← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§286.28-288.20

通过换位得出特称肯定与选取更普遍述项

斐洛庞奴斯解释了当词项Β与Η相同时如何通过换位推导出特称肯定命题(44a30),并探讨了在寻找中项时不仅应着眼于直接词项而且应着眼于更普遍的述项与前件的原则(44a38),同时消解了该原则与此前编制清单要求之间的表面矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.35

" Εἰ δὲ τὸ Β τῷ Η ταὐτόν, ἀντεστραμμένος ἔσται ὁ συλλογισμός.1" Ἤδη μὲν ἔδειξε πάντα τὰ προβλήματα διὰ ταύτης τῆς ἐκθέσεως τῶν ὅρων. πάλιν δὲ διὰ τούτων δείκνυσιν ὅτι τὸ μερικὸν καταφατικὸν καὶ ἄλλως δυνατὸν συναγαγεῖν, ἐάν, φησίν, εὕρωμέν τι ταὐτὸν τῶν τε ἑπομένων τῷ κατηγορουμένῳ καὶ οἷς ἕπεται τὸ ὑποκείμενον. δείκνυμεν γάρ, φησί, καὶ οὕτως τὸ μερικὸν καταφατικόν, ἀλλ’ οὐκ αὐτόθεν ἀλλὰ διὰ τοῦ ἀντιστρέψαι τὸ συναγόμενον ἐκ τούτων συμπέρασμα· τοῦτο γάρ ἐστι τὸ ἀντεστραμμένος ἔσται ὁ συλλογισμός. εἰ γὰρ τὸ Β παντὶ τῷ Α, ταὐτὸν δὲ τὸ Β τῷ Η, καὶ τὸ Η παντὶ τῷ Α. πάλιν ἐπειδὴ τὸ Ε παντὶ τῷ Η, τὸ δὲ Η ταὐτὸν τῷ Β, καὶ τὸ Ε ἄρα παντὶ τῷ Β· τὸ δὲ Β παντὶ τῷ Α· καὶ τὸ Ε ἄρα παντὶ τῷ Α. ἀλλ’ οὐ τοῦτο ἦν τὸ προκείμενον εἰ τὸ Ε παντὶ τῷ Α ὑπάρχει διὰ τούτων, ἀλλ’ εἰ τὸ Α τινὶ τῶν Ε ὑπάρχει. * * * * ἡ γὰρ καθόλου καταφατικὴ πρὸς τὴν μερικὴν ἀντιστρέφει.

“但如果Β与Η相同,推论将是换位的。” 他此前已经通过词项的这种列举证明了所有的问题。但他通过这些文句再次表明,特称肯定命题也可以通过另一种方式得出,他说,如果我们发现在随伴述项的事项与主项所随伴的事项中有某个相同之物的话。因为他说,我们以这种方式同样能证明特称肯定命题,但不是直接地,而是通过将由此得出的结论加以换位;因为这就是“推论将是换位的”之含义。因为如果Β属于一切Α,而Β与Η相同,则Η也属于一切Α。再次,既然Ε属于一切Η,而Η与Β相同,所以Ε也属于一切Β;而Β属于一切Α;因此Ε也属于一切Α。但这并不是所提出的课题——即Ε是否通过这些而属于一切Α,而是Α是否属于某个Ε。* * * * 因为全称肯定命题换位为特称[肯定命题]。

§3.36

"Δεῖ δὲ καὶ τῶν ἑπομένων καὶ οἷς ἕπεται ἕκαστον εἰς τὰ πρῶτα καὶ τὰ καθόλου μάλιστα βλέπειν, οἷον τοῦ μὲν Ε μᾶλλον εἰς τὸ ΚΖ ἢ εἰς τὸ Ζ μόνον, τοῦ δὲ Α εἰς τὸ ΚΓ ἢ εἰς τὸ Γ μόνον." Τὸ διὰ τούτων προκείμενον τοῦτό ἐστι. δεῖ, φησί, λαμβάνοντας ἡμᾶς τὰ ἑπόμενα τῶν ὅρων καὶ οἷς αὐτὰ ἕπεται μὴ μόνον τὰ προσεχῆ λαμβάνειν ἀλλὰ καὶ τὰ πορρωτέρω· διὰ γὰρ τούτου πλειόνων προτάσεων εὐπορῆσαι δυνησόμεθα πρὸς κατασκευὴν τοῦ προκειμένου. οἷον ὅτι ὁ ἄνθρωπος οὐσία βουλόμενοι δεῖξαι καὶ λαβόντες τὸ ἑπόμενον τῷ ἀνθρώπῳ, τὸ ζῷον, δείκνυμεν διὰ τούτου· ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία. ἐὰν οὖν καὶ τὰ τῷ ἑπομένῳ ἑπόμενα λάβωμεν, λέγω δὴ τὰ τοῦ ζῴου καθολικώτερα, ἔτι εὐπορώτερος ὁ λόγος γενήσεται, οἷον τὸ ἔμψυχον, τὸ σῶμα· κατασκευάσομεν γὰρ καὶ διὰ τούτων ὅτι ὁ ἄνθρωπος οὐσία λέγοντες οὕτως· ὁ ἄνθρωπος ἔμψυχον, τὸ ἔμψυχον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία· καὶ ἐπὶ τοῦ σώματος ὁμοίως. ὥστε ὅσῳ ἂν καθολικώτερα λαμβάνωμεν, τοσούτῳ πλειόνων εὐπορήσομεν προτάσεων. ὁμοίως ἕξει καὶ ἐπὶ τῶν οἷς ἕπεται· ἕπεται γὰρ ἡ οὐσία προσεχῶς μὲν τῷ σώματι, εἶτα τῷ ἐμψύχῳ, εἶτα τῷ ζῴῳ, καὶ ἐπὶ πάντων ὁμοίως. ἀλλὰ ζητητέον πῶς ἀνωτέρω εἰπὼν ὅτι οὐ δεῖ λαμβάνειν ἡμᾶς εἰ μὴ μόνα τὰ προσεχῶς ἑπόμενα καὶ οἷς ἕπεται, τὰ δὲ πορρωτέρω οὔ, διότι περιέχεται ἐν τούτοις, νῦν τὸ ἐναντίον ἄντικρυς λέγει,2 ὅτι καὶ τὰ πορρωτέρω ληπτέον. λέγομεν οὖν πρὸς τοῦτο ὅτι ἐκεῖ μὲν λέγων, ὅπως δεῖ τὴν ἀπογραφὴν τούτων ποιεῖσθαι, ἔλεγεν ὅτι τὰ προσεχῶς μόνον ἑπόμενα ἢ οἷς ἕπεται δεῖ ἀπογράφεσθαι, τὰ δὲ πορρωτέρω οὔ, ἵνα μὴ πολλὰ ἀπογράφεσθαι ἀναγκαζώμεθα. ἔχομεν γάρ, φησί, διὰ τούτων καὶ τὰ λοιπά· διὰ γὰρ τοῦ λαβεῖν ὡς ἑπόμενον τῷ ἀνθρώπῳ τὸ ζῷον ἔχομεν καὶ ὅσα τῷ ζῴῳ ἕπεται. ὥστε ἐκεῖ μὲν οὐκ ἔλεγε δεῖν ἀπογράφεσθαι ταῦτα ὡς ὁμολογουμένως δι’ ἐκείνων ἐνυπάρχοντα· ἐνταῦθα μέντοι, ἐπειδὴ περὶ αὐτῶν τῶν κατασκευῶν ὁ λόγος, τοῦτο δέ ἐστι τῆς λήψεως τοῦ μέσου ὅρου, διὰ τοῦτό φησι δεῖν παραλαμβάνειν καὶ ταῦτα. δεῖ γὰρ ἐπιβλέπειν, εἰ ἐνδέχεται καὶ διὰ τῶν καθολικωτέρων συνάγειν τὸ προκείμενον, καὶ τούτων τὴν ταυτότητα λαμβάνειν, ἵνα εὐπορίαν τῇ ἀποδείξει ποιήσωμεν διὰ πλειόνων τὸ αὐτὸ συλλογιζόμενοι· ὅσῳ γὰρ διὰ τῶν καθολικωτέρων συνάγομεν τὸ συμπέρασμα, πλειόνων εὐποροῦμεν μέσων. τὸ αὐτὸ γὰρ καὶ διὰ τῶν μερικωτέρων συνάγειν δυνατόν· εἰ δέ τι διὰ τῶν μερικωτέρων συνάγοιτο, οὐ πάντως καὶ διὰ τῶν καθολικωτέρων συναχθήσεται. οἷον εἰ μὲν διὰ τοῦ σώματος μέσου συνάγω ὅτι ὁ ἄνθρωπος οὐσία, πάντως καὶ διὰ τῶν ὑπὸ τὸ σῶμα τὸ αὐτὸ συναγαγεῖν δύναμαι, οἷον τοῦ ἐμψύχου, τοῦ ζῴου, τοῦ λογικοῦ. εἴ τι μέντοι διὰ τοῦ μερικωτέρου συνάγοιτο, οὐ πάντως καὶ διὰ τοῦ καθολικωτέρου τὸ αὐτὸ συναχθήσεται. οἷον τὸ τὸν ἄνθρωπον λογικὸν εἶναι διὰ τοῦ φιλοσοφεῖν·3 ὁ ἄνθρωπος φιλοσοφεῖ, τὸ φιλοσοφοῦν λόγῳ χρῆται, τοῦτο δὲ λογικόν, ὁ ἄνθρωπος ἄρα λογικός. οὐκέτι δὲ τὸ αὐτὸ συνάγειν δύναμαι διὰ τῶν τοῦ φιλοσοφεῖν καθολικωτέρων, οἷον τῆς ἕξεως ἢ διαθέσεως ἢ ποιότητος· οὔτε γὰρ τὸ ἕξεώς τινος ἢ ποιότητος μετέχον ἤδη καὶ λόγῳ χρῆται, εἴγε καὶ ὄνον ἔστιν ἕξιν ἔχειν.

“无论在随伴的事项中,还是在各项所随伴的事项中,都必须尤其着眼于在先的和全称的事项,例如对于Ε,更应着眼于ΚΖ而非仅着眼于Ζ;对于Α,更应着眼于ΚΓ而非仅着眼于Γ。” 通过这些文句所提出的问题如下。他说,我们在选取随伴词项的事项以及词项所随伴的事项时,不仅应当选取直接的事项,还应当选取更为遥远的事项;因为通过这一做法,我们将能够拥有更丰富的前提以确立所提出的论题。例如,当我们想要证明人是实体,并选取了随伴人的事项即动物时,我们便通过这一点证明:“人是动物,动物是实体,因此人是实体。”因此,如果我们也选取随伴那随伴事项的事项,即比动物更为普遍的事项——例如有灵魂的、物体——论证将变得更加充实。因为我们通过这些同样将确立人是实体,表述如下:“人是有灵魂的,有灵魂的是实体,因此人是实体”;对于物体亦是如此。所以,我们选取的事项越普遍,我们所拥有的前提就越丰富。在各项所随伴的事项上情况也类似;因为实体直接随伴物体,其次是有灵魂的,再次是动物,在所有情况下皆是如此。但必须探究的是,为何他此前说过我们除了仅选取直接随伴的事项和所随伴的事项之外不应选取其他,而不应选取更遥远的事项,因为它们已被包含在前者之中,如今却截然相反地说更遥远的事项也应当选取。因此我们对此回答说:在彼处,他在论述应当如何编制这些事项的清单时,曾说应当仅将直接随伴的事项或所随伴的事项编入清单,而不应将更遥远的事项编入,以免我们被迫记录许多事项。因为他说,通过这些我们便拥有了其余的事项;因为通过选取动物作为随伴人的事项,我们也拥有了随伴动物的一切事项。所以在彼处,由于这些事项公认已通过前者而内在具备,他才说不必将其记录在清单中;然而在此处,既然论述关乎确立论题本身,即关乎中项的选取,因此他说也必须采用这些事项。因为必须查明,是否也可能通过更普遍的事项来推导出所提出的论题,并选取它们的同一性,以便我们通过更多的中项推论同一结论,从而为论证提供丰富的前提;因为我们越是通过更普遍的事项得出结论,我们所拥有的中项就越丰富。因为同一结论同样能够通过更特殊的事项得出;但如果某事是通过更特殊的事项得出的,却绝非在任何情况下都能通过更普遍的事项得出。例如,如果我通过中项“物体”得出“人是实体”,我必定也能够通过“物体”之下的事项——如有灵魂的、动物、理性的——得出相同结论。然而,如果某事是通过更特殊的事项得出的,却绝非在任何情况下都能通过更普遍的事项得出相同结论。例如,通过“从事哲学思考”来得出“人是理性的”:“人从事哲学思考,从事哲学思考者运用理性,而这是理性的,因此人是理性的。”但我不再能够通过比“从事哲学思考”更普遍的事项——例如状态、素质或质——来得出相同的结论;因为分有某种状态或质的事物并不必然也运用理性,毕竟一头驴也可以拥有某种状态。

语法注3 条
  1. 3.35ἀντεστραμμένος ἔσται ὁ συλλογισμός

    对亚里士多德正文用语的注解。“推论将是换位的”指这一推导程序的结构:由前提直接得出的结论并非原本意图达成的目标(“Α属于某个Ε”),而是主项与述项颠倒的命题(“Ε属于一切Α”),随后通过换位(ἀντιστρέψαι)这一全称肯定结论,才得出所求的特称肯定命题。

  2. 3.36ἀλλὰ ζητητέον πῶς ἀνωτέρω εἰπὼν ὅτι οὐ δεῖ λαμβάνειν ἡμᾶς εἰ μὴ μόνα τὰ προσεχῶς ἑπόμενα καὶ οἷς ἕπεται, τὰ δὲ πορρωτέρω οὔ, διότι περιέχεται ἐν τούτοις, νῦν τὸ ἐναντίον ἄντικρυς λέγει

    动词性形容词 ζητητέον 构成主句,统摄由 πῶς ... λέγει 引导的间接疑问从句。在此框架内,分词 εἰπὼν 构建了此前所说与现今所说(νῦν ... λέγει)之间的对比结构,其中 ὅτι 从句(οὐ δεῖ λαμβάνειν...)及其原因从句(διότι περιέχεται...)从属于 εἰπὼν。动词 λέγει 的未明示主语为亚里士多德。

  3. 3.36οἷον τὸ τὸν ἄνθρωπον λογικὸν εἶναι διὰ τοῦ φιλοσοφεῖν

    由 οἷον 引导的省略性举例结构。带定冠词的对格不定词短语 τὸ τὸν ἄνθρωπον λογικὸν εἶναι(“人是理性的”)作为前文“通过更特殊的事项得出之事”的具体实例提出,表示中介手段的介词短语 διὰ τοῦ φιλοσοφεῖν(“通过从事哲学思考”)修饰该不定词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:286.28-288.20