← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§285.11-286.27

字母推论示例与前三段论分析

注疏亚里士多德通过字母范例重申推论规则的段落(44a11–44a28),菲洛波庞梳理了从主项与述项的随伴项或相异项的同构得出各类命题的过程,并从严格推论的定义出发审视了原文中“根据前推论”这一表述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.29

" Μᾶλλον δὲ ἴσως ὧδε ἔσται τῶν λεγομένων ἕκαστον φανερόν. ἔστω γὰρ τὰ μὲν ἑπόμενα τῷ Α ἐφ’ ὧν τὸ Β καὶ τὰ ἑξῆς." Ἐπειδὴ τὰ παραδείγματα σαφήνειαν ἐργάζεται τῇ διδασκαλίᾳ, βούλεται διὰ παραδειγμάτων τὰ εἰρημένα πιστώσασθαι, παραδειγμάτων δὲ τῶν διὰ τῶν στοιχείων· δυνατὸν γὰρ λοιπὸν τὰς ὕλας πρὸς τὰ στοιχεῖα ἁρμόσαι, λέγω δὲ αὐτοὺς τοὺς ὅρους. σαφὲς δὲ καὶ τὸ τοῦ παραδείγματος. ἤδη δὲ εἶπον καὶ ἐφ’ ὧν λαμβάνει τὸ Α καὶ τὸ Β καὶ τὰ λοιπὰ στοιχεῖα, ὅτε ἐξεθέμην τὸ διάγραμμα.

“但或许,所说的各项事理通过如下方式将变得更加清晰。因为设随伴Α的事项由Β表示,余者以此类推。” 既然范例能为教学带来明晰,他便希望通过范例——即通过字母的范例——来确证上述内容;因为随后可以将具体材料(我指的是诸词项本身)适配于这些字母。范例的内容也是清楚的。当我在列出图表时,就已经说明了他将Α、Β以及其余字母具体运用于何物。

§3.30

"Εἰ μὲν οὖν ταὐτόν τι ἔσται τῶν Γ τινὶ τῶν Ζ." Εἰ τὰ αὐτά, φησίν, εἴη τά τε οἷς ἕπεται ὁ κατηγορούμενος, λέγω δὴ τὸ Α, καὶ τὰ ἑπόμενα τῷ ὑποκειμένῳ, λέγω δὴ τῷ Ε, συνάγεται τὸ καθόλου καταφατικόν· ἐπειδὴ γὰρ τὸ Α παντὶ τῷ Γ, τὸ δὲ Γ ταὐτὸν τῷ Ζ, τὸ Α ἄρα παντὶ τῷ Ζ· τὸ δὲ Ζ παντὶ τῷ Ε· τὸ 〈Α〉 ἄρα παντὶ τῷ Ε.

“因此,如果属于Γ的某物与属于Ζ的某物相同。” 他说,如果述项(我指的是Α)所随伴的事项与随伴主项(我指的是Ε)的事项相同,就能得出全称肯定命题;因为既然Α属于一切Γ,而Γ与Ζ相同,所以Α属于一切Ζ;而Ζ属于一切Ε;因此〈Α〉属于一切Ε。

§3.31

"Εἰ δὲ τὸ Γ καὶ τὸ Η ταὐτόν." Τουτέστι τὰ οἷς ἕπεται καὶ ὁ ὑποκείμενος καὶ ὁ κατηγορούμενος. συνάγεται ἐκ τούτων τὸ μερικὸν καταφατικὸν ἐν τρίτῳ σχήματι, καὶ εἴπομεν ὅπως.

“但如果Γ与Η相同。” 也就是说,主项与述项二者皆随伴的事项[是相同的]。由此在第三格中得出特称肯定命题,而我们已经说明了如何得出。

§3.32

"Εἰ δὲ τὸ Ζ καὶ τὸ Δ ταὐτόν, οὐδενὶ τῶν Ε τὸ Α ὑπάρξει ἐκ προσυλλογισμοῦ." Εἰ τὰ ἑπόμενα, φησί, τῷ ὑποκειμένῳ καὶ τὰ ἀλλότρια τοῦ κατηγορουμένου ταὐτὰ εἴη, συνάγεται τὸ καθόλου ἀποφατικὸν ἐκ προσυλλογισμοῦ. εἰ γὰρ τὸ Δ, φησίν, οὐδενὶ τῶν Α, καὶ τὸ Α οὐδενὶ τῶν Δ· τὸ δὲ Δ ταὐτὸν τῷ Ζ· καὶ τὸ Α ἄρα οὐδενὶ τῶν Ζ. οὗτος ὁ προσυλλογισμός. ἐπεὶ οὖν τὸ Α οὐδενὶ τῶν Ζ, τὸ δὲ Ζ παντὶ τῷ Ε, τὸ ἄρα Α οὐδενὶ τῶν Ε. καὶ δῆλον ὅτι οὐκ ἔστιν οὗτος κυρίως συλλογισμός· τὸ γὰρ Δ καὶ Ζ εἷς ἐστιν ὅρος καὶ οὐ δύο. ἔπειτα εἰ ὅλως καὶ συλλογισμὸς οὗτος, καὶ τὰ ἄλλα ἅπαντα διὰ προσυλλογισμοῦ δείκνυται· τὴν γὰρ αὐτὴν ἔχουσιν ἀγωγήν. οἷον τὸ καθόλου καταφατικόν· εἰ τὸ Α παντὶ τῷ Γ, τὸ δὲ Γ ταὐτὸν τῷ Ζ, καὶ τὸ Α ἄρα παντὶ τῷ Ζ. ὥστε καὶ οὗτος ὁμοίως προσυλλογισμός. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως καὶ οὐ μόνον ἐπὶ τοῦ καθόλου ἀποφατικοῦ. μήποτε οὖν ὑποδείγματος χάριν ἐπὶ τούτου εἶπε τὸ ἐκ προσυλλογισμοῦ διδοὺς ἡμῖν καὶ ἐπὶ τῶν λοιπῶν τὸ αὐτὸ προσυπακούειν.1 οὐ κυρίως δὲ οὐδὲ συλλογισμὸν δεῖ καλεῖν τὸ τοιοῦτον· εἰ γὰρ τὸ Δ ταὐτόν ἐστι τῷ Ζ, εἷς ἔστιν ὅρος, ὥστε οὐδὲ πρότασιν ποιεῖ τὸ ΔΖ, εἰ μὴ οὕτως ληφθῇ ταὐτὸν ὡς ἐξισάζον,2 οἷον εἰ τὸ γελαστικόν τις ταὐτὸ λέγοι καὶ τὸν ἄνθρωπον· ἐπὶ γὰρ τῶν τοιούτων δυνατὸν τοῦ ἑτέρου κατηγορεῖν τὸ ἕτερον.

“但如果Ζ与Δ相同,根据前推论,Α将不属于任何Ε。” 他说,如果随伴主项的事项与述项相异的事项相同,就能根据前推论得出全称否定命题。因为他说,如果Δ不属于任何Α,则Α也不属于任何Δ;而Δ与Ζ相同;因此Α也不属于任何Ζ。这就是该前推论。因此,既然Α不属于任何Ζ,而Ζ属于一切Ε,所以Α不属于任何Ε。显然这在严格意义上并不是一个推论;因为Δ和Ζ是一个词项而不是两个。其次,如果这根本上也是一个推论,那么所有其他情况也都是通过前推论得以证明的;因为它们具有相同的推导程序。例如在全称肯定命题中:如果Α属于一切Γ,而Γ与Ζ相同,则Α也属于一切Ζ。因此这同样是一个前推论。在其他情况下也完全相同,而不仅在全称否定命题中。那么,或许他是为了举例之故在这一情况中说了“根据前推论”,从而促使我们在其余情况下也心领神会同理之事。但严格说来,甚至不应把这类东西称为推论;因为如果Δ与Ζ相同,它就是一个词项,从而ΔΖ甚至不能构成一个前提,除非“相同”被理解为等外延之物,正如有人将“能笑的”与“人”说成是相同的;因为在诸如此类的情况下,是可能将一者述说于另一者的。

§3.33

"Πάλιν εἰ τὸ Β καὶ τὸ Θ ταὐτόν, οὐδενὶ τῶν Ε τὸ Α ὑπάρξει." Εἴπομεν ὅτι τὸ καθόλου ἀποφατικὸν δείκνυται οὐ μόνον τὰ ἀλλότρια τοῦ κατηγορουμένου καὶ τὰ ἑπόμενα τοῦ ὑποκειμένου λαμβανόντων ἡμῶν,3 ἀλλὰ καὶ ἔμπαλιν τοῦ μὲν κατηγορουμένου τὰ ἑπόμενα τοῦ δὲ ὑποκειμένου τὰ ἀλλότρια. τοῦτο οὖν ἐστιν ὃ δείκνυσι διὰ τούτων. εἴπομεν δὲ καὶ ἡμεῖς αὐτάρκως.

“再次,如果Β与Θ相同,Α将不属于任何Ε。” 我们曾说过,全称否定命题不仅在我们选取述项相异的事项与随伴主项的事项时被证明,而且相反地,在选取随伴述项的事项与主项相异的事项时同样被证明。因此,这就是他通过这些文句所证明的。而我们自己也已作了充分的论述。

§3.34

"Εἰ δὲ τὸ Δ καὶ τὸ Η ταὐτόν, τὸ Α τινὶ τῶν Ε οὐχ ὑπάρξει." Τουτέστιν ἐὰν λάβωμεν τὰ τοῦ κατηγορουμένου ἀλλότρια καὶ οἷς ἕπεται τὸ ὑποκείμενον, συνάγομεν τὸ μερικὸν ἀποφατικόν. εἴπομεν δὲ πῶς.

“但如果Δ与Η相同,Α将不属于某个Ε。” 也就是说,如果我们选取述项相异的事项与主项所随伴的事项,我们就能得出特称否定命题。而如何得出,我们此前已经说明。

语法注3 条
  1. 3.32διδοὺς ἡμῖν καὶ ἐπὶ τῶν λοιπῶν τὸ αὐτὸ προσυπακούειν

    现在分词 διδοὺς 与主句主语(亚里士多德)一致,支配与格 ἡμῖν 和不定词 προσυπακούειν,表示“使我们/准许我们心领神会”这一使役或容许含义。τὸ αὐτό 是不定词在语法意义上的宾语,意为“在其余情况下同样理解”。

  2. 3.32εἰ μὴ οὕτως ληφθῇ ταὐτὸν ὡς ἐξισάζον

    由 εἰ μή 引导的假设从句,接动词不定过去时被动语态虚拟式 ληφθῇ,主语为承前而来的 ταὐτόν。短语 ὡς ἐξισάζον(作为等外延之物)为分词短语作方式或性质修饰,将“相同”限定为具有换位可能的述谓关系(即固有属性),而非两个词项在严格数值上的单一化。

  3. 3.33οὐ μόνον τὰ ἀλλότρια τοῦ κατηγορουμένου καὶ τὰ ἑπόμενα τοῦ ὑποκειμένου λαμβανόντων ἡμῶν

    λαμβανόντων ἡμῶν 为独立属格结构(genitive absolute),表示条件或附带情况(“当我们选取……时”)。宾格短语 τὰ ἀλλότρια 与 τὰ ἑπόμενα 并列作为分词 λαμβανόντων 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:285.11-286.27