← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§282.19-283.37

字母图示从属项组合与推论有效性

斐洛庞努斯根据43b40的引文,用字母符号(Α至Θ)图示谓词项与主词项的从属项(后承、先承、相异者),推导出九种可能的组合,解释了其中三种不能构成推论的组合(BZ、ΔΘ、ΓΘ)的原因,并考察了可成立的组合BΘ。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.28#1

" Τοῦ μὲν κατασκευαζομένου βλεπτέον εἰς τὰ ὑποκείμενα, καθ’ ὧν αὐτὸ τυγχάνει λεγόμενον." Τοῦ μὲν κατασκευαζομένου λέγει τοῦ κατηγορουμένου ὅρου, οὗ δὲ δεῖ κατηγορεῖσθαι τοῦ ὑποκειμένου.1 ἵνα δὲ σαφέστερόν τε τὸν λόγον ποιήσωμεν καὶ τελείως ἐκθώμεθα τὸ διάγραμμα, ἐπ’ αὐτῶν ψιλῶν τῶν στοιχείων αὐτὸ ἐκθησόμεθα, ἵνα μάθωμεν πόσαι γίνονται συμπλοκαί, καὶ ποῖαι μὲν δύνανται σύστασιν ἔχειν, ποῖαι δὲ οὔ. ἔστω οὖν τὸ μὲν Α ὁ κατηγορούμενος ὅρος, τὸ δὲ Ε ὁ ὑποκείμενος, τὸ δὲ Β τὰ τῷ κατηγορουμένῳ ἑπόμενα, τὸ δὲ Γ τὰ οἷς ἕπεται, τὸ δὲ Δ τὰ ἀλλότρια αὐτοῦ. ὁμοίως τὸ μὲν Ζ τὰ ἑπόμενα τῷ ὑποκειμένῳ, λέγω τῷ Ε, τὸ δὲ Η τὰ οἷς ἕπεται, τὸ δὲ Θ τὰ ἀλλότρια αὐτοῦ. δεῖ οὖν ἐπιβλέπειν εἴ τι ταὐτόν ἐστιν ἔν τινι τῶν πρὸς τῷ Α καὶ ἔν τινι τῶν πρὸς τῷ Ε. συμπλεκόμενα οὖν τὰ πρὸς τῷ Α τοῖς πρὸς τῷ Ε ποιεῖ συζυγίας ἐννέα· τριῶν γὰρ ὄντων τῶν ἐκκειμένων πρὸς τῷ Α, ἑπομένων, οἷς ἕπεται, ἀλλοτρίων, ὁμοίως δὲ καὶ τῶν πρὸς τῷ Ε, τὰ τρία τοῖς τρισὶ συμπλεκόμενα ποιεῖ συζυγίας ἐννέα. ἢ γὰρ τὸ Β τῷ Ζ ταὐτὸν εὑρίσκεται, ἢ τὸ Β τῷ Θ, ἢ τὸ Β τῷ Η· πάλιν τὸ Δ ἑνὶ τῶν Ζ, Η, Θ ταὐτὸν εὑρισκόμενον ποιεῖ ἑτέρας τρεῖς, καὶ πάλιν τὸ Γ τοῖς αὐτοῖς τὰς λοιπὰς τρεῖς. καὶ ἄλλως· ἐπειδὴ δεῖ ἐκ τῶν ἀπογεγραμμένων ἔν τε τῷ ὑποκειμένῳ ὅρῳ καὶ ἐν τῷ κατηγορουμένῳ λαβεῖν τι ταὐτόν, ἵνα δι’ αὐτοῦ μέσου συνάψωμεν τοὺς ἄκρους, λέγω δὴ τὸ Α, Ε, ἢ διαστήσωμεν ἀλλήλων, ἀνάγκη πᾶσα λαμβάνειν ἢ τὰ ἀμφοτέροις ἑπόμενα τὰ αὐτὰ ἢ οἷς ἀμφότεροι ἕπονται ἢ τὰ ἀμφοτέρων ἀλλότρια, ἢ τὰ τῷ μὲν ὑποκειμένῳ ἑπόμενα οἷς δὲ ἕπεται ὁ κατηγορούμενος ἢ ἔμπαλιν, ἢ τὰ τοῦ μὲν κατηγορουμένου ἀλλότρια ἑπόμενα δὲ τῷ ὑποκειμένῳ ἢ ἀνάπαλιν, ἢ τὰ οἷς ἕπεται ὁ κατηγορούμενος τὰ δὲ τοῦ ὑποκειμένου ἀλλότρια ἢ ἀνάπαλιν, καὶ οὐκ ἔστι παρ’ αὐτά. γίνονται οὖν συζυγίαι ὑποκείμεναι ἡ τοῦ ΒΖ, ΓΗ, ΔΘ, ΓΖ, ΗΒ, ΔΖ, ΒΘ, ΔΗ, ΓΘ. ἐννέα οὖν γινομένων συζυγιῶν αἱ μὲν ἓξ συνίστανται καὶ ποιοῦσι συλλογισμόν, αἱ δὲ λοιπαὶ τρεῖς ἀσύστατοι καὶ ἀσυλλόγιστοί εἰσιν· ἀσύστατοι μὲν ἥ τε λαμβάνουσα τὰ αὐτὰ τὰ ΒΖ καὶ ἡ τὰ ΔΘ καὶ ἡ τὰ ΓΘ· αἱ δὲ λοιπαὶ ποιοῦσι συλλογισμόν. ἡ μὲν οὖν ΒΖ ἀσύστατος· γίνεται γὰρ τὸ δεύτερον σχῆμα ἐκ δύο καταφατικῶν. τὸ γὰρ Β τῷ Α παντί, τὸ δὲ Β τῷ Ζ ταὐτόν· καὶ τὸ Ζ ἄρα τῷ Α παντί· ἀλλὰ μὴν καὶ τῷ Ε παντί· ἀσύστατος ἄρα ἡ συζυγία· δύο γὰρ καταφατικαὶ ἐν δευτέρῳ σχήματι. ἀλλὰ κἂν τὴν ΒΑ ἀντιστρέψῃς, μερικὴ γίνεται ἡ μείζων ἐν πρώτῳ καὶ οὕτως ἀσυλλόγιστος· τὸ γὰρ Α τῷ Β τινί, τουτέστι τῷ Ζ, τὸ δὲ Ζ τῷ Ε παντί. μία μὲν οὖν αὕτη ἀσυλλόγιστος συζυγία. δευτέρα δὲ ἡ ΔΘ, τουτέστιν ἡ τὰ ἀμφότερα τῶν ὅρων ἀλλότρια λαμβάνουσα· δύο γὰρ γίνονται ἀποφατικαί. τρίτη ἐπὶ τούτοις ἀσυλλόγιστος ἡ ΓΘ, τουτέστιν ἡ τὰ οἷς ἕπεται ὁ Α ὁ κατηγορούμενος καὶ τὰ ἀλλότρια τοῦ Ε τοῦ ὑποκειμένου τὰ αὐτὰ λαμβάνουσα· τὸ γὰρ Α παντὶ τῷ Γ, τουτέστι τῷ Θ· ταὐτὸν γὰρ τὸ Γ τῷ Θ· τὸ δὲ Θ οὐδενὶ τῷ Ε, ὥστε ἡ ἐλάττων ἐν πρώτῳ ἀποφατική. ἀλλὰ κἂν τρίτον γένηται τὸ σχῆμα τῆς τάξεως τῶν ὅρων ἀντιστραφείσης, συνάγει μὲν μερικὸν ἀποφατικόν, ὅτι τὸ Ε οὐ παντὶ τῷ Α· οὐκέτι δὲ ἀντιστρέψαι δυνάμεθα τὸ συμπέρασμα, ἵνα τὸ προκείμενον συναγάγωμεν, διὰ τὸ πρὸς μηδεμίαν πρότασιν ἀντιστρέφειν τὴν μερικὴν ἀποφατικήν.2 περὶ μὲν οὖν τῶν ἀσυλλογίστων ταῦτα. περὶ δὲ τῶν συλλογιστικῶν λέγομεν. ἡ μὲν οὖν ΒΘ τὸ καθόλου ἀποφατικὸν συνάγει ἐν πρώτῳ καὶ δευτέρῳ σχήματι. ἐν μὲν οὖν δευτέρῳ οὕτως· ἐπεὶ γὰρ τὸ Β τῷ Θ ταὐτόν, τὸ δὲ Β παντὶ τῷ Α, καὶ τὸ Θ παντὶ τῷ Α· οὐδενὶ δὲ τῷ Ε· καὶ τὸ Ε ἄρα οὐδενὶ τῶν Α· εἶτα ἀντιστραφέντος τοῦ συμπεράσματος οὐδὲ τὸ Α οὐδενὶ τῶν Ε. συνάγεται δὲ τὸ αὐτὸ καὶ ἐν πρώτῳ σχήματι διὰ δύο ἀντιστροφῶν· ἐπεὶ γὰρ τὸ Θ οὐδενὶ τῶν Ε, οὐδὲ τὸ Ε οὐδενὶ τῶν Θ· τὸ δὲ Θ τῷ Α παντί· καὶ τὸ Ε ἄρα οὐδενὶ τῶν Α, ὥστε οὐδὲ τὸ Α οὐδενὶ τῶν Ε.

“关于被确立者,必须着眼于其碰巧被述说的那些主词。” 所谓“被确立者”,他是指谓词项,而所谓“它必须被述说于其上的对象”,则是指主词。为了使论述更为明了,并且完整地展示出图示,我们将凭借纯粹的字母自身来展示它,以便我们了解共产生多少种结合,哪些能够成立,哪些则不能。那么,设Α为谓词项,Ε为主词,Β为跟随谓词的事物,Γ为谓词所跟随的事物,Δ为与谓词相异的事物。同样,设Ζ为跟随主词(我是指Ε)的事物,Η为主词所跟随的事物,Θ为与主词相异的事物。因此必须察看在Α一方的某种事物与Ε一方的某种事物中,是否有某物是相同的。于是,Α一方的事物与Ε一方的事物结合,产生九对组合;因为在Α一方列出的事物有三类(跟随者、所跟随者、相异者),在Ε一方的事物同样如此,三者与三者结合便产生九对组合。因为或者发现Β与Ζ相同,或者Β与Θ相同,或者Β与Η相同;再者,发现Δ与Ζ、Η、Θ之一相同,又产生另外三对,而Γ与这同样的事物结合又产生其余三对。换一种方式[也可说明]:既然必须在主词项和谓词项中所记录的事物中选取某种相同之物,以便通过它作为中项将两端项(我是指Α与Ε)联结起来或将它们彼此分离,那么完全有必要或者选取跟随两者的事物作为相同之物,或者选取两者所跟随的事物,或者选取两者相异的事物;或者选取跟随主词的事物与谓词所跟随的事物,或者反过来;或者选取与谓词相异的事物与跟随主词的事物,或者反过来;或者选取谓词所跟随的事物与与主词相异的事物,或者反过来;并且除这些之外再无其他。因此,所设定的组合为ΒΖ、ΓΗ、ΔΘ、ΓΖ、ΗΒ、ΔΖ、ΒΘ、ΔΗ、ΓΘ。在产生的九对组合中,六对能够成立并构成三段论,而其余三对则不能成立且是不成推论的:不能成立的是选取ΒΖ为相同的组合、选取ΔΘ的组合以及选取ΓΘ的组合;其余的则构成三段论。那么,ΒΖ是不能成立的;因为由两个肯定前提构成了第二格。因为Β属于一切Α,且Β与Ζ相同;因此Ζ也属于一切Α;但它确实也属于一切Ε;因此该组合不能成立;因为在第二格中有两个肯定前提。然而,即使你换位ΒΑ,大前提在第一格中也变成了特称命题,因而同样不成推论;因为Α属于某个Β,即属于Ζ,而Ζ属于一切Ε。因此这是一对不成推论的组合。第二对是ΔΘ,即选取两项皆相异之物的组合;因为会产生两个否定前提。除这些之外,第三对不成推论的组合是ΓΘ,即选取被述说的Α所跟随的事物和与主词Ε相异的事物作为相同之物的组合;因为Α属于一切Γ,即属于Θ(因为Γ与Θ相同),而Θ不属于任何Ε,从而第一格中的小前提是否定的。但即使通过换位词项的顺序而构成第三格,它虽然得出了特称否定命题,即Ε并非属于一切Α,但我们却再也不能换位结论以得出预设的论题,因为特称否定命题不能换位为任何命题。关于不成推论的组合,以上便足够了。关于可构成推论的组合,我们说明如下:ΒΘ在第一格和第二格中得出全称否定命题。在第二格中是这样的:因为既然Β与Θ相同,而Β属于一切Α,所以Θ也属于一切Α;但它不属于任何Ε;因此Ε也不属于任何Α;随后结论换位,Α也不属于任何Ε。这同一结论在第一格中通过两次换位也能得出:因为既然Θ不属于任何Ε,Ε也不属于任何Θ;而Θ属于一切Α;因此Ε也不属于任何Α,从而Α也不属于任何Ε。

语法注2 条
  1. 3.28Τοῦ μὲν κατασκευαζομένου λέγει τοῦ κατηγορουμένου ὅρου, οὗ δὲ δεῖ κατηγορεῖσθαι τοῦ ὑποκειμένου.

    Τοῦ κατασκευαζομένου 引用了引文,动词 λέγει 支配属格 τοῦ κατηγορουμένου ὅρου,意为“所谓……他是指……”。后半句 οὗ δὲ δεῖ κατηγορεῖσθαι 是一个关系从句,由于 κατηγορεῖσθαι 要求属格补足语(“关于……被陈述”),故 οὗ 为属格;整个短语起名词作用,指代主词(τοῦ ὑποκειμένου)。

  2. 3.28οὐκέτι δὲ ἀντιστρέψαι δυνάμεθα τὸ συμπέρασμα, ἵνα τὸ προκείμενον συναγάγωμεν, διὰ τὸ πρὸς μηδεμίαν πρότασιν ἀντιστρέφειν τὴν μερικὴν ἀποφατικήν.

    句子的骨架为:主句 οὐκέτι δὲ ἀντιστρέψαι δυνάμεθα τὸ συμπέρασμα,后接目的从句 ἵνα τὸ προκείμενον συναγάγωμεν,以及带介词 διά 的冠词不定词因果短语 διὰ τὸ ... ἀντιστρέφειν。在 διά 引导的结构中,τὴν μερικὴν ἀποφατικήν(宾格)是不定词 ἀντιστρέφειν 的逻辑主语,而 πρὸς μηδεμίαν πρότασιν 表示特称否定命题无法换位得到的“任何命题”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:282.19-283.37