← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§294.17-295.16

特称否定命题的推导与项的对应辨析

斐洛波诺斯解释了推导特称否定命题的情形(Bekker 45a9),阐述了假定相反者如何被归结为亚里士多德的方法,并提出批判性考察,指出亚里士多德在字母对应上(将Β与Θ同一)存在错误或行文粗疏,按理应当将Η与Δ取为同一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.47

" Πάλιν εἰ τὸ Β καὶ Η μὴ ἐγχωρεῖ τῷ αὐτῷ παρεῖναι, ὅτι τινὶ τῷ Ε οὐχ ὑπάρξει τὸ Α· καὶ γὰρ οὕτως ἔσται τὸ μέσον σχῆμα." Δείξας ὅτι ἐν οἷς [καὶ] συνάγεται τὸ καθόλου ἀποφατικὸν ἐναντίων τινῶν ληφθέντων ἢ μὴ ἐνδεχομένων τῷ αὐτῷ ὑπάρχειν, οὐ διὰ τὴν τῶν ἐναντίων λῆψιν συνάγεται ἀλλὰ διὰ τὸ ἐμπίπτειν εἰς τὴν παρ’ αὐτοῦ παραδεδομένην μέθοδον, τὸ αὐτὸ τοῦτο δείκνυσι καὶ ἐπὶ τοῦ μερικοῦ ἀποφατικοῦ.1 συναχθείη δ’ ἂν ἐκ τῶν ἐναντίων οὕτως· ἐπεὶ τὸ Β παντὶ μὲν τῷ Α οὐδενὶ δὲ τῷ Η, καὶ τὸ Α οὐδενὶ τῶν Η· τὸ δὲ Η τινὶ τῶν Ε· καὶ τὸ Α ἄρα οὐ παντὶ τῷ Ε. πάλιν οὖν, φησίν, ἀγνοοῦσιν ἐν τούτοις ὅτι εἰς τὴν παρ’ ἡμῶν παραδεδομένην μέθοδον ἐμπίπτουσιν· οὐδὲν γὰρ ἄλλο, φησί, λέγουσι λαμβάνοντες τὸ Β καὶ τὸ Η μὴ ἐνδεχόμενα τῷ αὐτῷ ὑπάρχειν ἢ ὅτι τὸ Β τινὶ ταὐτόν ἐστι τῶν Θ. εἰ γὰρ τὸ Β οὐδενὶ τῶν Η, τὸ δὲ Η μέρος τοῦ Ε, πάντα δὲ τὰ τοῦ Ε ἀλλότρια ἐλάβομεν ἐν τοῖς Θ, ἔσται ἄρα ταὐτὸν τινὶ τῶν Θ τὸ Β. ὥστε πάλιν διὰ τὴν ἡμετέραν μέθοδον γέγονε τὸ συμπέρασμα. καὶ ταῦτα μὲν ὁ φιλόσοφος. ἔοικε δὲ ἢ πεπλανῆσθαι ἐν τούτοις ἢ διὰ τὸ ἤδη παραδοῦναι τὴν μέθοδον ἀδιαφόρως ἐνταῦθα χρήσασθαι. ἔδει γὰρ αὐτὸν εἰπεῖν οὕτως· τὸ γὰρ μὴ ἐνδέχεσθαι τὸ Β καὶ τὸ Η τῷ αὐτῷ ὑπάρχειν οὐδὲν διαφέρει ἢ τὸ Η τῶν Δ τινὶ εἶναι.2 νῦν δὲ εἶπεν ἢ τὸ Β τῶν Θ τινὶ εἶναι. ὅτι γὰρ τοῦτο ψεῦδός ἐστιν〈, δῆλον〉· δυνατὸν γὰρ μηδενὶ μὲν τῷ αὐτῷ δύνασθαι τὸ Β καὶ τὸ Η ὑπάρχειν, μηδὲν δὲ τῶν Θ εἶναι τὸ Β. εἰ γὰρ λάβωμεν τὸ μὲν Ε γένος τὸ δὲ Β καὶ Η ἀντιδιῃρημένα εἴδη, οἷον τὸ μὲν Ε ζῷον τὸ δὲ Β ἄνθρωπον τὸ δὲ Η ἵππον, ἄνθρωπον μὲν καὶ ἵππον οὐκ ἐγχωρεῖ τῷ αὐτῷ ὑπάρχειν· οὐδενὶ μέντοι τῶν Θ, λέγω δὴ τῶν ἀλλοτρίων τοῦ ζῴου, ὁ ἄνθρωπος ὑπάρξει· ζῷον γὰρ καὶ ὁ ἄνθρωπος. ὡσαύτως ἔχει καὶ ἐπὶ τῶν ἐναντίων, οἷον ἐὰν λάβωμεν τὸ μὲν Ε χρῶμα τὸ δὲ Β λευκὸν τὸ 〈δὲ〉 Η μέλαν· τῷ αὐτῷ μὲν οὖν τὸ Β καὶ τὸ Η οὐκ ἐγχωρεῖ ὑπάρξαι· οὐδενὶ μέντοι τῶν Θ ταὐτὸν ἔσται τὸ Β, ἅπερ ἦν ἀλλότρια τοῦ Ε· χρῶμα γὰρ καὶ αὐτό. ἐὰν μέντοι λάβωμεν τὸ Η καὶ τὸ Δ ταὐτόν, ἀληθεύσει ὁ λόγος· εἰ γὰρ οὐδενὶ τῷ Η τὸ Α, ἐπειδὴ οὐδὲ τὸ Β οὐδενὶ τῷ Η, οὐδὲ τὸ Η ἄρα οὐδενὶ τῷ Α, ὥστε ἀλλότριον τὸ Α τοῦ Η· τὰ δὲ ἀλλότρια τοῦ Α τὰ Δ ἦν· ὥστε ταὐτόν τι ἔσται τὸ Η τινὶ τῶν Δ.

“再次,如果Β和Η不可能同时呈现于同一事物,那么Α将不属于某个Ε;因为这样也将产生中间格。” 在表明了:在选取了某些相反者或不可能属于同一事物的事项时全称否定命题得以推导出的那些情形中,其推导得出并非由于选取了相反者,而是由于落入了他所传授的方法之中以后,他又就特称否定命题指明了这完全相同的一点。而从相反者推导出结论将是如下方式:既然Β属于所有的Α,但不属于任何Η,那么Α也不属于任何Η;而Η属于某个Ε;因此Α也不属于所有的Ε。于是他说,在这些情形中他们再次未意识到他们落入了由我们所传授的方法中;因为他说,当他们把Β和Η取为不可能属于同一事物时,他们所说的无异于说Β与Θ中的某个是同一的。因为如果Β不属于任何Η,而Η是Ε的一部分,且我们已把所有属于Ε的无涉事项选取在Θ之中,那么Β就将与Θ中的某个是同一的。因此,结论再次是通过我们的方法产生的。而哲学家所论即是如此。然而在这些论述中,他似乎要么是产生了疏误,要么是因为已经传授了该方法而在此处无甚区分地随意使用了表述。因为他本应如下陈述:即,Β和Η不可能属于同一事物,与Η是Δ中的某个[同一]绝无差异。但眼下他却说[与此绝无差异的是]Β是Θ中的某个[同一]。因为这显然是假的;因为完全可能出现Β与Η不可能属于任何同一事物、但Β却并非Θ中的任何一个的情况。因为如果我们把Ε取为属,把Β和Η取为同级的并列种——比如Ε是动物,Β是人,Η是马——那么人和马是不可能属于同一事物的;然而,人却不会属于任何一个Θ,即动物的无涉事项;因为人也是动物。对于相反者也是同样的情况,比如我们若把Ε取为颜色,Β取为白,Η取为黑;Β和Η固然不可能属于同一事物,然而Β绝不会与Θ(即属于Ε的无涉事项)中的任何一个同一;因为它自身也是颜色。然而,如果我们把Η和Δ取为同一的,这一论证就将成立;因为如果Α不属于任何Η(既然Β也不属于任何Η),那么Η也不属于任何Α,因此Α对于Η是无涉的;而属于Α的无涉事项正是Δ;所以Η将与Δ中的某个是同一的。

语法注2 条
  1. 3.47Δείξας ὅτι ἐν οἷς [καὶ] συνάγεται τὸ καθόλου ἀποφατικὸν ἐναντίων τινῶν ληφθέντων ἢ μὴ ἐνδεχομένων τῷ αὐτῷ ὑπάρχειν, οὐ διὰ τὴν τῶν ἐναντίων λῆψιν συνάγεται ἀλλὰ διὰ τὸ ἐμπίπτειν εἰς τὴν παρ’ αὐτοῦ παραδεδομένην μέθοδον, τὸ αὐτὸ τοῦτο δείκνυσι καὶ ἐπὶ τοῦ μερικοῦ ἀποφατικοῦ.

    该句的基本结构是由前置的不定过去时分词 Δείξας 引领 ὅτι 从句,为主句的主动词 δείκνυσι 及其宾语 τὸ αὐτὸ τοῦτο 做铺垫。在 ὅτι 从句内部,嵌入了关系从句 ἐν οἷς...,并包含独立属格结构 ἐναντίων τινῶν ληφθέντων...,其后接由 οὐ διὰ... συνάγεται ἀλλὰ διὰ... 构成的转折对照谓语。

  2. 3.47ἔδει γὰρ αὐτὸν εἰπεῖν οὕτως· τὸ γὰρ μὴ ἐνδέχεσθαι τὸ Β καὶ τὸ Η τῷ αὐτῷ ὑπάρχειν οὐδὲν διαφέρει ἢ τὸ Η τῶν Δ τινὶ εἶναι. νῦν δὲ εἶπεν ἢ τὸ Β τῶν Θ τινὶ εἶναι.

    非人称过去应当句式 ἔδει αὐτὸν εἰπεῖν(“他本应当说……”)之后引出具体论述。在表比较的搭配 οὐδὲν διαφέρει ἢ...(“与……绝无区别”)中,由连词 ἢ 引出的不定式短语 τὸ Η τῶν Δ τινὶ εἶναι 与前置的主语不定式短语 τὸ... μὴ ἐνδέχεσθαι 构成对比。紧随其后的 νῦν δὲ εἶπεν ἢ... 则承前省略了支配骨架,即理解为 [οὐδὲν διαφέρειν] ἢ τὸ Β τῶν Θ τινὶ εἶναι(“[与此绝无区别的是]Β是Θ中的某个”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:294.17-295.16