← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§297.30-299.7

全称否定证明的转换与不可直接还原式的疑难

关于亚里士多德在全称否定命题上讨论归谬证明向直接证明的转换(45a38),斐洛庞奴斯提出了关于不能直接还原的式(巴罗科与博卡多)的一致性疑难,并从论题类型与格的式之区别,以及三段论内在必然性与其显明化两个层面予以解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.55

" Οἷον εἰ δέδεικται μηδενὶ ὑπάρχειν τῷ Ε τὸ Α, ὅτι συμβαίνει καὶ τὸ Β τινὶ τῶν Ε ὑπάρχειν.1" Εἰ τὴν καθόλου, φησίν, ἀποφατικὴν ἐδείξαμεν δι’ ἀδυνάτου ὑποθέμενοι τὸ ἀντικείμενον καὶ τούτῳ εὑρόντες ἀδύνατόν τι ἀκολουθοῦν, λέγω δὴ τὸ 〈τὸ〉 Β τινὶ τῶν Ε ὑπάρχειν οὐδενὶ ὑπάρχον, ἐὰν τὸ ψευδὲς συμπέρασμα εἰς τὸ ἀληθὲς μεταλάβωμεν, λέγω δὲ ὅτι τὸ Β οὐδενὶ τῶν Ε, εἶτα προσθῶμεν τὴν ἑτέραν πρότασιν, ἥτις καὶ ἐν τῇ δι’ ἀδυνάτου ὑπῆρχε, τὴν ὅτι τὸ Β παντὶ τῷ Α, συνάγεται δεικτικῶς ἐν δευτέρῳ σχήματι ὅτι τὸ Α οὐδενὶ τῷ Ε. ἀναλαμβάνει οὖν τὰ εἰρημένα, ἵνα δείξῃ ἀντιστρεφούσας ἀλλήλαις τήν τε ἐπ’ εὐθείας καὶ τὴν δι’ ἀδυνάτου δεῖξιν. ἀπορήσειε δ’ ἄν τις ἐν τούτοις εἰκότως, πῶς φησιν2 ἀντιστρέφειν ἀλλήλαις τήν τε δι’ ἀδυνάτου καὶ τὴν ἐπ’ εὐθείας δεῖξιν. δέδεικται γὰρ ἐν τῷ περὶ τῶν τριῶν σχημάτων λόγῳ ὅτι ὁ τέταρτος τρόπος τοῦ δευτέρου σχήματος καὶ ὁ πέμπτος τοῦ τρίτου μόνως τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἐδείκνυντο, τῇ δὲ ἐπ’ εὐθείας οὐκέτι· ὁποτέραν γὰρ ἂν τῶν προτάσεων ἀντιστρέψαι τις βουληθείη, ἵνα ἐπ’ εὐθείας ποιήσηται τὴν δεῖξιν, ἀσυλλόγιστον ποιεῖ τὴν συμπλοκὴν τῶν προτάσεων. ἐπὶ δὲ τοῦ τετάρτου τρόπου τοῦ δευτέρου σχήματος οὐδὲ ἀντιστρέψαι ἦν τὴν ἐλάττονα· μερικὴ γὰρ ἦν ἀποφατική, ἥτις πρὸς οὐδεμίαν ἀντέστρεφε. πῶς οὖν ἐνταῦθά φησιν ὅτι πάντα τὰ διὰ τοῦ ἀδυνάτου δεικνύμενα καὶ ἐπ’ εὐθείας δείκνυνται καὶ τὰ ἐπ’ εὐθείας καὶ δι’ ἀδυνάτου; φημὶ οὖν πρὸς ταῦτα ὅτι πρῶτον μὲν οὐ περὶ τρόπων τῶν σχημάτων ἐνταῦθα ὁ λόγος ἀλλὰ περὶ τῶν προβλημάτων πάντων, τοῦ καθόλου, τοῦ μερικοῦ, τοῦ καταφατικοῦ, τοῦ ἀποφατικοῦ, ὅτι τούτων ἕκαστον καὶ ἐπ’ εὐθείας δείκνυται καὶ δι’ ἀδυνάτου, οὐ μὴν ὅτι καὶ καθ’ ἕκαστον τρόπον τῶν σχημάτων. ἔπειτα δὲ οὐδὲ ἐπὶ τῶν τρόπων ψευδής ἐστιν ὁ λόγος. ἀναμνησθῶμεν γὰρ διὰ τί ἔλεγε μὴ δύνασθαι ἐπὶ τῶν εἰρημένων δύο τρόπων τὴν ἐπ’ εὐθείας δεῖξιν γίνεσθαι· δῆλον δήπου, ὅπερ καὶ φθάσας εἶπον, ὅτι τὴν μὲν τῶν προτάσεων οὐκ ἦν ἀντιστρέψαι, αἱ δὲ ἄλλαι ἀντιστρεφόμεναι ἀσυλλόγιστον ἐποίουν τὸ σχῆμα. τί δὲ ὅλως τῶν ἀντιστροφῶν ἐδέησεν, αὐτὸς ἐν τῷ περὶ αὐτῶν λόγῳ σαφῶς εἶπεν. ἐπεὶ γὰρ ἀτελεῖς εἰσιν οἱ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ συλλογισμοί, δεόμεθα, φησί, τῶν ἀντιστροφῶν οὐ πρὸς τὸ ποιῆσαι τὸ ἀναγκαῖον ἐν τούτοις τοῖς σχήμασιν, ἀλλ’ ἵνα φαινόμενον γένηται τὸ ἀναγκαῖον. οὐ γὰρ ἡ ἀντιστροφή ἐστιν ἡ τὴν ἀνάγκην τοῖς συλλογισμοῖς τούτοις ποιοῦσα· αὐτὰ γὰρ καθ’ αὑτὰ τὰ σχήματα ἔχει τὸ ἀναγκαῖον· ἀλλὰ μὴ φαινόμενον τοῦτο φανερὸν ποιεῖ [καὶ] ἡ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγή.3 ταύτῃ γὰρ καὶ ἀτελῆ λέγονται εἶναι τὰ σχήματα, τὸ δεύτερον καὶ τὸ τρίτον, διότι μὴ προφανῆ τὴν ἀνάγκην ἔχουσιν. ὥστε εἰ μὴ ποιοῦσι τὸ ἀναγκαῖον αἱ ἀντιστροφαὶ ἀλλὰ μόνον δεικνύουσιν, ἐνδέχεται δήπου καὶ ἐπὶ τῶν εἰρημένων δύο τρόπων ἐπ’ εὐθείας συλλογίσασθαι. ἀλλ’ ἐπειδὴ μὴ φαίνεται τὸ ἀναγκαῖον, μήτε δὲ δι’ ἀντιστροφῆς τῶν προτάσεων ἐνδέχεται τοῦτο δεῖξαι, διὰ τοῦτο μόνως διὰ τοῦ ἀδυνάτου δείκνυσθαι τοὺς τρόπους ἐκείνους φησί· διὰ τοῦτο γὰρ φαίνεται αὐτῶν τὸ ἀναγκαῖον. ὥστε καὶ ἐπὶ τῶν τρόπων πάντων ἀληθές ἐστι τὸ [κατὰ] τὸ αὐτὸ καὶ ἐπ’ εὐθείας καὶ δι’ ἀδυνάτου δείκνυσθαι, καὶ ὅτι καθόλου ἀντιστρέφουσι πρὸς ἀλλήλας ἥ τε δι’ ἀδυνάτου καὶ ἡ ἐπ’ εὐθείας δεῖξις.

“例如,如果已经证明了Α不属于任何Ε,乃是因为结论得出Β也属于某个Ε。” 他说,如果我们通过假定对立命题,并发现有某种不可能的结论随之而来,从而经由不可能证明了全称否定命题——我指的乃是Β属于某个Ε,而[实际上]它不属于任何一个——,如果我们把假的结论换成真的结论,也就是Β不属于任何Ε,然后再加上另一个前提,即在经由不可能的证明中也已存在的前提,即Β属于所有的Α,那么在第二格中就直接推导出Α不属于任何Ε。因此,他重提已说过的话,以便表明直接证明与经由不可能的证明是相互换位的。然而在这些事情上,人们可能会合情理地产生疑难:他怎么能说经由不可能的证明与直接证明相互换位呢?因为在关于三个格的论述中已经表明,第二格的第四个式和第三格的第五个式仅仅通过归谬法被证明,而不再能直接被证明;因为无论人们想要换位哪一个前提以便进行直接证明,都会使前提的组合变得无推论性。并且在第二格的第四个式中,甚至不可能换位小前提;因为它是特称否定命题,不能与任何命题换位。那么他在这里怎么说凡经由不可能所证明的也都能直接被证明,凡直接证明的也都能经由不可能被证明呢?因此我对这些问题回答说:首先,这里的论述不是关于各格的各个式,而是关于所有的论题,即全称、特称、肯定、否定,表明其中的每一项既能直接被证明,也能经由不可能被证明,但并非在各格的每一个式中都是如此。其次,关于这些式,该论述也不是假的。因为让我们回想一下,他曾为了什么缘故说在上述两个式中不能进行直接证明:显而易见,正如我前面所说,前提之一不能被换位,而其他前提若被换位,就会使该格变成无推论性的。然而究竟为何需要换位,他自己在关于它们的论述中已经清楚说明了。他说,既然第二格和第三格中的三段论是不完全的,我们之所以需要换位,并不是为了在这些格中制造出必然性,而是为了使必然性变得显明。因为并不是换位赋予了这些三段论以必然性;由于各格本身就凭自身具有必然性;而是还原到第一格使这种未显明的必然性变得清晰可见。正是在这方面,第二格和第三格也被称为是不完全的,因为它们没有明显的必然性。因此,如果换位并不制造必然性而只是显明必然性,那么显而易见在上述两个式中直接推论也是可能的。但既然必然性不明显,又不能通过前提的换位来展示这一点,正因为此,他才说那些式仅仅经由不可能被证明;因为正通过这种方式,它们的必然性才得以显明。因此,对于所有的式而言,同一事物既能直接被证明又能经由不可能被证明,并且从普遍意义上说,经由不可能的证明与直接证明彼此相互换位,这同样是真的。

语法注3 条
  1. 3.55ὅτι συμβαίνει καὶ τὸ Β τινὶ τῶν Ε ὑπάρχειν

    连词 ὅτι 在此用作因果/说明性连词,引导主句 δέδεικται 的根据(“乃是因为得出……”),而非单纯引导宾语从句的名词性从句,用以说明反证法假定下所导出的不可能结论。

  2. 3.55ἀπορήσειε δ’ ἄν τις ἐν τούτοις εἰκότως, πῶς φησιν

    由 ἄν 与祈愿语气动词(ἀπορήσειε)构成的潜势句式,用于委婉地引入学术疑难(“人们可能会合情理地产生疑难”),其后由疑问副词 πῶς 引导间接疑问从句作为疑难的具体内容。

  3. 3.55ἀλλὰ μὴ φαινόμενον τοῦτο φανερὸν ποιεῖ [καὶ] ἡ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγή

    此处出现语序倒置。句子的主语是后置的带冠词短语 ἡ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγή(“还原到第一格”),谓语动词是 φανερὸν ποιεῖ(“使……明白”),直接宾语是前置的代词 τοῦτο(“这”,指必然性),分词 μὴ φαινόμενον(“未显明的”)修饰 τοῦτο。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:297.30-299.7