← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§1.5-2.36

著作导论项目与按认识能力的推论区分

在列举了亚里士多德著作导论的常规项目后,作者从认知主体(理智、思考、意见、表象、感觉)的划分探讨了《前分析篇》的目标即推断,论证了唯有思考作推断,并根据前提的来源将推断划分为证明性、辩证与诡辩三种。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#1

Ἤδη μὲν ἡμῖν ἐν τοῖς προλαβοῦσιν εἴρηται συγγράμμασιν, οὐκ ἄτοπον δὲ ὑπομνῆσαι καὶ νῦν, ὡς ἕξ ἐστι τὰ ὀφείλοντα προλέγεσθαι ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος,1 εἰ μή τι τῶν κεφαλαίων αὐτόθεν εἴη φανερόν, σκοπός, χρήσιμον, τάξις ἀναγνώσεως, αἰτία ἐπιγραφῆς, εἰ γνήσιον τοῦ φιλοσόφου τὸ βιβλίον, ἡ εἰς τὰ κεφάλαια διαίρεσις. προσθήσω δὲ καὶ ἕβδομον, ὑπὸ ποῖον τῆς φιλοσοφίας μέρος ἀνάγεται, καὶ εἰ ὅλως ὑπό τι τῶν μερῶν ἢ οὔ. πρῶτον μὲν οὖν περὶ τοῦ σκοποῦ ῥητέον. σκοπὸς τῷ φιλοσόφῳ εἰπεῖν περὶ ἀποδείξεως. ἀλλ’ ἐπειδὴ ἡ ἀπόδειξις συλλογισμός τίς ἐστι, δῆλον ὅτι δεῖ πρῶτον περὶ τοῦ ἁπλῶς συλλογισμοῦ διαλαβεῖν· πολλὰ γὰρ συλλογισμῶν εἴδη. ἵνα δὲ ἐκ διαιρέσεως μάθωμεν πόσα ἐστὶ συλλογισμῶν εἴδη, εἴπωμεν οὕτως. ὁ συλλογισμὸς γνῶσίς τίς ἐστιν· ἡ δὲ γνῶσις μέση ἐστὶ τοῦ τε γινώσκοντος καὶ τοῦ γινωσκομένου. τριῶν οὖν τούτων ὄντων, γινώσκοντος, γνώσεως καὶ γνωστοῦ, καθ’ ἕκαστον αὐτῶν ἔστι τὴν διαίρεσιν ποιήσασθαι τῶν συλλογισμῶν, ἔκ τε τοῦ γινώσκοντος καὶ τῆς γνώσεως καὶ τοῦ γινωσκομένου. καὶ ἐκ μὲν τοῦ γινώσκοντος οὕτως. τὸ γινῶσκον ἢ νοῦς ἐστιν ἢ διάνοια ἢ δόξα ἢ φαντασία ἢ αἴσθησις. ἀλλ’ ὁ μὲν νοῦς καὶ ἡ αἴσθησις οὐ συλλογίζονται, ὁ μὲν νοῦς ὡς κρείττων ὢν τοῦ συλλογίζεσθαι2 (διὸ καὶ ὁ θεῖος Πλωτῖνός φησι περὶ αὐτοῦ ὅτι ἢ ἅπτεται ἢ οὔ, καὶ πάντῃ ἐστὶν ἀναμάρτητος· ἢ γὰρ ἅπτεται ἁπλαῖς ἐπιβολαῖς γινώσκων τὰ πράγματα, ἢ οὐδὲ τὴν ἀρχὴν ἅπτεται, καὶ ὁμοίως ἐστὶν ἀναμάρτητος), ἡ δέ γε αἴσθησις ὡς χειρόνως ἔχουσα τοῦ συλλογίζεσθαι οὐ συλλογίζεται. ἀλλ’ οὐδὲ ἡ φαντασία συλλογίζεται· εἰ γὰρ τῶν ὑπὸ τῆς αἰσθήσεως φανέντων στάσις ἐστὶ καὶ τήρησις, τῆς αἰσθήσεως μὴ συλλογιζομένης οὐδὲ ἡ φυλάττουσα ἄρα τὰ ὑπὸ τῆς αἰσθήσεως φανέντα συλλογίσαιτ’ ἄν. ὁ γὰρ συλλογισμὸς κίνησίς ἐστιν ἀφ’ ἑτέρου εἰς ἕτερον· ἐκ γὰρ ἄλλου ἄλλο συλλογίζεται ὃ οὐκ ἦν δεδομένον· ἡ δὲ φαντασία μονή τε καὶ τήρησίς ἐστι τῶν τύπων τῶν αἰσθητῶν καὶ πλέον οὐδὲν ὧν ἐκ τῆς αἰσθήσεως ἐδέξατο οἶδε. στάσει γάρ, ὡς εἶπον, ἔοικε μᾶλλον ἢ κινήσει, ὡς καὶ τοὔνομα δηλοῖ· φαοστασία γάρ τίς ἐστι, τουτέστι τῶν φανέντων στάσις. οὐκ ἄρα οὐδὲ ἡ φαντασία συλλογίζεται. λείπεται οὖν ἡ δόξα καὶ ἡ διάνοια. ἀλλ’ εἰ ἐμάθομεν ὡς ἡ δόξα συμπέρασμά ἐστι διανοίας, δῆλον ὡς οὐδὲ αὕτη συλλογίζεται. λείπεται ἄρα τῶν γνωστικῶν τῆς ψυχῆς μορίων μόνην τὴν διάνοιαν συλλογίζεσθαι. ἐπειδὴ δὲ συλλογίσασθαί τι μηδενὸς ὁμολογουμένου ληφθέντος ἀμήχανον· εἰ γὰρ συλλογισμός ἐστιν οἱονεὶ συλλογή τινων λόγων (τὸν γὰρ ἀκριβῆ τοῦ συλλογισμοῦ ὅρον προϊόντες εἰσόμεθα), δεῖ πάντως ἐν τῷ συλλογισμῷ δοθῆναί τινας λόγους, ὧν δεῖ τὴν συλλογὴν καὶ οἷον ἕνωσιν τὸν συλλογιζόμενον ποιεῖσθαι. τούτους οὖν τοὺς λόγους, οἷς χρήσεται ὁ συλλογιζόμενος, καὶ αὐτοὺς γνώσεις τινὰς ὄντας ἀνάγκη ἐκ τῶν λοιπῶν γνωστικῶν τῆς ψυχῆς μορίων εἰλῆφθαι. εἰ γὰρ συλλογιζομένη ἐστὶν ἡ διάνοια, ἀνάγκη πᾶσα ἢ ἐκ τοῦ νοῦ 〈ἢ ἐκ δόξης〉 ἢ ἐξ αἰσθήσεως καὶ φαντασίας· μονὴ γὰρ αἰσθήσεως ἡ φαντασία· διὸ μᾶλλον δεῖ λέγειν ἐκ φαντασίας, ἐπεὶ καὶ μύων τις συλλογιεῖται τὰς ἀρχὰς ἐκ φαντασίας δεξάμενος3 [ἤγουν ἐκ δόξης]. σκόπει οὖν ὡς ἐκ τῶν εἰρημένων ἀνάγκη πᾶσα μόνα τὰ τρία εἴδη τῶν συλλογισμῶν ἀναφαίνεσθαι καὶ μήτε πλείονα μήτε ἐλάττονα. ἢ γὰρ ἐκ τοῦ νοῦ τὰς ἀρχὰς δεξαμένη ἡ διάνοια συλλογίζεται, ἃς καὶ καλοῦμεν κοινὰς ἐννοίας, καὶ ποιεῖ τὸν ἀποδεικτικὸν συλλογισμὸν ἀεὶ ἀληθῆ ὄντα καὶ μηδέποτε ψευδόμενον, ἐπεὶ καὶ αἱ κοιναὶ ἔννοιαι ἐξ ὧν ὁ συλλογισμὸς ἀεὶ ἀληθεῖς καὶ αὐτόπιστοι. ἢ τῇ δόξῃ συμπλακεῖσα ἐξ αὐτῆς τὰς ἀρχὰς τοῦ συλλογισμοῦ δέχεται, καὶ ποιεῖ τὸν διαλεκτικὸν συλλογισμόν, διαλεκτικὸν καλούμενον, διότι ἐν ταῖς κοιναῖς συνουσίαις καὶ ταῖς πρὸς ἀλλήλους διαλέκτοις τοῖς τοιούτοις χρώμεθα συλλογισμοῖς· ὃς οὐ πάντως ἀεὶ ἀληθεύσει, ἀλλὰ ποτὲ καὶ ψεύσεται, ἐπεὶ καὶ ἡ δόξα τοιαύτη, οὐκ ἀεὶ ἀληθής· πολλαὶ γὰρ καὶ ψευδεῖς ἐν ἀνθρώποις δόξαι. ἢ τρίτον τῇ φαντασίᾳ συμπλακεῖσα ἡ διάνοια καὶ τὰς ἀρχὰς τῶν συλλογισμῶν ἐξ αὐτῆς λαβοῦσα συλλογίζεται, καὶ ποιεῖ τὸν σοφιστικὸν συλλογισμὸν ἀεὶ ψευδῆ ὄντα· τοῦτο γὰρ σκοπὸς τοῖς σοφισταῖς πάντα ἀνασκευάζειν καὶ μάλιστα τὰ δόξαντα ἀληθῆ εἶναι καὶ ἀποδεδεῖχθαι τοῖς ἐπιστήμοσιν.

虽然这在我们此前的著作中已经谈及,但现在再次提醒也并非不当:关于亚里士多德的每一部著作,倘若其中的某些项目并非自明,理应预先讲明者共有六项,即目的、功用、研读次序、题名缘由、该书是否确为这位哲学家之真作、以及分章。我还将加上第七项:它归属于哲学的哪一部分,以及究竟是否归属于诸部分的某一部分。首先,必须谈谈目的。这位哲学家的目的是论述证明。但既然证明是某种推断,显然必须首先论述单纯意义上的推断;因为推断的种类繁多。为了让我们通过划分得知推断有多少种类,让我们这样说。推断是某种认识;而认识介于认知者与被认知者之间。因此,既然存在这三者——认知者、认识以及被认知者——便可以根据它们中的每一项来进行推断的划分:从认知者、从认识、以及从被认知者出发。从认知者出发的情况如下。认知者要么是理智,要么是思考,要么是意见,要么是表象,要么是感觉。但理智和感觉不作推断:理智是因为优越于推断(因此神圣的普罗提诺谈到它时说,它要么触及要么不触及,并且完全无误;因为它要么以单纯的直观认识事物而触及,要么根本不触及,同样也是无误的);而感觉则因其状态逊于推断而不作推断。但是表象也不作推断;因为如果表象是通过感觉而显现之物的静止与保持,那么在感觉不作推断的情况下,守护通过感觉显现之物者自然也不会作推断。因为推断是从一物到另一物的运动;因为它是从一物推断出原本未被给定的另一物;而表象则是可感觉印迹的留存与保持,对于从感觉接收到的东西之外一无所知。因为正如我所说,它更类似于静止而非运动,正如其名称也表明的那样;因为它是一种光之静止,即显现之物的静止。因此表象也不作推断。于是剩下意见和思考。但如果我们已经获知意见是思考的结论,显然它自身也不作推断。因此剩下的是,在灵魂的认识部分中,唯有思考作推断。然而,如果不预先设定任何公认的前提,推断任何事物都是不可能的;因为如果推断可谓是某些命题的汇集(因为随着深入我们将得知推断的精确定义),那么在推断中必定要给出某些命题,推断者必须对这些命题进行汇集和某种联合。因此,推断者将要使用的这些命题,其自身也是某种认识,必然是从灵魂的其余认识部分中获取的。因为如果是思考在作推断,那么命题必然要么取自理智,要么取自意见,要么取自感觉与表象;因为表象是感觉的留存;所以更应当说取自表象,因为即使闭着眼睛的人在从表象接收了原理之后也会进行推断[即从意见中]。因此请审视,根据所说的一切,必然唯独呈现出推断的三种类型,既不多也不少。因为思考要么从理智接收原理来进行推断——这些原理我们也称为共通观念——并造就总是真实且绝不虚假的证明性推断,因为推断所由出的共通观念也是始终真实且自身可信的;要么与意见相结合,从中接收推断的原理,并造就辩证推断——被称为辩证的,是因为在日常交往和相互交谈中我们使用这类推断——它并非必定总是真实的,而是有时也会是虚假的,因为意见也是如此,并非总是真实的;因为在人类当中存在许多虚假的意见。或者第三,思考与表象相结合,从中获取推断的原理来进行推断,造就总是虚假的诡辩性推断;因为对于诡辩家而言,其目的就是驳倒一切,尤其是那些在知者看来显得真实并已被证明的事物。

语法注3 条
  1. 1.0ὡς ἕξ ἐστι τὰ ὀφείλοντα προλέγεσθαι ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος

    连词 ὡς 引导作 ὑπομνῆσαι 宾语的名词性从句。系动词 ἕξ ἐστι 的主语是带冠词的分词短语 τὰ ὀφείλοντα προλέγεσθαι(理应预先讲明者),ἑκάστου Ἀριστοτελικοῦ συγγράμματος 是关系属格或受 προλέγεσθαι 支配的宾格性属格。

  2. 1.0ὁ μὲν νοῦς ὡς κρείττων ὢν τοῦ συλλογίζεσθαι

    ὡς 搭配分词 ὢν 表示原因,说明主语 ὁ μὲν νοῦς 的性质。比较级 κρείττων 支配作比较属格的带冠词不定词 τοῦ συλλογίζεσθαι(作推断)。后文谈及 αἴσθησις 时亦有平行结构:χειρόνως ἔχουσα τοῦ συλλογίζεσθαι。

  3. 1.0ἐπεὶ καὶ μύων τις συλλογιεῖται τὰς ἀρχὰς ἐκ φαντασίας δεξάμενος

    连词 ἐπεί 引导前句“更应当说取自表象”的原因。分词 μύων 作让步/条件性修饰主语 τις(“即便闭着眼睛”),将来时直陈式 συλλογιεῖται 表达推测性或潜在的结果。分词 δεξάμενος 表示在先的前提或方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:1.5-2.36