← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§288.21-289.37

中项选择中对更普遍项的优先与表面矛盾

斐洛庞努斯评注44a39–44a40,解释了为何在随伴项(ΚΖ)和主项系列(ΚΓ)中应当优先选取更普遍的项作为中项。他进而消解了亚里士多德此前仅选取直接项的要求与此处在主项系列中引入更普遍项(ΚΓ)之间的表面矛盾,指出此处将Γ作为较特殊项使用仅是出于教学性的举例与明晰。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.37

" Οἷον τοῦ μὲν Ε μᾶλλον εἰς τὸ ΚΖ ἢ εἰς τὸ Ζ μόνον." Τὰ ἑπόμενα τῷ Ε τὰ ἐφ’ ὧν τὸ Ζ ἦν. λαμβάνει οὖν καὶ τῷ Ζ ἑπόμενον τὸ ΚΖ, τουτέστι καθολικώτερον αὐτοῦ, ὡς τῷ ζῴῳ τὸ ἔμψυχον. δεῖ οὖν, φησίν, εἰς τὸ ΚΖ μᾶλλον ἀποβλέπειν ἢ εἰς τὸ Ζ μόνον, τουτέστιν εἰς τὸ τῷ ἑπομένῳ ἑπόμενον, οἷον εἰς ἔμψυχον ἢ εἰς ζῷον. τοῦτο δὲ δῆλον ὅτι ποιεῖν δεῖ, εἰ ὁμοίως ἐνδέχεται τὸ αὐτὸ καὶ διὰ τοῦ μερικωτέρου καὶ διὰ τοῦ καθολικωτέρου συναγαγεῖν· προκριτέον γὰρ τὸ καθολικώτερον. καλῶς δὲ τὸ ἑπόμενον τῷ Ζ [καὶ] ΚΖ λέγει1 διὰ τὸ περιέχεσθαι τὸ μερικώτερον ἐν τῷ καθολικωτέρῳ, ὡς ἐν τῷ ἐμψύχῳ τὸ ζῷον.

“例如对于Ε,更应着眼于ΚΖ而非仅着眼于Ζ。” 随伴Ε的事项是标以Ζ的事项。因此他也选取了随伴Ζ的事项即ΚΖ,也就是说比它更普遍的事项,正如“有灵魂的”之于“动物”。因此他说,更应当着眼于ΚΖ而非仅着眼于Ζ,也就是说着眼于随伴那随伴事项的事项,例如着眼于“有灵魂的”而非“动物”。显然,如果同样可能既通过更特殊的事项又通过更普遍的事项得出相同的结论,就必须这样做;因为更普遍的事项应当被优先考虑。他把随伴Ζ的事项称为ΚΖ是恰当的,因为更特殊的事项被包含在更普遍的事项之中,正如“动物”包含在“有灵魂的”之中。

§3.38

"Τοῦ δὲ Α εἰς τὸ ΚΓ ἢ εἰς τὸ Γ μόνον." Πάλιν τὰ οἷς τὸ Α εἵπετο τὰ ἐφ’ ὧν τὸ Γ ἦν. λαμβάνει οὖν πάλιν τὸ ΚΓ ὡς καθολικώτερον τοῦ Γ· διὸ καὶ ΚΓ αὐτὸ καλεῖ ὡς περιέχον ἐν ἑαυτῷ τὸ Γ· περιέχεται γὰρ τὰ μερικώτερα ὑπὸ τῶν καθολικωτέρων. ἐπιβλέπειν οὖν δεῖ εἰ ἐνδέχεται διὰ τοῦ ΚΓ συλλογίσασθαι μᾶλλον ἢ διὰ τοῦ Γ μόνου. ἔλαβε δὲ ἐν τούτοις τοῦ μὲν Ε τὰ ἑπόμενα τοῦ δὲ Α οἷς ἕπεται, ἐπειδὴ διὰ τούτων ἐδείκνυτο τὸ καθόλου καταφατικόν, ἐπὶ ἑνὸς τῶν προβλημάτων ὡς ἐπὶ παραδείγματος γυμνάζων τὸν λόγον. ἐκεῖνο δὲ ἐπιστῆσαι ἄξιον, ὅτι2 ἐν τῇ ἐκθέσει τῶν ὑπαρχόντων τοῖς ὅροις ἔλεγε δεῖν, ὥσπερ ἐπὶ τῶν ἑπομένων ὅτι οὐ δεῖ καὶ τὰ τοῖς ἑπομένοις ἑπόμενα λαμβάνειν ἀλλὰ τὰ τῷ Α ὡς Α ἑπόμενα, τουτέστι τὰ προσεχῶς αὐτῶν καθολικώτερα, οὕτω δὲ καὶ ἐν τῇ λήψει τῶν οἷς εἵπετο τὸ Α καὶ τὸ Ε τὰ οἷς τὸ Α ὡς Α ἕπεται λαμβάνειν· εἰ δὲ εἶέν τινα οἷς κἀκεῖνα εἵπετο, οὐκέτι· ἐκεῖνα γὰρ ἐκλέγειν παρεκελεύετο τὰ ἴδια τῶν προκειμένων ὅρων ἄνωθέν τε καὶ κάτωθεν. ὥστε τὰ προσεχῶς ὑποκείμενα τοῖς ὅροις λαμβάνειν ἐκέλευσε· τὰ δὲ προσεχῶς ὑποκείμενά τινι τὰ καθολικώτατά ἐστι τῶν οἷς ἕπεται. οὐ γὰρ ὁμοίως ἔχει τὰ οἷς ἕπεταί τι καὶ τὰ ἑπόμενα αὐτῷ· τὰ μὲν γὰρ προσεχῶς ἑπόμενα τὰ μερικώτατά ἐστι τῶν ἑπομένων· τὰ δὲ προσεχῶς ὑποκείμενα, ταῦτα δέ ἐστι τὰ οἷς ἕπεται, τὰ καθολικώτατά ἐστι τῶν οἷς ἕπεται, τουτέστι τῶν ὑποκειμένων. οἷον ζῴῳ προσεχῶς ἕπεται τὸ ἔμψυχον, καὶ ἔστι μερικώτερον σώματός τε καὶ οὐσίας ἑπόμενον τῷ ζῴῳ· ἕπεται δὲ προσεχῶς τὸ ζῷον τῷ λογικῷ, καὶ ἔστι τοῦτο καθολικώτερον τῶν λοιπῶν οἷς ἕπεται, οἷον ἀνθρώπου, Σωκράτους. τούτων οὖν οὕτω διατεταγμένων ἐν τῇ λήψει τῶν μέσων ὅρων λέγων δεῖν, εἰ ἐνδέχεται, τὰ καθολικώτατα λαμβάνειν, ἔχει μόνον ἐπὶ τῶν κατηγορουμένων, τουτέστι τῶν ἑπομένων τοῖς ὅροις, τοῦτο ποιεῖν.3 τὸ γὰρ Ζ τοῦ Ε προσεχῶς κατηγορεῖται καὶ ἦν μερικώτατον τῶν κατηγορουμένων· εἰκότως οὖν λαμβάνει καθολικώτερον αὐτοῦ τὸ ΚΖ. ἐπὶ δὲ τῶν ὑποκειμένων (ὑπόκειται δὲ τῷ Α τὸ Γ), εἰ τὰ προσεχῶς ὑποκείμενα ἐλαμβάνετο, τοῦτο δέ ἐστι τὰ καθολικώτατα τῶν ὑποκειμένων, τοῦ Γ ἄρα οὐδέν ἐστι καθολικώτερον. πῶς οὖν λαμβάνει αὐτοῦ καθολικώτερον τὸ ΚΓ; λέγω οὖν ὅτι ἐν μὲν τῇ ἐκθέσει τὰ προσεχέστατα ἐλάμβανεν, ἵνα τὰ ἑκάστῳ, ᾗ τοιοῦτόν ἐστι, λάβῃ κατηγορούμενά τε καὶ ὑποκείμενα καὶ μὴ τὰ δι’ ἄλλο· τοῦ γὰρ λογικοῦ διὰ τὸ ζῷον κατηγορεῖται τὸ ἔμψυχον, καὶ τῷ ζῴῳ διὰ τὸ λογικὸν ὑπόκειται ὁ ἄνθρωπος. ἐν μέντοι τῇ ἐκθέσει τοῦ μέσου ἀξιῶν εἰς τὰ καθολικώτατα ἀποβλέπειν, εἰ οἷόν τε, ὑποδείγματος μόνου ἕνεκεν καὶ σαφηνείας ὡς μερικωτέρῳ τῷ Γ ἐχρήσατο, ἵνα διδάξῃ μὴ εἰς μόνα τὰ ἀπογεγραμμένα προσέχειν ἐκλεγομένους τὸν μέσον, ἀλλ’ ἐπιβλέπειν εἴ τί ἐστι τῶν ὑποκειμένων καθολικώτερον, καὶ εἰ ἐνδέχεται τούτῳ μέσῳ κατὰ τὴν παραδεδομένην μέθοδον χρήσασθαι, τοῦτο λαμβάνειν.

“对于Α,更应着眼于ΚΓ而非仅着眼于Γ。” 同样,Α所随伴的事项是标以Γ的事项。因此他再次选取ΚΓ作为比Γ更普遍的事项;为此他也把它称为ΚΓ,因其自身包含了Γ;因为更特殊的事项被包摄在更普遍的事项之下。因此必须查明,是否可能通过ΚΓ而非仅通过Γ进行推论。在这些例子中,他选取了随伴Ε的事项以及Α所随伴的事项,因为全称肯定命题是通过这些事项得到证明的,他是以诸课题中的一个作为例证来练习这一论述。 然而值得注意的是这一点:在列举属于诸词项的事项时,正如在谈及随伴的事项时所说的不应也选取随伴那随伴事项的事项,而应选取随伴作为Α本身的Α的事项,即直接比它们更普遍的事项那样,他在选取Α和Ε所随伴的事项时也说过,必须选取作为Α本身的Α所随伴的事项;但如果还有那些事项所随伴的某些事项,则不再选取;因为他吩咐说,要从上和从下挑选所提出的词项的固有特性。因此,他命令选取直接作为诸词项的主项的事项;但直接作为某物的主项的事项,乃是它所随伴的事项中最普遍的。因为某物所随伴的事项与随伴它的事项并非处于相同的情况;直接随伴的事项乃是随伴事项中最特殊的;而直接作为主项的事项——即它所随伴的事项——乃是它所随伴的事项(即主项)中最普遍的。例如,“有灵魂的”直接随伴“动物”,虽然它随伴“动物”,却比“物体”和“实体”更特殊;而“动物”直接随伴“理性的”,而这比它所随伴的其余事项(如“人”、“苏格拉底”)更普遍。既然这些事项是这样安排的,那么在选取中项时,他说如果可能就必须选取最普遍的事项,他唯独在述项上(即在随伴诸词项的事项上)能够这样做。因为Ζ是Ε的直接述项,并且曾是述项中最特殊的;因此他选取比它更普遍的ΚΖ是合乎道理的。但在主项上(而Γ是Α的主项),如果选取的是直接的主项,而这又是主项中最普遍的,那么就不存在任何比Γ更普遍的事项了。既然如此,他又怎么会选取比它更普遍的ΚΓ呢?因此我说,在最初列举时,他选取了最直接的事项,以便选取在每一事物作为此类事物自身而言被陈述并作为主项的事项,而不是通过他物的事项;因为“有灵魂的”是通过“动物”而被陈述于“理性的”,而“人”是通过“理性的”作为“动物”的主项。然而在提出中项时,既然他主张如果可能应着眼于最普遍的事项,他就仅为了示例和明晰起见而将Γ用作更特殊的事项,以便教导人们在挑选中间词项时,不要仅注意那些记录在清单中的事项,而要查明主项中是否有任何更普遍的事项,并且如果可能按照所传授的方法将此用作中项,就应当选取它。

语法注3 条
  1. 3.37καλῶς δὲ τὸ ἑπόμενον τῷ Ζ [καὶ] ΚΖ λέγει

    双重宾格结构(称A为B):τὸ ἑπόμενον τῷ Ζ 为直接宾语,ΚΖ 为宾语补足语(谓语宾格)。文中的括号 [καὶ] 被校勘者视为冗余或后人窜入而予以删削。

  2. 3.38ἐκεῖνο δὲ ἐπιστῆσαι ἄξιον, ὅτι

    ἐπιστῆσαι 此处用作不及物动词,意为“注意、留意”(省略了 τὸν νοῦν)。其后引导的由 ὅτι 统摄的长句以 ὥσπερ ἐπὶ τῶν ἑπομένων... οὕτω δὲ καὶ ἐν τῇ λήψει... 的对比为骨架,引出此前规则(仅取直接项)与本节论述之间的表面矛盾。

  3. 3.38ἔχει μόνον ἐπὶ τῶν κατηγορουμένων... τοῦτο ποιεῖν

    ἔχει + 不定词(ποιεῖν)结构,表能力或可能性:“[亚里士多德]唯独在……上能够做到这一点”。上下文省略的主语为亚里士多德。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:288.21-289.37