἐπὶ τῶν ἄνευ τρόπου ἁπλῶν τῶν τε δυνάμει τὸ εἶναι ἐχουσῶν καὶ τῶν ἐνεργείᾳ ὁμοίως ταῖς καταφάσεσιν αἱ ἀποφάσεις ἢ πρόσθεσιν ἢ ἀφαίρεσιν ἔχειν ἐλέγοντο (διέφερε δὲ τὸ εἶναι ἢ μὴ εἶναι, ὅτι ἐν ταῖς καταφάσεσι τὸ εἶναι, ἐν δὲ ταῖς ἀποφάσεσι τὸ μὴ εἶναι), οὕτω δὴ καὶ ἐπὶ τῶν ἐκ μεταθέσεως καὶ ἔτι ἐπὶ τῶν μετὰ τρόπου ἁπλῶν, ἀλλὰ ταῖς μὲν καταφάσεσι πάσαις τὴν σύνθεσιν δεδώκαμεν, ταῖς δὲ ἀποφάσεσιν ἁπάσαις τὴν διαίρεσιν.1 λέγομεν οὖν ὅτι ἐν τούτοις αἱ καταφάσεις ἅπασαι ὕπαρξιν δηλοῦσιν. αἱ μὲν οὖν ἁπλαῖ συντιθέασι τὸ εἶναι τῇ προτάσει, ὡς ἡ ‘Σωκράτη δυνατόν ἐστι περιπατεῖν’, αἱ δὲ ἐκ μεταθέσεως τὸ μὴ εἶναι, ὡς ἡ ‘Σωκράτη δυνατόν ἐστι μὴ περιπατεῖν’ καὶ ἡ ‘Σωκράτης οὐ περιπατῶν ἐστιν’. ὕπαρξιν οὖν δηλοῦσαι πᾶσαι οὐκ ἂν λέγοιντο διαίρεσιν ἐργάσασθαι, οὐδ’ εἰ ἐκ μεταθέσεως εἶεν· καὶ αὗται γὰρ τὸ μὴ εἶναι συντιθέασιν. εἰ δὲ τοῦτο, αἱ ἄρα ἀποφάσεις αὐτῶν διαίρεσιν ἔχειν λέγοιντο ἄν. οὐχ οὕτω δὲ καὶ ἐπὶ τῶν λοιπῶν· τῆς γὰρ ‘Σωκράτης περιπατεῖ’ ἀφαίρεσιν ἔχειν λεγομένης τοῦ εἶναι, εἰκότως ἡ ταύτης ἀπόφασις ἡ ‘Σωκράτης οὐ περιπατεῖ’ ἢ ἀφαίρεσιν ἕξει τοῦ μὴ εἶναι ἢ πρόσθεσιν τοῦ εἶναι ἢ πρόσθεσιν τοῦ μὴ εἶναι· ὅτι μὲν οὖν πρόσθεσιν οὔτε τοῦ εἶναι οὔτε τοῦ μὴ εἶναι ἔχει, δῆλον· ὅλως γὰρ τοῦ ἔστι ῥήματος μὴ προσκειμένου αὐτῇ, μήτε καταφατικῶς μήτε ἀποφατικῶς, πῶς ἂν λέγοιτο ἔχειν αὐτοῦ πρόσθεσιν; οὐκοῦν λείπεται ἀφαίρεσιν αὐτὴν ἔχειν τοῦ μὴ εἶναι. πάλιν τῆς ‘Σωκράτης περιπατῶν ἐστιν’ ὁμολογουμένως πρόσθεσιν ἐχούσης τοῦ εἶναι, ἡ ταύτης ἀπόφασις ἡ ‘Σωκράτης περιπατῶν οὐκ ἔστιν’ ἢ πρόσθεσιν ἕξει τοῦ μὴ εἶναι ἢ ἀφαίρεσιν τοῦ εἶναι ἢ ἀφαίρεσιν τοῦ μὴ εἶναι· ἀλλ’ ὅτι μὲν ἀφαίρεσιν τοῦ εἶναι οὐκ ἔχει, πρόδηλον· πρόσεστι γὰρ αὐτῇ τὸ ἔστι ῥῆμα· ἀλλὰ μὴν οὐδὲ τοῦ μὴ εἶναι ἀφαίρεσιν ἔχει· αὐτὸ γὰρ δὴ τοῦτό φησιν, ὅτι οὐκ ἔστι· λείπεται ἄρα πρόσθεσιν ἔχειν τοῦ μὴ εἶναι. καὶ ἄλλως· ἐν οἷς ἡ ‘Σωκράτης οὐ περιπατεῖ’ δέδεικται ἀφαίρεσιν ἔχουσα τοῦ μὴ εἶναι, αἱ δὲ δύο καταφάσεις, ἡ μὲν ‘Σωκράτης περιπατεῖ’ ἀφαίρεσιν τοῦ εἶναι, ἡ δὲ ‘Σωκράτης περιπατῶν ἐστι’ πρόσθεσιν τοῦ εἶναι, ἐν τούτοις ἄρα συναποδέδεικται ἡ ‘Σωκράτης οὐ περιπατῶν ἐστι’ πρόσθεσιν ἔχειν τοῦ μὴ εἶναι· τοῦτο γὰρ τὸ μόριον λέγεται. ἴσως δὲ καὶ τοῦτο ζητήσειεν ἄν τις, ὅτι εἰ ὅλως ἐνδέχεται εὑρεῖν προτάσεις2 τινὰς μετὰ τρόπου δυνάμει τὸ ἔστιν ἐχούσας, εἰ καὶ μὴ εἴρηται περὶ τοιούτων προτάσεων ἐν τῷ Περὶ ἑρμηνείας, ὅμως ὑπὸ ποῖον τῶν τεσσάρων τμημάτων ἀνοίσομεν τὰς τοιαύτας προτάσεις, οἷον τὴν ‘Σωκράτης ἐνδεχομένως φιλοσοφεῖ’, ὁ ἄνθρωπος ἀναγκαίως ἀναπνεῖ’ καὶ τὰς ὁμοίας; λέγομεν οὖν ὅτι καὶ τούτων αἱ μὲν καταφάσεις λεχθεῖεν ἂν ἀφαίρεσιν ἔχειν τοῦ εἶναι, αἱ δὲ ἀποφάσεις ἀφαίρεσιν τοῦ μὴ εἶναι. εἰ μέντοι τὸ ὁριστικὸν αὐτῶν ῥῆμα διαλύσωμεν εἰς μετοχὴν καὶ ῥῆμα, οἷον Σωκράτης ἐνδεχομένως φιλόσοφός ἐστιν, ὁ ἄνθρωπος ἀναγκαίως ἀναπνέων ἐστί, λεχθείησαν 〈ἂν〉 καὶ τούτων κατὰ τὸ ἀκόλουθον αἱ μὲν καταφάσεις πρόσθεσιν ἔχειν τοῦ εἶναι, αἱ δὲ ἀποφάσεις πρόσθεσιν τοῦ μὴ εἶναι.
因此,为了使这一划分变得完全,从而包揽在《解释篇》中所传授的全部前提,让我们这样来表述:在诸前提中,有的潜能地具有“是”,有的现实地具有;在潜能地具有的前提中,有的是肯定前提,它们具有“是”的去除,有的是否定前提,它们具有“不是”的去除;在现实地具有“是”的前提中,有的是单纯的,有的是通过位换的;在单纯的前提中,有的不带模态,有的带有模态;在不带模态的前提中,肯定前提具有“是”的附加,否定前提具有“不是”的附加;在带有模态的前提中,肯定前提具有“是”的结合,否定前提具有“是”的分割;但前提如果是通过位换的,无论带有模态还是不带模态,如果是肯定前提,就具有“不是”的结合,如果是否定前提,就具有“不是”的分割。 尚存一个问题有待探究:究竟为何不像在不带模态的单纯前提中——无论潜能地具有“是”还是现实地具有——否定前提与肯定前提同样被说成具有附加或去除(其区别仅在于“是”还是“不是”,即肯定前提中是“是”,否定前提中是“不是”),为何在通过位换的前提以及带有模态的单纯前提中却并非如此,而是我们将结合赋予了所有的肯定前提,将分割赋予了所有的否定前提?我们因而回答说,在这些前提中,所有的肯定前提都表示实存。单纯的肯定前提将“是”结合于前提,例如“苏格拉底行走是可能的”;而通过位换的前提将“不是”结合于前提,例如“苏格拉底不行走是可能的”以及“苏格拉底是不行走的”。因此,既然它们全部表示实存,便不能被说成造成分割,即便它们是通过位换的也不行;因为它们同样结合了“不是”。既然如此,它们的否定前提因而就将被说成具有分割。但在其余的前提中情况并非如此;因为当“苏格拉底行走”被说成具有“是”的去除时,按理它的否定前提“苏格拉底不行走”要么具有“不是”的去除,要么具有“是”的附加,要么具有“不是”的附加。它既不具有“是”的附加,也不具有“不是”的附加,这是显而易见的;因为“是”这一动词既然根本未被附加于它,无论肯定地还是否定地,怎么能说它具有它的附加呢?因此,剩下的结论只能是它具有“不是”的去除。再者,“苏格拉底是行走着的”公认具有“是”的附加,而它的否定前提“苏格拉底不是行走着的”要么具有“不是”的附加,要么具有“是”的去除,要么具有“不是”的去除;然而它不具有“是”的去除,这是显而易见的,因为动词“是”附加于它;然而它同样不具有“不是”的去除,因为这命题本身正是在说他“不是”;因此剩下的结论是它具有“不是”的附加。另外,正如“苏格拉底不行走”已被证明具有“不是”的去除,而两个肯定前提中,“苏格拉底行走”具有“是”的去除,“苏格拉底是行走着的”具有“是”的附加,在同样的前提下,因而也就共同证明了“苏格拉底不是行走着的”具有“不是”的附加;因为这正是所说的那剩下的肢项。或许有人还会提出这样的疑问:即使在《解释篇》中未曾提及此类前提,如果根本上能够找到某些带有模态且潜能地具有“是”的前提,那么我们究竟应将这类前提——例如“苏格拉底偶适地从事哲学”、“人必然地呼吸”及类似的前提——归入这四个部分的哪一部分之中呢?我们因而回答说,对于这些前提,肯定前提同样将被说成具有“是”的去除,否定前提具有“不是”的去除。然而,如果我们把它们的直陈式动词分解为一个分词和一个动词,例如“苏格拉底偶适地是从事哲学的人”、“人必然地是呼吸者”,那么相应地,它们的肯定前提也将被说成具有“是”的附加,否定前提具有“不是”的附加。
- 1.17Ἓν ἔτι λείπει ζητῆσαι, τί δήποτε μή, ὥσπερ ἐπὶ τῶν ἄνευ τρόπου ἁπλῶν τῶν τε δυνάμει τὸ εἶναι ἐχουσῶν καὶ τῶν ἐνεργείᾳ ὁμοίως ταῖς καταφάσεσιν αἱ ἀποφάσεις ἢ πρόσθεσιν ἢ ἀφαίρεσιν ἔχειν ἐλέγοντο (διέφερε δὲ τὸ εἶναι ἢ μὴ εἶναι, ὅτι ἐν ταῖς καταφάσεσι τὸ εἶναι, ἐν δὲ ταῖς ἀποφάσεσι τὸ μὴ εἶναι), οὕτω δὴ καὶ ἐπὶ τῶν ἐκ μεταθέσεως καὶ ἔτι ἐπὶ τῶν μετὰ τρόπου ἁπλῶν, ἀλλὰ ταῖς μὲν καταφάσεσι πάσαις τὴν σύνθεσιν δεδώκαμεν, ταῖς δὲ ἀποφάσεσιν ἁπάσαις τὴν διαίρεσιν.
间接疑问从句 τί δήποτε μή… 的句式骨架依托于相关结构 ὥσπερ… οὕτω δὴ καί…(“正如……同样也……”)。在 μή 以及 οὕτω δή 之后省略了并列的谓语动词(如 ἐλέχθησαν),插入语 διέφερε δὲ... 补充说明比较分句中的差异,而随后的转折分句 ἀλλὰ... δεδώκαμεν(“而是我们将结合赋予了所有的肯定……分割赋予了所有的否定”)构成了被追问的实际分类安排。
- 1.17ὅτι εἰ ὅλως ἐνδέχεται εὑρεῖν προτάσεις τινὰς μετὰ τρόπου δυνάμει τὸ ἔστιν ἐχούσας, εἰ καὶ μὴ εἴρηται περὶ τοιούτων προτάσεων ἐν τῷ Περὶ ἑρμηνείας, ὅμως ὑπὸ ποῖον τῶν τεσσάρων τμημάτων ἀνοίσομεν τὰς τοιαύτας προτάσεις
引导词 ὅτι 引出动词 ζητήσειεν ἄν τις 所管辖的疑问内容(起陈述性或复述性作用)。在该从句内部,条件从句(εἰ ὅλως ἐνδέχεται...)与让步从句(εἰ καὶ μὴ εἴρηται...)先插于前,随后由 ὅμως 引出疑问主从句(ὅμως ὑπὸ ποῖον... ἀνοίσομεν)。
