← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§283.37-285.10

六种有效字母组合与各格推论的导出

斐洛庞努斯考察了六对可构成三段论的组合(ΒΘ、ΒΗ、ΔΖ、ΗΔ、ΓΖ、ΓΗ),展示了它们如何在不同格中得出各自的结论(全称或特称的肯定与否定命題),最后总结了四种命题分别由哪些组合得出。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.28#2

μήποτε δὲ καὶ ἐνταῦθα μόνου δεῖ λέγειν τοῦ συμπεράσματος τὴν ἀντιστροφὴν γίνεσθαι·1 ἐπεὶ γὰρ ἀλλότριόν ἐστι τὸ Θ τοῦ Ε, δυνατὸν αὐτόθεν λέγειν ὅτι τὸ Ε οὐδενὶ τῶν Θ· οὐδὲ γὰρ ἀναγκαῖον ἀπὸ τοῦ Θ ἄρχεσθαι. ἡ δὲ ΒΗ συζυγία συνάγει τὸ μερικὸν καταφατικὸν διὰ τοῦ πρώτου καὶ τοῦ τρίτου σχήματος. ἐπεὶ γὰρ τὸ Β τῷ Α παντί, καὶ τὸ Α τῷ Β τινί· ταὐτὸν δὲ τὸ Β τῷ Η· τὸ ἄρα Α τινὶ τῶν Η· τὸ δὲ Ε παντὶ τῷ Η· τὸ ἄρα Α τινὶ τῶν Ε. οὕτω μὲν οὖν ἐν τρίτῳ. ἐν δὲ τῷ πρώτῳ δι’ ἀντιστροφῆς τοῦ συμπεράσματος· ἐπεὶ γὰρ τὸ Ε τῷ Η παντί, τὸ δὲ Η τῷ Α παντὶ (ταὐτὸν γάρ ἐστι τῷ Β, ὅπερ παντὶ τῷ Α ὑπάρχει) * * *. πάλιν ἡ μὲν ΔΖ τὸ καθόλου συνάγει ἀποφατικὸν ἐν πρώτῳ καὶ δευτέρῳ σχήματι. ἐπεὶ γὰρ τὸ Δ τῷ Ζ ταὐτόν, οὐδενὶ δὲ τῶν Α τὸ Δ, καὶ τὸ Ζ ἄρα οὐδενὶ τῶν Α· τῷ δὲ Ε παντί· τὸ ἄρα Α οὐδενὶ τῶν Ε. ἐν δὲ τῷ πρώτῳ δι’ ἀντιστροφῆς τῆς μείζονος· ἐπεὶ γὰρ τὸ Ζ οὐδενὶ τῶν Α, οὐδὲ τὸ Α οὐδενὶ τῶν Ζ· τὸ δὲ Ζ παντὶ τῷ Ε· τὸ Α ἄρα οὐδενὶ τῶν Ε. δυνατὸν δὲ πάλιν μηδὲ ἀντιστροφῆς δεῖσθαι· ἐπεὶ γὰρ ἀλλότριόν ἐστι τὸ Δ τοῦ Α, καὶ τὸ Α δῆλον ὅτι ἀλλότριόν ἐστι τοῦ Δ, ὥστε δυνατὸν εὐθὺς εἰπεῖν τὸ Α οὐδενὶ τῶν Δ, τουτέστι τῶν Ζ. δυνατὸν δὲ ἐν ταύτῃ τῇ συζυγίᾳ καὶ τὸ μερικὸν ἀποφατικὸν συναγαγεῖν ἐν τρίτῳ σχήματι τὴν ἐλάττονα πρότασιν ἀντιστρέψαντας.2 ἐπεὶ γὰρ τὸ Ζ παντὶ τῷ Ε, καὶ τὸ Ε τινὶ τῶν Ζ ὑπάρχει· τὸ δὲ Α οὐδενὶ τῶν Ζ· ταὐτὸν γὰρ τὸ Δ τῷ Ζ, οὐδενὶ δὲ τῶν Δ τὸ Α· ὥστε τὸ Α οὐ παντὶ τῷ Ε· γίνεται γὰρ τὸ τρίτον ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ μερικῆς καταφατικῆς τῆς ἐλάττονος. ἡ δὲ ΗΔ συνάγει τὸ μερικὸν ἀποφατικὸν ἐν τρίτῳ σχήματι καὶ ἐν πρώτῳ τῆς ἐλάττονος ἀντιστραφείσης. ἐν μὲν γὰρ τῷ τρίτῳ οὕτως· ἐπεὶ τὸ Α οὐδενὶ τῶν Δ, τὸ δὲ Δ τῷ Η ταὐτόν, καὶ τὸ Α οὐδενὶ τῶν Η· τὸ δὲ Ε παντὶ τῷ Η· τὸ ἄρα Α οὐ παντὶ τῷ Ε. καὶ ἐν τῷ πρώτῳ οὕτως· ἐπεὶ τὸ Ε παντὶ τῷ Η, καὶ τὸ Η τινὶ τῶν Ε· τὸ δὲ Α οὐδενὶ τῶν Η· ταὐτὸν γὰρ τὸ Δ τῷ Η· καὶ τὸ Α ἄρα οὐ παντὶ τῷ Ε. πάλιν ἡ μὲν ΓΖ τὸ καθόλου καταφατικὸν συνάγει· ἐπεὶ γὰρ τὸ Γ τῷ Ζ ταὐτόν, τὸ δὲ Α παντὶ τῷ Γ, καὶ τῷ Ζ ἄρα παντὶ τὸ Α ὑπάρχει· τὸ δὲ Ζ παντὶ τῷ Ε· καὶ τὸ Α ἄρα παντὶ τῷ Ε. δῆλον δὲ ὅτι δυνατὸν ἐν τούτῳ καὶ τὸ μερικὸν καταφατικὸν συναγαγεῖν ἐν τρίτῳ σχήματι ἀντιστρεφομένης τῆς ἐλάττονος· ἐπεὶ γὰρ τὸ Ζ παντὶ τῷ Ε, καὶ τὸ Ε τινὶ τῶν Ζ· τὸ δὲ Α παντὶ τῷ Ζ· τὸ ἄρα Α τινὶ τῶν Ε. ἕκτη ἐστὶν ἐπὶ πᾶσι συλλογιστικὴ ἡ ΓΗ συνάγουσα μερικὸν καταφατικὸν ἔν τε τῷ τρίτῳ σχήματι καὶ ἐν τῷ πρώτῳ δι’ ἀντιστροφῆς τῆς ἐλάττονος. ἐν μὲν τῷ τρίτῳ· τὸ Α παντὶ τῷ Γ, τουτέστι τῷ Η· ταὐτὸν γὰρ τὸ Γ τῷ Η· τὸ δὲ Ε παντὶ τῷ Η· τὸ Α ἄρα τινὶ τῶν Ε· τὸ γὰρ σχῆμα τρίτον. εἰ δέ γε τὸ ΕΗ ἀντιστρέψας εἴπῃς τὸ Η τινὶ τῶν Ε, ποιεῖς τὸ πρῶτον σχῆμα. τοσαῦται καὶ αἱ συλλογιστικαὶ συζυγίαι καὶ οὕτως ἔχουσαι. συνελόντι δὲ3 τὸ μὲν καθόλου καταφατικὸν διὰ μιᾶς μόνης συζυγίας συνάγεται, τῆς ΓΖ· τὸ δὲ καθόλου ἀποφατικὸν διὰ δύο, τῆς τε ΔΖ καὶ τῆς ΒΘ· τὸ δὲ μερικὸν καταφατικὸν διὰ τριῶν, καθ’ αὑτὸ μὲν διὰ δύο, τῆς τε ΒΗ καὶ τῆς ΓΗ, διὰ τὸ καθόλου δὲ καὶ διὰ τῆς ΓΖ· τὸ δὲ μερικὸν ἀποφατικὸν διὰ μιᾶς τῆς ΔΗ καὶ διὰ τῆς ΔΖ, δι’ ἧς καὶ τὸ καθόλου ἀποφατικὸν συνήγετο.

或者在这里也应当说,仅仅发生了结论的换位;因为既然Θ与Ε相异,便可直接说Ε不属于任何Θ;因为并没有必要从Θ开始。另一方面,组合ΒΗ通过第一格和第三格得出特称肯定命题。因为既然Β属于一切Α,所以Α也属于某个Β;而Β与Η相同;因此Α属于某个Η;而Ε属于一切Η;因此Α属于某个Ε。在第三格中便是如此。在第一格中则是通过结论的换位:因为既然Ε属于一切Η,而Η属于一切Α(因为Η与Β相同,而Β属于一切Α)* * *。反过来,ΔΖ在第一格和第二格中得出全称否定命题。因为既然Δ与Ζ相同,且Δ不属于任何Α,所以Ζ也不属于任何Α;但它属于一切Ε;因此Α不属于任何Ε。在第一格中则是通过大前提的换位:因为既然Ζ不属于任何Α,Α也不属于任何Ζ;而Ζ属于一切Ε;因此Α不属于任何Ε。此外,也有可能根本不需要换位;因为既然Δ与Α相异,显而易见Α也与Δ相异,从而可以直接说Α不属于任何Δ,即不属于任何Ζ。在该组合中,如果在换位小前提之后,也有可能在第三格中得出特称否定命题。因为既然Ζ属于一切Ε,所以Ε也属于某个Ζ;而Α不属于任何Ζ(因为Δ与Ζ相同,而Α不属于任何Δ);从而Α并非属于一切Ε;因为第三格是由全称否定的大前提和特称肯定的小前提构成的。另一方面,ΗΔ在第三格中得出特称否定命题,且在小前提被换位的第一格中也得出该命题。因为在第三格中是这样的:既然Α不属于任何Δ,而Δ与Η相同,所以Α也不属于任何Η;而Ε属于一切Η;因此Α并非属于一切Ε。在第一格中是这样的:既然Ε属于一切Η,所以Η也属于某个Ε;而Α不属于任何Η(因为Δ与Η相同);因此Α也并非属于一切Ε。再次,ΓΖ得出全称肯定命题;因为既然Γ与Ζ相同,而Α属于一切Γ,所以Α也属于一切Ζ;而Ζ属于一切Ε;因此Α也属于一切Ε。显然,在此组合中,在小前提被换位的情况下,也有可能在第三格中得出特称肯定命题;因为既然Ζ属于一切Ε,所以Ε也属于某个Ζ;而Α属于一切Ζ;因此Α属于某个Ε。最后,第六对可构成推论的组合是ΓΗ,它在第三格中以及通过小前提的换位在第一格中得出特称肯定命题。在第三格中:Α属于一切Γ,即属于Η(因为Γ与Η相同);而Ε属于一切Η;因此Α属于某个Ε;因为该格是第三格。但如果你换位ΕΗ而说Η属于某个Ε,你就构成了第一格。可构成推论的组合就是这么多,且具有如此性质。简而言之,全称肯定命题仅通过一对组合(即ΓΖ)得出;全称否定命题通过两对得出,即ΔΖ和ΒΘ;特称肯定命题通过三对得出——依其自身通过两对(即ΒΗ和ΓΗ),而通过全称命题也通过ΓΖ得出;特称否定命题则通过一对(即ΔΗ)得出,并且通过也曾得出全称否定命题的ΔΖ得出。

语法注3 条
  1. 3.28μήποτε δὲ καὶ ἐνταῦθα μόνου δεῖ λέγειν τοῦ συμπεράσματος τὴν ἀντιστροφὴν γίνεσθαι

    μήποτε 连用直陈式或非人称动词 δεῖ,用于委婉地提出不同看法或修正(“或者应当说……”)。属格短语 μόνου τοῦ συμπεράσματος 作 τὴν ἀντιστροφήν 的宾格性属格,后文的原因从句则解释了为何不需要换位前提而可直接确立前提。

  2. 3.28τὴν ἐλάττονα πρότασιν ἀντιστρέψαντας

    分词 ἀντιστρέψαντας 为阳性复数宾格,依附于非人称表语 δυνατὸν [ἐστι] 及不定式 συναγαγεῖν,指代泛指的人称主语(“人们换位……之后”或“对换位……的人而言”)。

  3. 3.28συνελόντι δὲ

    阳性单数与格的不定过去时分词 συνελόντι 是表示视角或立场的习惯用法(关系与格),意为“简而言之”或“总括来说”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:283.37-285.10