- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:292.4-293.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解《前分析篇》44b38,指出即便通过选取相反或对立的词项来确立否定结论,这也并未构成另一种独立方法,而是暗中还原为已传授的六种组合(即取同一的无涉词项),并讨论了该句“何种事项是……”与“而不是何种事项是……”这两种不同传本异文的解释。
" Δῆλον δὲ καὶ ὁποῖα ταὐτὰ ληπτέον κατὰ τὴν ἐπίσκεψιν, καὶ ὁποῖα ἕτερα ἢ ἐναντία." Τὸ διὰ τούτων προκείμενόν ἐστι δεῖξαι ὅτι ἀδύνατον ἄλλῃ μεθόδῳ χρήσασθαι εἰς τὴν λῆψιν τῶν προτάσεων πλὴν τῆς παραδεδομένης, λέγω δὲ τῆς διὰ τῶν ἑπομένων καὶ οἷς ἕπεται καὶ τῶν ἀλλοτρίων, ὧν ταὐτό τι λαβεῖν ἦν ἀνάγκη καθ’ ἑκάτερον τῶν ὅρων· εἰ γάρ τις, φησίν, ἄλλην ἐπινοεῖν δόξειε, πάντως εἰς μίαν τῶν ὑφ’ ἡμῶν παραδεδομένων συναναχθήσεται ἀγνοῶν. εἴποι γὰρ ἄν τις ὅτι δύναμαι μηδὲν τῶν ἀπογεγραμμένων ταὐτό τι λαβεῖν, ὅπερ ἐν πᾶσι τοῖς προβλήμασιν ὡς ἀναγκαῖον ὁ Ἀριστοτέλης παρέδωκεν, ἀλλὰ λαβὼν τούτων τινὰ ἐναντία ἢ ἁπλῶς ἕτερα ἀλλήλων καὶ μὴ ἐνδεχόμενα τῷ αὐτῷ ὑπάρχειν τὰ ἀποφατικὰ προβλήματα κατασκευάσαι.1 οἷον ἔστω τὸ Β καὶ τὸ Ζ ἐναντία ἢ μὴ ἐνδεχόμενα τῷ αὐτῷ ὑπάρχειν· κατασκευάζω ἐκ τούτων τὸ καθόλου ἀποφατικὸν οὕτως· ἐπειδὴ τὸ Β τῷ Α παντί, τῷ δὲ Ζ οὐδενί (ἐναντίον γάρ), καὶ τὸ Α ἄρα τῷ Ζ οὐδενί· τὸ δὲ Ζ τῷ Ε παντί· καὶ τὸ Α ἄρα τῷ Ε οὐδενί. ἔστω γὰρ τὸ μὲν Β μέλαν, τὸ δὲ Α Αἰθίοψ, τὸ δὲ Ζ λευκόν, τὸ δὲ Ε κύκνος· ἐπειδὴ οὖν τὸ μέλαν παντὶ Αἰθίοπι ὑπάρχει, οὐδενὶ δὲ λευκῷ τὸ μέλαν (ἐναντίον γάρ), καὶ ὁ Αἰθίοψ ἄρα οὐδενὶ λευκῷ· τὸ δὲ λευκὸν παντὶ κύκνῳ· συνάγεται ἄρα ἐκ τούτων ὅτι ὁ Αἰθίοψ οὐδενὶ κύκνῳ. ὁμοίως δὲ δειχθήσεται, κἂν μὴ ἐναντία λάβωμεν τὸ Β καὶ τὸ Ζ ἀλλ’ ἁπλῶς ἀντιδιῃρημένα καὶ μὴ δυνάμενα τῷ αὐτῷ ὑπάρξαι, οἷον εἰ τὸ μὲν Β εἴη ἔμψυχον, τὸ δὲ Α ἄνθρωπος, τὸ δὲ Ζ ἄψυχον, τὸ δὲ Ε λίθος· τῇ αὐτῇ γὰρ μεθόδῳ συνάγεται ὅτι ὁ ἄνθρωπος οὐδενὶ λίθῳ. οἱ οὖν ταῦτα λέγοντες, φησίν, ἠγνοήκασιν ὅτι τὸ συμπέρασμα γέγονεν ἐν τούτοις διὰ τὰς παρ’ ἡμῶν εἰρημένας αἰτίας, οὐ διὰ τὸ ἐναντίον ληφθῆναι τὸ Β τῷ Ζ. εἰ γὰρ ἔχομεν πάντα τὰ ἀλλότρια τοῦ τε Α καὶ τοῦ Ε, τὸ δὲ Β οὐδενὶ τῷ Ζ ὑπάρχει καὶ διὰ τοῦτο οὐδὲ τῷ Ε τὸ Β, ἔχομεν δὲ ἐκκείμενα πάντα τὰ τοῦ Ε ἀλλότρια, ἔσται ἄρα τὸ Β ταὐτὸν τινὶ τῶν ἀλλοτρίων τοῦ Ε. ὥστε, φησίν, οὐκ ἠδυνήθησαν συνιδεῖν οἱ ταῦτα λέγοντες τὴν ταὐτότητα τοῦ Β καὶ τοῦ Θ, καὶ διὰ τοῦτο ἐνόμισαν ἑτέρᾳ τινὶ μεθόδῳ συνῆχθαι τὸ συμπέρασμα. ἴδωμεν δὲ καὶ τὴν λέξιν αὐτὴν τοῦ φιλοσόφου. Δῆλον δὲ καὶ ποῖα ταὐτὰ ληπτέον κατὰ τὴν ἐπίσκεψιν καὶ ποῖα ἕτερα ἢ ἐναντία. διάφορόν φησι φέρεσθαι τὴν γραφὴν τοῦ ῥητοῦ ὁ Ἀλέξανδρος· εἶναι γὰρ ἔν τισι τῶν βιβλίων καὶ οὐχ ὁποῖα ἕτερα ἢ ἐναντία. εἰ μὲν οὖν φέροιτο καὶ ποῖα ἕτερα ἢ ἐναντία, οὕτως ἐξηγητέον· ἐπεὶ δῆλον γέγονεν ἡμῖν ἐκ τῶν εἰρημένων ποῖα δεῖ λαμβάνειν τὰ αὐτά, ἔσται καὶ τοῦτο δῆλον, ποῖά ἐστιν ἐν τούτοις ἕτερα ἢ ἐναντία· ἵνα ὥσπερ πόρισμά τι ἐκ τῶν εἰρημένων τοῦτο συνάγηται, τὸ μανθάνειν ἡμᾶς ποῖα ἐν τούτοις τὰ ἕτερα ἢ τὰ ἐναντία.2 οὐδὲν γὰρ συμβάλλεται εἰς τὸ προκείμενον τὸ γνῶναι ταῦτα· ὥστε κατὰ ταύτην τὴν γραφὴν ὡς πόρισμα ἔσται τοῦτο συνηγμένον. ποῖα οὖν τὰ ἕτερα ἢ τὰ ἐναντία φέρε εἰπεῖν, εἰ [δὲ] λάβωμεν τὸ Γ καὶ τὸ Ζ ταὐτόν; ἔσται τὸ Δ τῷ Ζ ἐναντίον ἢ ἕτερον, ἐπειδὴ καὶ τοῦ Γ ἀλλότριον. πάλιν εἰ τὸ Γ καὶ τὸ Θ ταὐτόν, τὸ Δ καὶ τὸ Θ ἕτερα ἔσονται ἢ ἐναντία· εἰ γὰρ τὸ μὲν Α παντὶ τῷ Γ, τουτέστι τῷ Θ, τὸ δὲ Δ οὐδενὶ τῶν Α, οὐδὲ τῶν Θ ἄρα οὐδενὶ τὸ Δ· τὰ ἄρα ΔΘ ἢ ἐναντία εἰσὶν ἢ ἀλλότρια ἀλλήλων. εἰ δὲ τὰ ΓΗ ταὐτὸν ᾖ, τὸ μὲν Γ τοῦ Θ ἢ ἕτερον ἔσται ἢ ἐναντίον, τὸ δὲ Η τῷ Δ. καὶ ἐπὶ τῶν λοιπῶν κατὰ τὴν αὐτὴν μέθοδον. δοκεῖ δὲ ἡ ἑτέρα γραφὴ προσφυεστέρα εἶναι [ἐν] τῷ προκειμένῳ θεωρήματι καὶ τῇ ἐπαγομένῃ λέξει, λέγω δὴ καὶ οὐχ ὁποῖα ἕτερα ἢ ἐναντία, ἵνα ᾖ ἡ συνέχεια αὕτη· ‘δῆλον ἡμῖν ἐκ τῶν εἰρημένων γέγονε τὸ ποῖα ἐν τοῖς ἀπογεγραμμένοις καθ’ ἕκαστον πρόβλημα δεῖ λαμβάνειν τὰ αὐτά· οὐ γὰρ δὴ ληπτέον ποῖα ἕτερα ἢ ἐναντία’. καὶ ὅτι τοῦτο βούλεται σημᾶναι, δῆλον ἐκ τῶν ἐπαγομένων εὐθέως. τί γάρ φησι;
“在考察中应当把何种事项取为同一的,以及何种事项是相异或相反的,这也是显然的。” 通过这些话所意图的是表明,除了已经传授的方法——我指的是通过随伴的事项、[词项自身]所随伴的事项以及无涉的事项,对于词项的每一方都必然将其中某种事项取为同一的方法——之外,不可能使用任何其他方法来获取前提。因为他说,如果有人自以为构想出了另一种方法,他也必定会在不知不觉中完全归纳到我们所传授的方法之一中。因为有人可能会说,我完全可以不把列出的事项中的任何东西取为同一的——而亚里士多德在所有问题中都将其作为必然的传授下来——而是将其中某些事项取为相反的,或单纯地取为互不相同且不能属于同一事物的,从而确立否定性的问题。例如,设Β和Ζ是相反的,或者不能属于同一事物;我通过这些按如下方式确立全称否定命题:既然Β属于所有的Α,但不属于任何Ζ(因为它是相反的),所以Α也不属于任何Ζ;而Ζ属于所有的Ε;所以Α也不属于任何Ε。因为设Β为黑,Α为埃塞俄比亚人,Ζ为白,Ε为天鹅;因此,既然黑属于所有的埃塞俄比亚人,而黑不属于任何白(因为它是相反的),所以埃塞俄比亚人也不属于任何白;而白属于所有的天鹅;因此从这些推导出埃塞俄比亚人不属于任何天鹅。类似地,即使我们不把Β和Ζ取为相反的,而是单纯地取为对分的且不能属于同一事物的,也可以被表明,比如若Β是有生命的,Α是人,Ζ是无生命的,Ε是石头;因为通过同样的方法可以推导出人不属于任何石头。因此他说,持这些说法的人未曾认识到,在这些情况下结论的生成是通过我们所说的原因,而不是因为把Β取作与Ζ相反的。因为如果我们掌握了属于Α和属于Ε的全部无涉事项,而Β不属于任何Ζ,并因此Β也不属于Ε,且我们已经陈列了Ε的全部无涉事项,那么Β就必定与Ε的某种无涉事项是同一的。因此他说,持这些说法的人未能看清Β和Θ的同一性,并因此认为结论是通过某种不同的方法推导出来的。让我们再来看哲学家的文句本身。“在考察中应当把何种事项取为同一的,以及何种事项是相异或相反的,这也是显然的。”亚历山大说,这段文字流传着不同的异文;因为在某些书本中是“而不是何种事项是相异或相反的”。因此,如果流传的是“以及何种事项是相异或相反的”,就必须这样解释:既然从前述内容中我们已经清楚应当把何种事项取为同一的,那么这也将是显然的,即在这些事项中何种是相异或相反的;从而我们获知在这些事项中何种是相异或相反的,就像是从前述内容中推导出的某种推论一样。因为知晓这些对于当前论题毫无助益;所以在这种异文下,这将被作为推论推导出来。那么,比如说如果我们把Γ和Ζ取为同一的,何种是相异或相反的呢?Δ对于Ζ将是相反的或相异的,因为对于Γ而言它也是无涉的。再者,如果Γ和Θ是同一的,Δ和Θ将是相异的或相反的;因为如果Α属于所有的Γ(即属于Θ),而Δ不属于任何Α,那么Δ也不属于任何Θ;因此Δ和Θ要么是相反的,要么是互不相涉的。而如果Γ和Η是同一的,Γ对于Θ将是相异或相反的,而Η对于Δ亦然。其余的情况也按同样的方法。但是另一种异文似乎与当前的定理及随后的文句更为契合,我指的正是“而不是何种事项是相异或相反的”,以便上下文连贯如下:“从前述内容中我们已经清楚,在每个问题中应当把列出的事项中的何种取为同一的;因为绝不应当选取何种事项是相异或相反的。”而他意图表达这一点,从紧接着的内容中立刻就能明白。因为他说了什么呢?
- 3.44ἀλλὰ λαβὼν τούτων τινὰ ἐναντία ἢ ἁπλῶς ἕτερα ἀλλήλων καὶ μὴ ἐνδεχόμενα τῷ αὐτῷ ὑπάρχειν τὰ ἀποφατικὰ προβλήματα κατασκευάσαι
不定式 κατασκευάσαι 依附于前面的限定动词 δύναμαι(“我能够确立……”)。阳性单数主格分词 λαβών 与 δύναμαι 的主语(假想的论敌)保持一致。在结构上,它通过 ἀλλά 与前面的不定式短语 μηδὲν τῶν ἀπογεγραμμένων ταὐτό τι λαβεῖν(“不把……取为同一,而是通过选取……”)形成对比。
- 3.44ἵνα ὥσπερ πόρισμά τι ἐκ τῶν εἰρημένων τοῦτο συνάγηται, τὸ μανθάνειν ἡμᾶς ποῖα ἐν τούτοις τὰ ἕτερα ἢ τὰ ἐναντία
在由连接词 ἵνα 引导的目的从句中,主语是带有冠词的不定式短语 τὸ μανθάνειν ἡμᾶς ...(“我们获知……”),它同位解释了动词 συνάγηται(现在被动虚拟式)的形式主语 τοῦτο。ὥσπερ πόρισμά τι 作谓语补足语(“作为某种推论”)。
