← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§281.8-282.18

通过属性清单确立四类命题的程序

菲洛波庞根据亚里士多德43b39,阐明如何利用记录的诸项属性清单,通过第一、第二和第三格三段论法确立全称肯定、特称肯定、全称否定和特称否定四类命题的具体步骤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.27

" Κατασκευάζειν μὲν οὖν βουλομένοις κατά τινος ὅλου καὶ τὰ ἑξῆς.1" Εἰπὼν ὅπως δεῖ τὴν ἐκλογὴν ποιεῖσθαι τῶν ἑπομένων τοῖς ὅροις καὶ οἷς αὐτοὶ ἕπονται, ἔτι τε καὶ τῶν ἀλλοτρίων, ἐντεῦθέν φησιν ὅπως δυνατὸν ἐκ τῶν ἀπογεγραμμένων ἕκαστον τῶν προβλημάτων κατασκευάζειν, τό τε καθόλου καὶ τὸ μερικόν, καὶ τὸ καταφατικὸν καὶ τὸ ἀποφατικόν. εἰ μὲν γὰρ τὸ καθόλου καταφατικὸν βουλόμεθα, φησί, κατασκευάσαι, ζητητέον εἴ τι τῶν ὑποκειμένων τῷ κατηγορουμένῳ ὅρῳ, τουτέστιν οἷς ἕπεται, καὶ τῶν ἑπομένων τῷ ὑποκειμένῳ, τουτέστι τῶν κατηγορουμένων αὐτοῦ, ταὐτόν ἐστιν· καὶ ἐὰν ἐν τούτοις εὕρωμέν τι ταὐτόν, κατασκευάσομεν τὸ καθόλου καταφατικόν. οἷον ἐν τοῖς ὑποκειμένοις τῷ κατηγορουμένῳ, λέγω δὴ τῷ ἀγαθῷ, ἔστι τὸ κατὰ φύσιν· πάλιν ἐν τοῖς ἑπομένοις, τουτέστι κατηγορουμένοις, τῇ ἡδονῇ ἐστι τὸ κατὰ φύσιν. συλλογιζόμεθα οὖν οὕτως· εἰ τὸ ἀγαθὸν παντὶ τῷ κατὰ φύσιν (ὑπόκειται γὰρ αὐτῷ), τοῦτο δὲ τὸ κατὰ φύσιν ταὐτόν ἐστι τῷ ἑπομένῳ τῇ ἡδονῇ, λέγω δὴ τῷ κατὰ φύσιν ὀρεκτῷ, τὸ ἀγαθὸν ἄρα παντὶ τῷ κατὰ φύσιν ὀρεκτῷ ὑπάρχει, ὅπερ τῆς ἡδονῆς κατηγορεῖται· τοῦτο δὲ πάσῃ ἡδονῇ ὑπάρχει· καὶ τὸ ἀγαθὸν ἄρα πάσῃ ἡδονῇ. οὕτω μὲν οὖν τὸ καθόλου. ἐὰν δὲ τὸ μερικὸν καταφατικὸν ζητῶμεν κατασκευάσαι, ἴδωμεν εἴ τι τῶν ὑποκειμένων τῷ τε ὑποκειμένῳ καὶ τῷ κατηγορουμένῳ, τῷ ἀγαθῷ λέγω καὶ τῇ ἡδονῇ, ταὐτόν ἐστι. καὶ ἐὰν εὕρωμεν, ὥσπερ ἔχομεν ἐν τούτοις τὸν κατ’ ἀρετὴν βίον, τῇ αὐτῇ μεθόδῳ συνάξομεν τὸ μερικὸν καταφατικὸν διὰ τοῦ τρίτου σχήματος, ἀντιστρέψαντες δὲ τὴν ἐλάττονα πρότασιν διὰ τοῦ πρώτου.2 ἐὰν δὲ τὸ καθόλου ἀποφατικὸν ζητῶμεν κατασκευάσαι, ἴδωμεν εἴ τι τῶν ἀλλοτρίων τοῦ κατηγορουμένου καὶ τῶν ἑπομένων τῷ ὑποκειμένῳ ταὐτόν ἐστιν, ὥσπερ ἐν τούτοις ἔχομεν τὸ ἀτελὲς καὶ τὴν κίνησιν· καὶ γὰρ πᾶσα κίνησις ἀτελής· πάλιν γὰρ ἐνταῦθα, ἐπειδὴ τὸ ἀγαθὸν οὐδενὶ ἀτελεῖ, ταὐτὸν δὲ εἰπεῖν κινήσει, καὶ κίνησις δὲ πάσῃ ἡδονῇ, τὸ ἀγαθὸν ἄρα οὐδεμιᾷ ἡδονῇ. καὶ ἀνάπαλιν δὲ ποιήσαντες, φησί, τὸ αὐτὸ κατασκευάσαι δυνάμεθα, ἐὰν εὕρωμέν τι τῶν μὲν τοῦ ὑποκειμένου ἀλλοτρίων τῶν δὲ τοῦ κατηγορουμένου ἑπομένων ταὐτόν· συνάξομεν γὰρ οὕτως ἐν δευτέρῳ σχήματι τὸ καθόλου ἀποφατικόν. ἔστω γὰρ ἀλλότριον τῆς ἡδονῆς τὸ Ξ, ἑπόμενον δὲ τῷ ἀγαθῷ τὸ Ν· ἐπειδὴ οὖν τὸ Ξ οὐδεμιᾷ ἡδονῇ, ταὐτὸν δὲ τὸ Ξ τῷ Ν, τὸ Ν ἄρα οὐδεμιᾷ ἡδονῇ· ἔστι δὲ καὶ παντὶ ἀγαθῷ· ἕπεται γὰρ αὐτῷ· τὸ ἀγαθὸν ἄρα οὐδεμιᾷ ἡδονῇ. δυνάμεθα δὲ τὸ αὐτὸ τοῦτο καὶ ἐν πρώτῳ σχήματι ποιῆσαι ἀντιστρέψαντες τήν τε ἀποφατικὴν πρότασιν καὶ τὸ συμπέρασμα· ἐπεὶ γὰρ τὸ Ξ οὐδεμιᾷ ἡδονῇ, καὶ ἡ ἡδονὴ οὐδενὶ τῷ Ξ, ταὐτὸν δὲ εἰπεῖν τῷ Ν· τὸ δὲ Ν παντὶ ἀγαθῷ· ἡ ἡδονὴ ἄρα οὐδενὶ ἀγαθῷ, ὥστε καὶ ἀντιστρέφει ἀγαθὸν οὐδεμιᾷ ἡδονῇ.3 ἐὰν δὲ τὸ μερικὸν ἀποφατικὸν ζητῶμεν, ἴδωμεν εἴ τί ἐστι ταὐτὸν τῶν ἀλλοτρίων τοῦ κατηγορουμένου καὶ τῶν ὑποκειμένων τοῦ ὑποκειμένου, τουτέστιν οἷς ἕπεται, ὥσπερ ἐνταῦθα τὸ ἀλυσιτελὲς καὶ ἡ ἀφερεπονία (ἀπονία γάρ ἐστιν ἡ ἀφερεπονία) ἢ καὶ ἁπλῶς εἴ τι εὑρεθείη ἐν τούτοις ταὐτόν. γίνεται δὲ ἐν τρίτῳ σχήματι ὁ συλλογισμός· τὸ γὰρ ἀγαθὸν οὐδενὶ ἀλυσιτελεῖ, ταὐτὸν δὲ ἔστω εἰπεῖν οὐδεμιᾷ ἀπονίᾳ, ἡδονὴ πάσῃ ἀπονίᾳ, τὸ ἀγαθὸν ἄρα οὐ πάσῃ ἡδονῇ. τὸ σχῆμα τρίτον. ἀντιστρέψας δὲ τὴν ἐλάττονα, λέγω δὲ τὴν καταφατικήν, ποιήσεις τὸ πρῶτον σχῆμα.

“因此,对于希望就某物整体确立[某物]的人们而言,等等。” 在讲述了应当如何选取跟随诸项的事物、诸项自身所跟随的事物以及相异的事物之后,他从这里开始讲述如何可能从所记录的事物中确立各个问题,即全称与特称、肯定与否定。他说,如果我们希望确立一个全称肯定命题,就必须寻求在谓词项的主词(即谓词所跟随的事物)与主词的后承(即关于主词被述词化的事物)之中,是否有某物是相同的;而如果我们在这些事物中发现了某种相同之物,我们就能确立全称肯定命题。例如,在谓词(我是说“善”)的主词中,有“合乎本性者”;再者,在跟随“快感”的事物(即关于快感被陈述的事物)中,也有“合乎本性者”。因此我们作如下推论:如果善属于一切合乎本性者(因为这作为主词归属于善),而这个“合乎本性者”与跟随快感的事物(我是说“合乎本性而欲求者”)是相同的,那么善就属于一切合乎本性而欲求者,而后者是关于快感被陈述的;而这属于一切快感;因此善也属于一切快感。全称命题的情形便是如此。但如果我们寻求确立特称肯定命题,就让我们看一看在主词与谓词(我是说善与快感)两者的主词之中,是否有某物是相同的。而如果我们找到了——正如在这些事物中我们拥有“合乎德性的生活”一样——,通过相同的方法,我们将通过第三格得出特称肯定命题,而通过换位小前提,则通过第一格[得出]。但如果我们寻求确立全称否定命题,就让我们看一看在与谓词相异的事物和跟随主词的事物之中,是否有某物是相同的,正如在这些事物中我们拥有“不完全者”和“运动”一样;因为一切运动皆是不完全的。因为在这里同样,既然善不属于任何不完全者——或者说等同于不属于任何运动——,而运动属于一切快感,因此善不属于任何快感。他说,反过来做,我们也能够确立同样的事情,如果我们发现与主词相异的事物和跟随谓词的事物中有某物是相同的;因为这样我们将在第二格中得出全称否定命题。设Ξ与快感相异,而Ν跟随善;既然Ξ不属于任何快感,且Ξ与Ν相同,因此Ν不属于任何快感;但它也属于一切善;因为它跟随善;因此善不属于任何快感。而通过将否定前提和结论都进行换位,我们也能够在第一格中做出这同一件事;因为既然Ξ不属于任何快感,快感也不属于任何Ξ——或者说等同于不属于任何Ν;而Ν属于一切善;因此快感不属于任何善,从而它也换位为:善不属于任何快感。但如果我们寻求特称否定命题,就让我们看一看在与谓词相异的事物和主词的主词(即主词所跟随的事物)之中,是否有某物是相同的,正如在此处有“无益者”与“脱劳”(因为脱劳就是无劳苦)一样,或者径直看在这些事物中是否能发现某种相同之物。而三段论法是在第三格中产生的:因为既然善不属于任何无益者——或者设其等同于说不属于任何无劳苦——,而快感属于一切无劳苦,因此善并非属于一切快感。格是第三格。但只要换位小前提(我是指肯定前提),你就能构成第一格。

语法注3 条
  1. 3.27Κατασκευάζειν μὲν οὖν βουλομένοις κατά τινος ὅλου καὶ τὰ ἑξῆς

    与格分词 βουλομένοις 是施事与格(或关系与格),依赖于引文省略部分(καὶ τὰ ἑξῆς 之后亚里士多德原文中的无人称当为动形容词 βλεπτέον),构成规则性陈述:“对于希望确立……的人而言,[应当着眼于……]”。

  2. 3.27ἀντιστρέψαντες δὲ τὴν ἐλάττονα πρότασιν διὰ τοῦ πρώτου

    在介词短语 διὰ τοῦ πρώτου [σχήματος] 之后,承接前一分句省略了限定动词 συνάξομεν。分词短语 ἀντιστρέψαντες ... 表示方式手段,意为“通过换位小前提,[我们将]通过第一格[得出特称肯定命题]”。

  3. 3.27ὥστε καὶ ἀντιστρέφει ἀγαθὸν οὐδεμιᾷ ἡδονῇ

    在 ὥστε 从句中,动词 ἀντιστρέφει 作不及物/无人称用法(“换位[为]”),后接命题 ἀγαθὸν οὐδεμιᾷ ἡδονῇ 直接作为换位得出的结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:281.8-282.18