- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:290.1-290.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《前分析篇》44b6–11关于一切推论必然仅由三个词项、两个前提以及三个格构成的论述,斐洛庞奴斯阐释了该证明的要领,并说明了各格中中项与两极项的确定方式。
" Δῆλον δὲ καὶ ὅτι διὰ τῶν τριῶν ὅρων καὶ τῶν δύο προτάσεων ἡ σκέψις καὶ διὰ τῶν προειρημένων σχημάτων οἱ συλλογισμοὶ πάντες." Βούλεται ὁ φιλόσοφος καὶ διὰ τῶν δεδειγμένων ἐν τῷ τμήματι τούτῳ, λέγω δὴ τῷ περὶ τῆς εὐπορίας τῶν προτάσεων, δεῖξαι ὅτι πᾶσα ἀνάγκη πάντα συλλογισμὸν διὰ μόνων τριῶν ὅρων γίνεσθαι καὶ διὰ τῶν προειρημένων τριῶν σχημάτων καὶ ἄλλως ἀδύνατον. εἰ γὰρ καλῶς εἴληπται ἡ τῶν ἑπομένων τοῖς ὅροις καὶ οἷς ἕπονται ἐκλογή,1 ἔτι τε καὶ τῶν ἀλλοτρίων αὐτῶν, καὶ ἐπὶ ἑκάστου τῶν προβλημάτων ἔδει τούτων τι ταὐτὸν εὑρεθῆναι, οἷον ἐπὶ μὲν τοῦ καθόλου καταφατικοῦ τὰ οἷς ἕπεται ὁ κατηγορούμενος καὶ τὰ τῷ ὑποκειμένῳ ἑπόμενα, καὶ ἐπὶ τῶν ἄλλων ὡς δέδεικται, ἐχόντων ἡμῶν δύο μὲν ὅρους τοὺς περὶ ὧν ὁ λόγος, τόν τε ὑποκείμενον καὶ τὸν κατηγορούμενον, λαμβανόντων δὲ καὶ ἕτερόν τινα, ὃς ἦν τῷ μὲν κατηγορουμένῳ ὑποκείμενος τοῦ δὲ ὑποκειμένου κατηγορούμενος, τρεῖς ἀνάγκη μόνους τοὺς ὅρους γίνεσθαι. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων προβλημάτων ὁμοίως. οὕτω μὲν οὖν τρεῖς μόνοι οἱ εἰς τὸν συλλογισμὸν παραλαμβανόμενοι ὅροι. ὅτι δὲ καὶ τρία μόνα τὰ σχήματα, καὶ διὰ τῶν ἐνταῦθα πάλιν δεικνυμένων φανερόν· ἐδείκνυτο γὰρ τὸ μὲν καθόλου καταφατικὸν διὰ τοῦ πρώτου σχήματος, τὸ δὲ καθόλου ἀποφατικὸν διὰ τοῦ πρώτου καὶ διὰ τοῦ δευτέρου, τὸ δὲ μερικὸν καταφατικὸν διὰ τοῦ τρίτου καὶ διὰ τοῦ πρώτου, τὸ δὲ μερικὸν ἀποφατικὸν διὰ τοῦ τρίτου σχήματος καὶ διὰ τοῦ δευτέρου καὶ διὰ τοῦ πρώτου. ταῦτα μέν ἐστι τὰ διὰ τούτων τῷ Ἀριστοτέλει δεικνύμενα. σαφῆ δὲ καὶ τὰ τῆς λέξεως.
“同样显然的是,探讨是通过三个词项和两个前提进行的,并且所有的推论都是通过前述的格进行的。” 哲学家意图也通过在这一部分——我指关于前提的谋求的部分——中所证明的事理表明,一切推论必然仅通过三个词项以及前述的三个格而生成,别无他途。因为,如果对属于词项的随伴事项、词项所随伴的事项以及与它们无涉的事项的挑选已被恰当地掌握,并且在每一个课题中都必须发现这些事项中的某种同一者——正如在全称肯定课题中,述项所随伴的事项与随伴主项的事项必须是同一的,而在其他课题中亦如已证明的那样——,既然我们拥有论述所关涉的两个词项,即主项与述项,并且我们还选取了另一个对述项而言为主项、对主项而言为述项的词项,那么词项必然只有三个。在其他课题中同样如此。因此,这样一来,引入推论的词项仅有三个。至于格亦仅有三个,通过此处再次表明的事理也是显然的;因为全称肯定是通过第一格被证明的,全称否定是通过第一格和第二格,特称肯定是通过第三格和第一格,特称否定则是通过第三格、第二格和第一格被证明的。这些便是亚里士多德通过这些文句所证明的事项。而字面的表述也是清楚明白的。
"Δείκνυται γὰρ ὑπάρχειν μὲν παντὶ τῷ Ε τὸ Α, ὅταν τῶν Γ καὶ Ζ ταὐτόν τι ληφθῇ. τοῦτο δὲ ἔσται τὸ μέσον." Τοῦτο ποῖον; δῆλον ὅτι τὸ Γ καὶ τὸ Ζ· ταὐτὸν γὰρ ταῦτα. μέσον δέ φησι, τουτέστι μέσος ὅρος. διὸ ἐπάγει ἄκρα δὲ τὸ Α καὶ τὸ Ε,2 τουτέστιν ἄκροι ὅροι, ὅ τε μείζων καὶ ὁ ἔσχατος.
“因为当选取了Γ和Ζ中的某种同一者时,就证明了Α属于所有的Ε。而这将是中项。” “这”是怎样的东西?显然是Γ和Ζ;因为二者是同一的。他说“中项”,即中间词项。因此他接着说:“而两极项是Α和Ε”,即外极词项,大项和小项。
"Τοῦτο δὲ ἔσται τὸ ἔσχατον σχῆμα· μέσον δὲ τὸ Η." Ἐπειδὴ τὸ Γ καὶ τὸ Η ταὐτόν, τοῦτο δέ ἐστι μέσον, δῆλον ὅτι οὐδὲν διαφέρει τὸ Γ εἰπεῖν ἢ τὸ Η μέσον· ταὐτὸν γὰρ ἄμφω.
“而这将是最后一个格;中项是Η。” 既然Γ和Η是同一的,并且这就是中项,显然无论说中项是Γ还是说中项是Η都毫无分别;因为二者是同一的。
- 3.39εἰ γὰρ καλῶς εἴληπται ἡ τῶν ἑπομένων τοῖς ὅροις καὶ οἷς ἕπονται ἐκλογή
这个长复合句的骨干结构是:条件从句(εἰ γὰρ καλῶς εἴληπται... καὶ ἐπὶ ἑκάστου... ἔδει...)下接表伴随/原因的属格绝对分词短语(ἐχόντων ἡμῶν δύο μὲν ὅρους... λαμβανόντων δὲ καὶ ἕτερόν τινα...),最终引向主句归结部分 τρεῖς ἀνάγκη μόνους τοὺς ὅρους γίνεσθαι(“词项必然只有三个”)。
- 3.40διὸ ἐπάγει ἄκρα δὲ τὸ Α καὶ τὸ Ε
短语 ἄκρα δὲ τὸ Α καὶ τὸ Ε 作为 ἐπάγει 的宾语,直接引用了亚里士多德的原句(44b9–10)。注解者并非自述,而是以直接引语的方式将原文紧接着的一句话嵌入在此句法中。
