← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§293.24-294.16

中项的同一性与否定推论中同一项的选取

斐洛庞努斯注解了亚里士多德的文本(44b39–45a7),阐明因中项必须是单一且同一的,故在表中必须选取同一者而非相异或相反者;他论证道,即便看似通过对立项得出否定推论,实际上也是通过与无涉项的同一性而归结到既有的方法中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.45

" Πρῶτον μὲν ὅτι τοῦ μέσου χάριν ἡ ἐπίβλεψις, τὸ δὲ μέσον οὐχ ἕτερον ἀλλὰ ταὐτὸν δεῖ λαβεῖν." “Ὅτι, φησίν, οὐ δεῖ ζητεῖν ποῖα ἐν τοῖς ἀπογεγραμμένοις ἕτερά ἐστιν, ἀλλὰ ποῖα τὰ αὐτά, δῆλον· βουλόμεθα γὰρ τὸν μέσον ὅρον εὑρεῖν, δι’ οὗ μέσου σχέσιν τινὰ ἔχοντος πρὸς ἑκάτερον τῶν ὅρων ἢ καταφατικῶς ἢ ἀποφατικῶς δυνησόμεθα τὸν ἄκρον τοῦ ἄκρου ἢ κατηγορῆσαι ἢ ἀποφῆσαι. εἰ τοίνυν ἡ μὲν ζήτησις τοῦ μέσου ἕνεκεν γίνεται καὶ ἐπισκοποῦμεν τίνα δεῖ ἐκ τῶν ἀπογεγραμμένων λαβεῖν μέσον ὅρον, δεῖ δὲ τὸν μέσον ἕνα εἶναι καὶ τὸν αὐτόν, δῆλον ἄρα ὅτι ποῖα τὰ αὐτὰ ἐν τοῖς ἀπογεγραμμένοις ἐν ἑκατέρῳ τῶν ἄκρων ὅρων δεῖ ζητεῖν, καὶ οὐ ποῖα ἕτερα ἢ ἐναντία· ἐπεὶ δύο ληψόμεθα μέσους καὶ οὐχ ἕνα,1 καὶ οὕτω δύο ποιήσομεν προτάσεις μηδὲν ἀλλήλαις κοινωνούσας, οἷον τὸ Β παντὶ τῷ Α, καὶ τὸ Ζ παντὶ τῷ Ε. εἰ δέ, φησί, ποτὲ συμβαίη ἐκ τῆς τοιαύτης λήψεως συλλογισμὸν γενέσθαι, τοῦτο γίνεται οὐχ ἁπλῶς, ἐπειδὴ ἐναντία ἐλάβομεν (ὅσον γὰρ ἐκ τούτου2 δύο ἀπηρτημέναι προτάσεις ἐγένοντο), ἀλλ’ ὅτι συμβαίνει εἰς τὴν παρ’ ἡμῶν παραδεδομένην μέθοδον λεληθότως ἐμπίπτειν. εἴπομεν δὲ πῶς.

“首先,因为考察是为了中项,而中项必须取为同一的,而不是相异的。” 他说,显然不应当探求列出的事项中何种是相异的,而应当探求何种是同一的。因为我们意图找到中项,通过这个中项对两项的每一个都具有某种关系(无论是肯定地还是否定地),我们将能够把端项对端项进行肯定或否定。既然探求是为了中项而进行的,且我们正在考察应当把列出的事项中的哪一个取为中项,而中项必须是一个且同一的,那么显然,应当探求的是在两个端项的每一个中列出的事项何种是同一的,而不是何种是相异或相反的。否则我们将取得两个中项而非一个,并以此制造出两个互无共通之处的前提,比如Β属于所有的Α,以及Ζ属于所有的Ε。然而他说,即便有时从这种选取中产生出三段论,这也不是单纯地因为我们选取了相反者而产生的(因为单凭这一点只产生了两个彼此脱节的前提),而是因为它不知不觉地恰好落入了由我们所传授的方法中。而我们已经说明了是如何落入的。

§3.46

"Τὸ γὰρ Β τῷ μὲν Α παντὶ τῷ δὲ Ε οὐδενὶ ὑπάρξει, ὥστ’ ἀνάγκη ταὐτὸν εἶναι τὸ Β τινὶ τῶν Θ." Ἐπεὶ γὰρ τὸ Β παντὶ τῷ Α ὑπάρχει, ἐναντίον δὲ τὸ Β τῷ Ζ ἢ ἕτερον καὶ διὰ τοῦτο οὐδενὶ τῷ Ζ τὸ Β, ἔστι δὲ τοῦ Ζ μέρος τὸ Ε, καὶ τῶν Ε ἄρα οὐδενὶ ὑπάρξει τὸ Β· ἀλλὰ μὴν ἔχομεν ἀπογεγραμμένα τὰ ἀλλότρια τοῦ Ε· ταῦτα δὲ ἦν τὰ Θ· τὸ ἄρα Β ταὐτὸν τινὶ ἔσται τῶν Θ. ὥστε πάλιν διὰ τὴν ἡμετέραν μέθοδον τὸ συμπέρασμα· λέγομεν γὰρ τὸ καθόλου ἀποφατικὸν συνάγεσθαι λαμβανομένων ἢ τῶν Δ καὶ Ζ τῶν αὐτῶν ἢ τῶν Β καὶ Θ.

“因为Β将属于所有的Α,但不属于任何Ε,所以Β必然与Θ中的某个是同一的。” 因为既然Β属于所有的Α,而Β对于Ζ是相反的或相异的,并因此Β不属于任何Ζ,且Ε是Ζ的一部分,所以Β也不属于任何Ε;然而我们确实掌握着列出的与Ε无涉的事项,而这些就是Θ;因此Β将与Θ中的某个是同一的。所以结论再次是通过我们的方法得出的;因为我们说,全称否定命题是通过将Δ和Ζ取为同一的,或者将Β和Θ取为同一的而推导出来的。

语法注2 条
  1. 3.45ἐπεὶ δύο ληψόμεθα μέσους καὶ οὐχ ἕνα

    此处的 ἐπεί 并非引导通常的原因从句(“因为”),而是表示反向假定,意为“否则”(相当于 εἰ δὲ μή),用以反证前述论断。其后接陈述语气将来时 ληψόμεθα 和 ποιήσομεν,指出若选取相异者将会导致的谬误后果。

  2. 3.45ὅσον γὰρ ἐκ τούτου

    由关系词 ὅσον 与介词短语 ἐκ τούτου 构成的限制性习语,意为“就此而言”或“单凭这一点”。它在此起到限定作用,表明单纯选取相反者这一做法本身只能产生割裂的前提,而无法自行构成联系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:293.24-294.16