← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§291.1-292.3

不能构成推论的三种无用词项组合

斐洛庞诺解释了由词项选定生成的九种组合中三种无用组合为何不能构成推论(第二格中的两个肯定前提、第一格中的否定小前提以及两个否定前提),并说明了亚里士多德依次检验这些无用组合的行文结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.42

" Φανερὸν οὖν ὅτι διὰ τῶν προειρημένων σχημάτων οἱ συλλογισμοὶ πάντες, καὶ ὅτι οὐκ ἐκλεκτέον ὅσα πᾶσιν ἕπεται, διὰ τὸ μηδένα γίνεσθαι συλλογισμὸν ἐξ αὐτῶν." Ἐκ τῆς γενομένης ἀπογραφῆς τῶν ἑπομένων τοῖς ὅροις καὶ οἷς αὐτοὶ ἕπονται καὶ τῶν ἀλλοτρίων αὐτῶν ἐννέα γινομένων συζυγιῶν,1 ὡς ἐδείξαμεν, αἱ μὲν ἓξ χρησιμεύουσιν ἡμῖν εἰς ἐπίσκεψιν τῶν προτάσεων, ἃς καὶ παραδέδωκεν ἤδη. αἱ δὲ τρεῖς ἄχρηστοί εἰσιν, ἃς νῦν ἐκτίθεται. καὶ τὰς αἰτίας ἀποδίδωσι δι’ ἃς εἰσιν ἄχρηστοι. τὰ δὲ ἀμφοτέροις τοῖς ὅροις ἑπόμενα ἄχρηστά φησι, διότι οὔτε κατασκευάζειν οὔτε ἀνασκευάζειν ἔστι2 διὰ τούτων. κατασκευάζειν μὲν οὖν οὐκ ἔστι, διότι ἐν δευτέρῳ σχήματι ποιοῦσιν ἐκ δύο καταφατικῶν συζυγίαν, ἥτις ἦν ἀσυλλόγιστος· τὸ γὰρ Β καὶ Ζ, ἅπερ ἐστὶ ταὐτόν, τῷ Α καὶ τῷ Ε παντὶ ἀνάγκη ὑπάρχειν· αὕτη δέ, ὡς εἶπον, ἡ συζυγία ἀσυλλόγιστος ἦν. ἀνασκευάζειν δὲ οὐκ ἔστι διὰ τούτων, ὅτι δεῖ τὸν ἀνασκευάζοντα συλλογισμὸν τὴν ἑτέραν τῶν προτάσεων ἀποφατικὴν ἔχειν, αὗται δὲ ἄμφω εἰσὶ καταφατικαί. καὶ πάλιν, ἐὰν λάβωμεν τὰ αὐτὰ ὄντα τά τε οἷς ἕπεται τὸ κατηγορούμενον καὶ τὰ ἀλλότρια τοῦ ὑποκειμένου, τουτέστι τὰ ΓΘ, γίνεται ἐν πρώτῳ σχήματι ὁ συλλογισμὸς τὴν ἐλάττονα πρότασιν ἔχων ἀποφατικήν· ἀσυλλόγιστος δὲ ἦν καὶ αὕτη ἡ συζυγία. οἷον τὸ Α παντὶ τῷ Γ, ταὐτὸν δὲ εἰπεῖν τῷ Θ, τὸ Θ οὐδενὶ τῷ Ε, ὥστε ἡ ἐλάττων ἀποφατική· ἀσυλλόγιστος ἄρα. ἐὰν δὲ τὰ ἀμφοῖν ἀλλότρια λάβωμεν, εἴη ἂν προφανὲς κἀνταῦθα τὸ ἄχρηστον· ἄμφω γὰρ γίνεται ἀπόφασις, εἴτε κατὰ τὸ πρῶτον σχῆμα ποιήσει τις τὸν συλλογισμὸν εἴτε κατὰ τὸ δεύτερον· κατὰ μὲν τὸ πρῶτον, ἵνα εἴπωμεν, οὕτως· τὸ Α οὐδενὶ τῷ Δ, ταὐτὸν δὲ εἰπεῖν τῷ Θ, καὶ τὸ Θ οὐδενὶ τῷ Ε· κατὰ δὲ τὸ δεύτερον· τὸ Δ καὶ τὸ Θ (ταὐτὸν γὰρ ἄμφω) τῷ Α καὶ τῷ Ε οὐδενί· ὥστε καὶ αὕτη ἀσυλλόγιστος ἡ συζυγία. κατὰ μόνας ἄρα τὰς ἓξ συζυγίας τὰς σκέψεις τῶν προτάσεων ποιητέον.

“因此显然,所有的推论都是通过前述的格进行的,并且不应选取随伴一切的事项,因为从它们中不能生成任何推论。” 从对随伴词项的事项、词项自身所随伴的事项以及与它们无涉的事项所列出的清单中,正如我们所表明的,生成了九种组合,其中六种对我们考察前提是有用的,而这些他已经传授过了。但有三种是无用的,这些是他现在陈述的。他也给出了它们之所以无用的原因。他说,随伴两个词项的事项是无用的,因为通过这些既不可能确立也不可能反驳。一方面不可能确立,是因为在第二格中它们构成了由两个肯定前提组成的组合,而这是不成推论的;因为同一的Β和Ζ必然属于所有的Α和所有的Ε;而正如我所说,这种组合是不成推论的。另一方面,通过这些不可能反驳,是因为反驳的推论必须有一条前提是否定的,但这二者都是肯定的。此外,如果我们把述项所随伴的事项和与主项无涉的事项(即Γ和Θ)取为同一的,推论就会在第一格中生成,且其小前提是否定的;但这种组合同样也是不成推论的。例如,Α属于所有的Γ,或者说属于所有的Θ也是一样,而Θ不属于任何Ε,从而小前提是否定的;因此是不成推论的。而如果我们选取与二者均无涉的事项,此处其无用性亦当是显而易见的;因为无论按第一格还是按第二格构成推论,二者都成为否定前提:按第一格来说,比如这样:Α不属于任何Δ,或者说不属于任何Θ也是一样,且Θ不属于任何Ε;而按第二格来说:Δ和Θ(因为二者是同一的)不属于任何Α也不属于任何Ε;从而这一组合也是不成推论的。因此,只应当根据这六种组合来进行前提的考察。

§3.43

"Φανερὸν δὲ ὅτι καὶ αἱ ἄλλαι σκέψεις τῶν κατὰ τὰς ἐκλογὰς ἀχρεῖοι3 πρὸς τὸ ποιεῖν συλλογισμόν." Ἐπειδὴ τὴν μίαν συζυγίαν ἐξέθετο τὴν λαμβάνουσαν τὰ ἀμφοτέροις τοῖς ὅροις ἑπόμενα, διὰ τοῦτο, φησί, καὶ αἱ ἄλλαι παρ’ ἃς εἴπομεν ἄχρηστοι, ἥ τε τὰ ἀμφοτέρων ἀλλότρια λαμβάνουσα καὶ 〈ἡ〉 τὰ οἷς ἕπεται ὁ κατηγορούμενος καὶ οἷς μὴ ὑπάρχει ὁ ὑποκείμενος. εἶτα βουλόμενος ταύτας ἐκθέσθαι λαμβάνει πάλιν τὸν λόγον καὶ ἄρχεται ἀπὸ τῆς λαμβανούσης τὰ ἀμφοτέροις ἑπόμενα· φησὶ γὰρ εἰ τὰ ἑπόμενα ἑκατέρῳ. εἶτα ἐκθέμενος τὰς τρεῖς συζυγίας δείκνυσι μετὰ ταῦτα ἐκ τῶν ὅρων ἀπὸ τῆς πρώτης ἀρξάμενος ὅτι ἄχρηστοί εἰσιν εἰς τὰς συλλογιστικὰς μεθόδους.

“显然,在依选定而来的考察中,其余的考察对于构成推论也是无用的。” 既然他已经陈述了选取随伴两个词项的事项的那一种组合,因此,他说,除我们所说的那些之外其余的考察也是无用的,即选取与二者均无涉的事项的那一种组合,以及选取述项所随伴的事项与主项所不属于的事项的那一种组合。随后,为了陈述这些,他重新开始论述,并从选取随伴二者事项的那一种组合开始;因为他说“如果随伴各自的事项”。随后,在陈述了这三种组合之后,他在这些之后从第一种开始根据词项表明,它们对于推论方法而言是无用的。

语法注3 条
  1. 3.42Ἐκ τῆς γενομένης ἀπογραφῆς... ἐννέα γινομένων συζυγιῶν

    介词短语 Ἐκ τῆς γενομένης ἀπογραφῆς 表达总体的起点或来源,其中嵌入了属格独立结构 ἐννέα γινομένων συζυγιῶν 表示伴随或结果状态(“生成了九种组合”)。主句则由 αἱ μὲν ἓξ χρησιμεύουσιν... αἱ δὲ τρεῖς ἄχρηστοί εἰσιν 构成对比结构。

  2. 3.42οὔτε κατασκευάζειν οὔτε ἀνασκευάζειν ἔστι

    带重音的 ἔστι 为无人称用法,意为“可能(ἔξεστι)”,接不定式 κατασκευάζειν 和 ἀνασκευάζειν 作补足语。在辩证法和逻辑学术语中,κατασκευάζειν 意指肯定性地确立或证明命题,ἀνασκευάζειν 则指反驳或推翻命题。

  3. 3.43τῶν κατὰ τὰς ἐκλογὰς ἀχρεῖοι

    在引文(lemma)中,ἀχρεῖοι 作为两尾形容词,与阴性复数主语 αἱ ἄλλαι σκέψεις 相一致。属格短语 τῶν κατὰ τὰς ἐκλογὰς 是部分属格,指代基于词项选定(ἐκλογαί)所构成的各类考察的总体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:291.1-292.3