- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:27.16-29.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞论述了在不带模态的前提与模态前提中区分“附加/去除”与“结合/分割”的精确性,并探讨了该划分中遗漏潜能模态前提与无模态位换前提的原因及解决办法。
σκόπει οὖν πῶς ἀκριβῶς ταῖς μὲν ἄνευ τρόπου ἁπλαῖς δυνάμει ἢ ἐνεργείᾳ ἐχούσαις τὸ ἔστι προστίθεσθαι ἢ ἀφαιρεῖσθαι εἴρηται τὸ ἔστι· προστίθεσθαι γὰρ λέγεται ἄλλο ἄλλῳ τῷ καὶ χωρὶς τῆς προσθήκης εἶναι δυναμένῳ,1 ὡς εἰ λέγοις τῷ ξέστῃ τοῦ οἴνου προστεθῆναι κύαθον ἢ ἀφαιρεῖσθαι αὐτοῦ κύαθον, συντίθεσθαι δὲ οὐκέτι. οὕτως οὖν καὶ ἐπὶ τῶν ἄνευ τρόπου προτάσεων, ἐπειδὴ καὶ χωρὶς τοῦ ἔστιν αὐτοτελής ἐστιν ἡ πρότασις ἡ λέγουσα ‘Σωκράτης περιπατεῖ’, εἰκότως προστίθεσθαι λέγεται τὸ ἔστιν ἐν τῇ ‘Σωκράτης περιπατῶν ἐστι’· δι’ αὐτὸ δὲ τοῦτο πάλιν καὶ ἀφαιρεῖσθαι τὸ ἔστιν ἐν τῇ ‘Σωκράτης περιπατεῖ’· φυλάττει γὰρ τὸ τῆς προτάσεως εἶδος, ὡς ἡ ‘Σωκράτης περιπατῶν ἐστι’, καὶ μετὰ τὴν τοῦ ἔστιν ἀφαίρεσιν ἐν τῷ ‘Σωκράτης περιπατεῖ’. ἐπὶ δὲ τῆς συνθέσεως οὐχ οὕτως, ἀλλ’ ὅσα κατὰ σύνθεσίν τινων τὸ εἶναι ἔχουσιν, ἄνευ τῶν συνθέτων εἶναι οὐ δύνανται· οὐδὲ γὰρ λέγεται τῷ ἡμετέρῳ σώματι προστίθεσθαι τὸ θερμὸν ἢ τὸ ψυχρόν (χωρὶς γὰρ αὐτῶν ὅλως εἶναι οὐ δύναται), ἀλλὰ συντίθεσθαι ταῦτα ἀλλήλοις, ἵνα γένηται τὸ σῶμα. τοιαῦται δέ εἰσι καὶ αἱ μετὰ τρόπου προτάσεις, οἷον ἡ ‘Σωκράτη δυνατόν ἐστι περιπατεῖν’· ἄνευ γὰρ τοῦ ἔστιν οὐ συνίσταται, ἐπειδὴ πᾶς λόγος δεῖται ὁριστικοῦ ῥήματος πρὸς αὐτοτέλειαν. ὥστε κἂν οὕτως εἴπω ‘δυνατὸν Σωκράτη περιπατεῖν’, ἀτελής ἐστιν ἡ πρότασις· τὸ γὰρ ἀπαρέμφατον ῥῆμα οὐκ ἀπαρτίζει λόγον. μόνως οὖν ἐνεργείᾳ τὸ ἔστι παραληφθήσεται, δυνατόν ἐστι Σωκράτη περιπατεῖν. καὶ ἐκ μεταθέσεως δὲ πᾶσαι προτάσεις πρόσθεσιν ἢ ἀφαίρεσιν ἔχειν τοῦ εἶναι οὐκ ἂν λεχθεῖεν· οὐδὲ αὐτὰς γὰρ ἐνδέχεται μὴ ἔχειν τὸ ἔστιν ἐνεργείᾳ. ὥστε ἢ συντίθεσθαι ἢ διαιρεῖσθαι λεχθεῖεν ἄν, συντίθεσθαι μὲν αἱ καταφάσεις, διαιρεῖσθαι δὲ αἱ ἀποφάσεις μετὰ τοῦ εἶναι ἢ μὴ εἶναι. Διὰ τί μὲν οὖν ἐπὶ τινῶν μὲν προτάσεων προστίθεσθαι λέγεται ἢ ἀφαιρεῖσθαι, ἐπὶ τινῶν δὲ συντίθεσθαι ἢ διαιρεῖσθαι τὸ εἶναι ἢ μὴ εἶναι, εἴρηται. ἀλλ’ ἐπειδὴ ἡ προεκτεθειμένη διαίρεσις ἐλλιπῶς ἔχει (οὔτε γὰρ τῶν ἄνευ τρόπου ἐκ μεταθέσεως μνήμην πεποίηται οὔτε τῶν μετὰ τρόπου δυνάμει τὸ εἶναι ἐχουσῶν), περὶ μὲν οὖν τῶν μετὰ τρόπου δυνάμει τὸ εἶναι ἐχουσῶν ἤδη εἴπομεν ὅτι οὐχ οἷόν τέ ἐστι μετὰ τρόπου προτάσεις δυνάμει τὸ εἶναι ἔχειν, διότι τὸ δυνατὸν καὶ τὸ ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον ἀπαρεμφάτοις συντάττονται ῥήμασιν, ἀδύνατον δέ ἐστι χωρὶς ὁριστικοῦ ῥήματος ἀπαρτισθῆναι λόγον. καὶ διὰ τοῦτο δεῖ τοῦ ἔστιν ὁριστικοῦ ῥήματος, δυνατόν ἐστι Σωκράτη περιπατεῖν, χωρὶς εἰ μὴ οὕτως τις σχηματίσοι2 τοὺς τρόπους ‘ἐνδεχομένως Σωκράτης περιπατεῖ, ἀναγκαίως ὁ ἄνθρωπος ἀναπνεῖ’ ἢ καὶ οὕτως ‘ἐξ ἀνάγκης ὁ ἄνθρωπος ἀναπνεῖ’. πρὸς τὴν προτέραν οὖν τῶν τρόπων χρῆσιν, καθ’ ἣν καὶ ἐν τῷ Περὶ ἑρμηνείας παρεδόθησαν οἱ τρόποι, εἰκότως καὶ ἐνταῦθα γέγονεν ἡ διαίρεσις τῶν δυνάμει τὸ ἔστιν ἐχουσῶν εἰς τὰς μετὰ τρόπου καὶ εἰς τὰς ἄνευ τρόπου· κἀκεῖ γὰρ πρῶται μὲν παρεδόθησαν αἱ ἐξ ὑποκειμένου καὶ κατηγορουμένου, ἐν αἷς δυνάμει τὸ ἔστι θεωρεῖται, δεύτερον δὲ αἱ ἐκ τρίτου προσκατηγορουμένου, αἵτινες διῃροῦντο εἴς τε τὰς ἁπλᾶς καὶ τὰς ἐκ μεταθέσεως, καὶ τρίτον αἱ μετὰ τρόπου, ἃς πάλιν καὶ αὐτὰς διῄρει εἴς τε τὰς ἁπλᾶς καὶ τὰς ἐκ μεταθέσεως. διὰ τί μὲν οὖν μὴ παρειλημμέναι εἰσὶν αἱ μετὰ τρόπου δυνάμει τὸ ἔστιν ἔχουσαι ἐν τῇ διαιρέσει, ἀπελογησάμεθα, καίτοι δυνατοῦ ὄντος τοιαύτας προτάσεις συνίστασθαι.3 διὰ τί δὲ καὶ τῶν ἄνευ τρόπου τὰς ἐκ μεταθέσεως παρῆκε, καίτοι μνήμην αὐτῶν τοῦ Ἀριστοτέλους ἐν τῷ Περὶ ἑρμηνείας πεποιηκότος; εἰ οὖν διὰ τοῦ προστιθεμένου καὶ ἀφαιρουμένου καὶ συντιθεμένου καὶ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι πάσας τὰς ἐν τῷ Περὶ ἑρμηνείας παραδεδομένας προτάσεις σημᾶναι βούλεται, ἐλλιπὴς ἄρα ἐστὶν ἡ διαίρεσις· δεῖ γὰρ δῆλον ὅτι καὶ τὰς ἄνευ τρόπου ἐκ μεταθέσεως ὑφ’ ἓν τῶν τεσσάρων ἀνάγεσθαι μορίων. καὶ δῆλον ὅτι ἐκ τῶν ἤδη εἰρημένων ἡμῖν καὶ περὶ αὐτῶν συλλογιζόμενοι ἐροῦμεν αὐτῶν τὰς μὲν καταφατικὰς σύνθεσιν ἔχειν τοῦ μὴ εἶναι,〈τὰς δὲ ἀποφατικὰς διαίρεσιν τοῦ μὴ εἶναι,〉 ὥσπερ καὶ τὰς μετὰ τρόπου· ὅσα γὰρ εἴρηται ἐπὶ τῶν μετὰ τρόπου προτάσεων, ταῦτα καὶ ἐπ’ αὐτῶν ἁρμόσει λέγεσθαι.
因此,请观察他是多么精确地说,“是”对于潜能地或现实地具有“是”的不带模态的单纯前提而言是被附加或被去除的。因为一物被称为“附加”于另一物,乃是指它被附加于那即便没有此附加也能存在之物,正如你若是说在一方斗的酒中附加了一小勺,或者从中去除了一小勺,但绝不再被称为“结合”。因此,在不带模态的前提中亦是如此:由于即使没有“是”,说“苏格拉底行走”的前提本身也是自足的,所以在“苏格拉底是行走着的”中,“是”被说成是附加进来的,这合情合理;而又正是出于这完全相同的理由,“苏格拉底行走”中的“是”被说成是被去除了。因为就像“苏格拉底是行走着的”一样,即便在“苏格拉底行走”中去除了“是”之后,依然保留着前提的形式。但在结合的情况下却并非如此,凡是按照某些成分的结合而拥有存在的事物,若没有这些结合成分便无法存在。实际上,热或冷并不被称为附加于我们的身体(因为没有它们身体根本无法存在),而是被称为它们彼此结合以使身体得以生成。带有模态的前提也是如此,例如“苏格拉底行走是可能的”;因为没有“是”它便不能成立,既然任何陈述为了其自足性都需要一个直陈式动词。因此,即便我这样说“苏格拉底行走可能”,该前提也是不完全的;因为不定式动词不能使陈述完结。因此,唯有在现实态中,“是”才会被采用,即“苏格拉底行走是可能的”。而所有通过位换的前提,也都不能被说成具有“是”的附加或去除;因为它们本身同样不可能不在现实态中具有“是”。因此,它们将被说成要么被结合,要么被分割——伴随着“是”或“不是”,肯定前提被结合,否定前提被分割。 那么,为什么对于某些前提说“是”或“不是”被附加或被去除,而对于另一些前提则说被结合或被分割,这一点已经阐明了。然而,由于前面陈述的划分是不完全的(因为它既未提及不带模态的通过位换的前提,也未提及带有模态且潜能地具有“是”的前提)——关于带有模态且潜能地具有“是”的前提,我们已经说过,带有模态的前提潜能地具有“是”是不可能的,因为“可能的”、“必然的”和“偶适的”是与不定式动词搭配的,而缺少直陈式动词陈述是不可能完结的。正因如此,才需要直陈式动词“是”,即“苏格拉底行走是可能的”,除非有人这样构造模态:“偶适地苏格拉底行走,必然地人呼吸”,或者甚至这样:“出于必然性人呼吸”。因此,针对前一种模态用法(在《解释篇》中也是按照这种用法传授模态的),在此处将潜能地具有“是”的前提划分为带有模态的和不带模态的,也是理所当然的;因为在那里,首先传授的是由主词和谓词构成的前提(其中“是”被视为潜能的),其次是由第三个附加谓项构成的前提(这些前提被划分为单纯的与通过位换的),第三则是带有模态的前提(他又将它们同样划分为单纯的与通过位换的)。因此,对于带有模态且潜能地具有“是”的前提为何未被纳入该划分之中,我们已经作了解释,尽管构成这类前提是可能的。然而,对于不带模态的前提中通过位换的前提,尽管亚里士多德在《解释篇》中提及了它们,他为何也略去了呢?如果他想通过“是”或“不是”被附加、被去除、被结合与被分割来表示在《解释篇》中所传授的全部前提,那么这一划分显然是不完全的;因为显而易见,不带模态的通过位换的前提也应当归入这四个肢项之一。而且很明显,根据我们已经讲过的道理,对它们进行推论,我们将会说,正如带有模态的前提一样,它们的肯定前提具有“不是”的结合,〈而否定前提则具有“不是”的分割〉;因为凡是在带有模态的前提上所说过的,对它们说来也将是恰当的。
- 1.17προστίθεσθαι γὰρ λέγεται ἄλλο ἄλλῳ τῷ καὶ χωρὶς τῆς προσθήκης εἶναι δυναμένῳ
与格短语 τῷ καὶ χωρὶς τῆς προσθήκης εἶναι δυναμένῳ 作为前文 ἄλλῳ 的同格成分或限定成分,明确了“被附加的对象”即使没有该附加物也能独立存在这一必要条件。
- 1.17χωρὶς εἰ μὴ οὕτως τις σχηματίσοι
短语 χωρὶς εἰ μή(意为“除非”、“若非……则不然”)是复合连词性惯用表达,与希求法动词 σχηματίσοι 连用,引出一个假设性的例外情况。
- 1.17καίτοι δυνατοῦ ὄντος τοιαύτας προτάσεις συνίστασθαι
由 καίτοι 引导的属格绝对结构,以非人称形容词 δυνατοῦ 和分词 ὄντος 为核心,支配对格加不定式结构 τοιαύτας προτάσεις συνίστασθαι(此类前提之构成)作为其主语从句。
