- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:295.17-296.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注者阐释了亚里士多德在《前分析篇》A 28(45a20–45a31)中的论述:亚里士多德指出借助相反者的方法不过是对其自身方法的迂回,随后说明归谬推理与直接推理遵循相同的规程(追溯后承与先行事项),并通过全称否定命题和特称肯定命题的具体证明进行了例示。
" Συμβαίνει δὴ τοῖς οὕτως ἐπισκοποῦσι προσεπιβλέπειν ἄλλην ὁδὸν τῆς ἀναγκαίας1 διὰ τὸ λανθάνειν ποτὲ τὴν ταὐτότητα τῶν Β καὶ τῶν Θ." Ἐνόμισαν, φησίν, οἱ ταῦτα λέγοντες ἄλλην ὁδὸν τῆς εὐπορίας εὑρηκέναι τῶν προτάσεων, τὴν διὰ τῶν ἐναντίων, ἀγνοήσαντες ὅτι ἐν αὐτοῖς τούτοις οἷς λέγουσιν ἡ ἡμετέρα πάλιν ἀναφαίνεται μέθοδος, ὥστε διὰ ταύτην καὶ μὴ διὰ τὴν παρὰ τούτων λεγομένην συμβαίνειν τὸ συμπέρασμα. ὥστε οἱ διὰ ταύτης τῆς μεθόδου συνάγεσθαί τι νομίσαντες πλείω τῆς ἀναγκαίας βαδίζουσι διά τινος κύκλου ἐπὶ τὴν ἡμετέραν περιαγόμενοι μέθοδον. δεῖ δὲ πάλιν ἀντὶ τοῦ ΒΘ τὸ ΔΗ λαμβάνειν.
“因此,对于以这种方式进行考察的人而言,由于Β与Θ的同一性有时未被察觉,结果他们看到了必要路径之外的另一条路径。” 他说,那些主张这些观点的人,自以为发现了另一条获取前提的路径,即通过相反者的路径,却没有意识到在他们所说的这些事物本身之中,我们的方法再次显现出来,因而结论是凭借这一[我们的]方法而产生的,并非凭借他们所说的方法。因此,那些以为通过这种方法可以得出某种推导的人,实际上是在通过某种弯路被引回到我们的方法中,走了一条多于必要路径的路。而此处又必须取ΔΗ来代替ΒΘ。
"Τὸν αὐτὸν δὲ τρόπον ἔχουσι καὶ οἱ εἰς τὸ ἀδύνατον ἀπάγοντες συλλογισμοὶ τοῖς δεικτικοῖς·2 καὶ γὰρ οὗτοι γίνονται διὰ τῶν ἑπομένων καὶ οἷς ἕπεται ἑκάτερον, καὶ ἡ αὐτὴ ἐπίσκεψις ἐπ’ ἀμφοῖν." Οὐ μόνον, φησί, κατηγορικῶς διὰ τῆς μεθόδου ταύτης εὐπορήσομεν συλλογίζεσθαι, ἀλλὰ καὶ εἰς τὴν δι’ ἀδυνάτου δεῖξιν αἱ αὐταὶ χρησιμεύσουσιν ἡμῖν μέθοδοι· τὸ γὰρ αὐτὸ πρόβλημα διὰ τῶν αὐτῶν ὅρων κατηγορικῶς τε ἅμα καὶ δι’ ἀδυνάτου συλλογιούμεθα, καὶ ἀνάπαλιν, ὃ διὰ τοῦ ἀδυνάτου ἐδείξαμεν, τοῦτο διὰ τῶν αὐτῶν ὅρων καὶ κατηγορικῶς ἕξομεν συλλογίσασθαι. ὅπως δὲ τοῦτο ἔσται, ἐπάγει.
“归谬推理与直接推理具有相同的关系;因为这些也是通过后承事项以及每一方作为后承的事项而产生的,且对二者的考察是同一的。” 他说,不仅通过这种方法我们将易于进行直言推理,而且同样的方法对于通过不可能进行的证明对我们也是有用的;因为我们将通过相同的项既直言地又同时通过不可能来推导出同一论题,反过来,凡是我们通过不可能所证明的,我们也能够通过相同的项直言地加以推导。至于这将如何发生,他接着作了说明。
"Οἷον ὅτι τὸ Α οὐδενὶ τῷ Ε ὑπάρχει· κείσθω γὰρ τινὶ καὶ τὰ ἑξῆς." Ἔστω, φησί, δι’ ἀδυνάτου δεῖξαι τὴν καθόλου ἀποφατικήν. εἰλήφθω οὖν πάλιν τι τῶν ἑπομένων τῷ Α, τουτέστι τὸ Β, καὶ τῶν ἀλλοτρίων τοῦ Ε, τουτέστι τὸ Θ, ταὐτὸ ὑπάρχον. προέρχεται οὖν ἡ δεῖξις οὕτως· ἐπεὶ τὸ Β ταὐτὸν τῷ Θ, τὸ δὲ Β παντὶ τῷ Α, καὶ τὸ Θ τῷ Α παντί· τῷ δὲ Ε οὐδενί. τούτων οὖν ὄντων λέγω ὅτι τὸ Α τῷ Ε οὐδενὶ ὑπάρχει. εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ τινί. οὐκοῦν ἐπεὶ τὸ μὲν Β παντὶ τῷ Α, τὸ δὲ Α τινὶ τῶν Ε, συνάγεται ὅτι τὸ Β τινὶ τῶν Ε· ὑπέκειτο δὲ καὶ οὐδενί, ὅπερ ἀδύνατον· τὸ γὰρ Β ταὐτὸ τινὶ ἦν τῶν Θ, ἅπερ ἦν ἀλλότρια τοῦ Ε. εἰ τοίνυν τῇ ὑποθέσει τῇ λεγούσῃ ὑπάρχειν3 τὸ Α τινὶ τῶν Ε ἀδύνατόν τι ἠκολούθησε, τὸ τὸ αὐτὸ τῷ αὐτῷ, τὸ Β τῷ Ε, καὶ οὐδενὶ καὶ τινὶ ὑπάρχειν, ψεῦδος ἄρα τὸ τινὶ τῶν Ε τὸ Α ὑπάρχειν, ἀληθὲς δὲ τὸ μηδενί.
“例如Α不属于任何Ε;因为设它属于某个,等等。” 他说,设通过不可能来证明全称否定命题。于是再次取后承于Α的事项之一,即Β,以及与Ε无涉的事项之一,即Θ,作为相互同一的。于是证明如下进行:既然Β与Θ同一,而Β属于所有的Α,那么Θ也属于所有的Α;但它不属于任何Ε。因此,在这些条件具备时,我主张Α不属于任何Ε。因为如果这是假的,那么属于某个就是真的。于是,既然Β属于所有的Α,而Α属于某个Ε,就推导出Β属于某个Ε;但原先也假定了它不属于任何一个,这是不可能的;因为Β与Θ中的某个同一,而这些是与Ε无涉的事项。因此,如果根据假定Α属于某个Ε的前提推出了某种不可能的事情,即同一事物属于同一事物——Β属于Ε——既不属于任何一个又属于某个,那么Α属于某个Ε便是假的,而不属于任何一个则是真的。
"Πάλιν ὅτι τινὶ ὑπάρχει." Ὁμοίως, φησίν, ἕξει καὶ ἐπὶ τῆς μερικῆς καταφατικῆς· ταῖς γὰρ αὐταῖς μεθόδοις δείξομεν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ τοῦτο τὸ πρόβλημα διὰ τοῦ λαμβάνειν τινὰ τῶν οἷς ἀμφότεροι ἕπονται οἱ ὅροι, λέγω δὲ τῶν Γ καὶ τῶν Η, ταὐτὰ ἀλλήλοις ὄντα. δείκνυμεν οὖν πάλιν διὰ τοῦ ἀδυνάτου οὕτως· λέγω γὰρ ὅτι τὸ Α τινὶ τῶν Ε ὑπάρχει· εἰ γὰρ τοῦτο ψεῦδος, ἀληθὲς τὸ οὐδενί. ἐπεὶ οὖν τὸ Α οὐδενὶ τῷ Ε, τὸ δὲ Ε παντὶ τῷ Η, καὶ τὸ Α ἄρα οὐδενὶ τῶν Η· ἀλλ’ ὑπέκειτο καὶ παντί, ὅπερ ἀδύνατον· τὸ γὰρ Γ, καθ’ οὗ παντὸς ἦν τὸ Α, ταὐτὸν τῷ Η, ὥστε καὶ τῷ Η παντὶ ὑπάρχει τὸ Α. ψευδὴς ἄρα ἡ ὑπόθεσις ἡ λέγουσα οὐδενὶ τῷ Ε τὸ Α· οὐκοῦν ἀληθὴς ἡ τινί, ὅπερ ἔδει δεῖξαι.
“再次,关于属于某个。” 他说,特称肯定命题的情况也将类似;因为通过同样的方法,我们将经由归谬法也证明这一论题,其方式是取两个项都后承于它们的事项中的某些,即Γ和Η中的某些,作为彼此同一的。于是我们再次通过不可能如下证明:因为我主张Α属于某个Ε;因为如果这是假的,那么不属于任何一个就是真的。既然Α不属于任何Ε,而Ε属于所有的Η,那么Α也不属于任何Η;但原先也假定了它属于所有的,这是不可能的;因为Α作为对其全体述说的那个Γ与Η同一,因而Α也属于所有的Η。因此,主张Α不属于任何Ε的假定是假的;于是主张属于某个的假定是真的,这正是所要证明的。
- 3.48τῆς ἀναγκαίας
由形容词 ἄλλην(另一条)所要求的比较属格。正如评注者随后的转述(πλείω τῆς ἀναγκαίας βαδίζουσι)所示,它表示“在必要路径之外的、超出必要的多余路径”。
- 3.49τοῖς δεικτικοῖς
由表示状态与关系的动词结构 τὸν αὐτὸν τρόπον ἔχουσι(与……具有相同方式/关系)支配的与格,意为“与直接推理具有相同的关系”。
- 3.50τὸ τὸ αὐτὸ τῷ αὐτῷ, τὸ Β τῷ Ε, καὶ οὐδενὶ καὶ τινὶ ὑπάρχειν
冠词化不定词从句(τὸ ... ὑπάρχειν),作为同位语具体陈述前文 ἀδύνατόν τι(某种不可能的事情)的内容。具体的词项 τὸ Β τῷ Ε 作为同位成分插入在概括性的 τὸ αὐτὸ τῷ αὐτῷ 之后,构成了“同一事物属于同一事物(即Β属于Ε)既不属于任何一个又属于某个”这一矛盾的骨架。
