- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:296.28-297.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯对剩下的两个论题(全称肯定和特称否定)通过归谬法(包括第二格和第三格的形式)进行了表述,并解释了直接推理与归谬推理如何借助相同的项实现相互换位。
" Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων προβλημάτων." Τουτέστι τοῦ τε καθόλου καταφατικοῦ καὶ τοῦ μερικοῦ ἀποφατικοῦ. δείξομεν οὖν καὶ ἐπὶ τούτων. ἐδείκνυμεν τὸ καθόλου καταφατικὸν λαμβάνοντες τὸ Γ καὶ τὸ Ζ ταὐτόν· ἔσται οὖν διὰ τῶν αὐτῶν ὅρων τὸ αὐτὸ καὶ δι’ ἀδυνάτου δεῖξαι. λέγω γὰρ ὅτι τὸ Α παντὶ τῷ Ε ὑπάρχει· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐ παντί. ἐπεὶ οὖν τὸ Α οὐ παντὶ τῷ Ε, τὸ δὲ Ζ παντὶ τῷ Ε, συνάγεται ἐν τρίτῳ σχήματι τὸ Α οὐ παντὶ τῷ Ζ· ὑπέκειτο δὲ καὶ παντί, ὅπερ ἀδύνατον· κατὰ παντὸς γὰρ τοῦ Γ τὸ Α· τὸ δὲ Γ ταὐτὸν ἦν τῷ Ζ· ὥστε καὶ τὸ Α κατὰ παντὸς τοῦ Ζ. ἔστι δὲ καὶ ἐν δευτέρῳ σχήματι τὸ αὐτὸ συναγαγεῖν. ἐπεὶ γὰρ τὸ Α οὐ παντὶ τῷ Ε, ὡς ἡ ὑπόθεσις, ἦν δὲ καὶ παντὶ τῷ Ζ τὸ Α (ταὐτὸν γὰρ τῷ Γ τὸ Ζ, τῷ δὲ Γ παντὶ τὸ Α), ὥστε συνάγεται τὸ Ζ οὐ παντὶ τῷ Ε· ὑπέκειτο δὲ καὶ παντί, ὅπερ ἐστὶν ἀδύνατον· ψευδὴς ἄρα ἡ ὑπόθεσις ὅτι τὸ Α οὐ παντὶ τῷ Ε, ἀληθὲς ἄρα τὸ παντί. ὁμοίως καὶ τὸ μερικὸν ἀποφατικὸν ἐδείκνυτο ταὐτοῦ ὄντος τοῦ Δ καὶ τοῦ Η. πάλιν οὖν δείξομεν τοῖς αὐτοῖς ὅροις καὶ διὰ τοῦ ἀδυνάτου. λέγω γὰρ ὅτι τὸ Α οὐ παντὶ τῷ Ε ὑπάρχει· εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς τὸ παντί. ἐπεὶ οὖν παντὶ τῷ Ε τὸ Α, τὸ δὲ Ε παντὶ τῷ Η, καὶ τὸ Α ἄρα παντὶ τῷ Η· ὑπέκειτο δὲ καὶ οὐδενί, ὅπερ ἀδύνατον· τὸ γὰρ Α οὐδενὶ τῷ Δ· ταὐτὸν δὲ τὸ Δ τῷ Η· οὐκοῦν οὐδὲ τῷ Η οὐδενὶ τὸ Α. ψεῦδος οὖν τὸ παντὶ τῷ Ε τὸ Α· οὐκοῦν ἀληθὲς τὸ οὐ παντί. δυνατὸν δὲ καὶ ἐν δευτέρῳ σχήματι καὶ ἐν τρίτῳ εἰς τὸ ἀδύνατον ἀπαγαγεῖν· ἐν μὲν δευτέρῳ· ἐπεὶ τὸ Α παντὶ τῷ Ε τῷ δὲ Η οὐδενί,1 καὶ τὸ Ε ἄρα τῷ Η οὐδενί· ὑπέκειτο δὲ καὶ παντί· ἐν δὲ τῷ τρίτῳ· ἐπεὶ τὸ Α τῷ Ε παντί, τὸ δὲ Η τινὶ τῶν Ε, καὶ τὸ Α ἄρα τινὶ τῶν Η· ὑπέκειτο δὲ καὶ οὐδενί.
“在其他论题上也是同样。” 也就是在全称肯定和特称否定[的论题]上。于是我们在这些情况中也将予以证明。我们原先通过取Γ和Ζ为同一来证明全称肯定;因此,通过相同的项也能够经由不可能来证明同一事物。因为我主张Α属于所有的Ε;但如果这是假的,那么不属于所有的就是真的。于是,既然Α不属于所有的Ε,而Ζ属于所有的Ε,就在第三格中推导出Α不属于所有的Ζ;但原先也假定了它属于所有的,这是不可能的;因为Α对所有的Γ述说,而Γ与Ζ同一,因而Α也对所有的Ζ述说。并且在第二格中推导出同一结论也是可能的。因为既然如假定所示,Α不属于所有的Ε,而Α也属于所有的Ζ(因为Ζ与Γ同一,且Α属于所有的Γ),因而就推导出Ζ不属于所有的Ε;但原先也假定了它属于所有的,这是不可能的;因此假定Α不属于所有的Ε是假的,所以属于所有的是真的。同样,当Δ与Η同一时,特称否定也得到了证明。于是我们再次用相同的项也经由不可能来证明。因为我主张Α不属于所有的Ε;但如果这是假的,那么属于所有的就是真的。于是,既然Α属于所有的Ε,而Ε属于所有的Η,因此Α也属于所有的Η;但原先也假定了它不属于任何一个,这是不可能的;因为Α不属于任何Δ,而Δ与Η同一;因此Α也不属于任何Η。所以Α属于所有的Ε是假的;于是不属于所有的是真的。并且在第二格和第三格中归谬也是可能的:在第二格中,既然Α属于所有的Ε而属于无一Η,因此Ε也不属于任何Η;但原先也假定了它属于所有的;在第三格中,既然Α属于所有的Ε,而Η属于某个Ε,因此Α也属于某个Η;但原先也假定了它不属于任何一个。
"Ἐκ τῶν ἑπομένων καὶ οἷς ἕπεται ἑκάτερον." Δῆλον δήπου ὅτι καὶ ἐκ τῶν ἀλλοτρίων.
“从后承事项以及每一方作为后承的事项。” 显而易见,[推导]也是从无涉事项得出的。
"Καὶ καθ’ ἕκαστον πρόβλημα ἡ αὐτὴ σκέψις δεικτικῶς τε βουλομένων συλλογίσασθαι καὶ εἰς ἀδύνατον ἀπαγαγεῖν·2 ἐκ γὰρ τῶν αὐτῶν ὅρων ἀμφότεραι αἱ ἀποδείξεις." Βούλεται δεῖξαι ὅτι ἀντιστρέφουσιν ἀλλήλαις αἱ δείξεις αὗται· ὃ γὰρ δι’ ἀδυνάτου δείκνυται, τοῦτο διὰ τῶν αὐτῶν ὅρων καὶ δεικτικῶς, καὶ ὃ δεικτικῶς, τοῦτο διὰ τῶν αὐτῶν ὅρων καὶ δι’ ἀδυνάτου. ἐπειδὴ οὖν ἐξέθετο τὴν δι’ ἀδυνάτου, βούλεται τὸ αὐτὸ καὶ διὰ τῶν αὐτῶν καὶ δεικτικῶς δεῖξαι.
“并且在每一个论题中,对于既想直接推导又想归谬的人而言,考察都是同一的;因为两种证明都由相同的项构成。” 他意在表明这些证明是相互换位的;因为凡是经由不可能所证明的,通过相同的项也能直接被证明,而凡是直接被证明的,通过相同的项也能经由不可能被证明。因此,既然他陈述了经由不可能的证明,他也意在通过相同的项并且直接地证明同一事物。
- 3.52ἐν μὲν δευτέρῳ· ἐπεὶ τὸ Α παντὶ τῷ Ε τῷ δὲ Η οὐδενί
承接前句关于可以在第二格和第三格中归谬的说法,在 ἐν μὲν δευτέρῳ 之后省略了如 ἀπαγαγεῖν ἔστιν 或 συλλογισμός ἐστι 的谓词。由 ἐπεὶ ... 引导的从句之后,其结论主句由 καὶ τὸ Ε ἄρα τῷ Η οὐδενί 给出,从而引出与此前假定的矛盾。
- 3.54δεικτικῶς τε βουλομένων συλλογίσασθαι καὶ εἰς ἀδύνατον ἀπαγαγεῖν
引自亚里士多德原文(45a36)的属格分词短语。在语境中,它起着松散的属格绝对结构(genitive absolute)的作用,或表示相关人员的属格('对于想要……的人'),在句意上相当于与格的所涉对象(dative of reference)。
