← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§279.24-281.7

排除下位主词与各类三段论的前提选取

根据亚里士多德《前分析篇》A 27(43b29–36),斐洛庞努斯阐明在寻求全称项跟随什么时,不应重复选取其种所包含的下位主词;指出前提的选取对应于各类三段论(论证、辩证、诡辩)结论的性质;并解释为何不可选取同时跟随两端项的事物作为中项。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.23

" Οὐδὲ δὴ τῷ καθόλου ἐκλεκτέον οἷς ἕπεται τὸ περιεχόμενον, οἷον ζῴῳ οἷς ἕπεται ὁ ἄνθρωπος." Ἵνα σαφέστεραν ποιήσωμεν τὴν δεῖξιν, δεῖ προσθέντας τι μικρὸν οὕτως ἀναγνῶναι·1 οὐδὲ δὴ τῷ καθόλου ἐκλεκτέον ὡς ὑποκείμενα οἷς ἕπεται τὸ περιεχόμενον.2 ὃ δὲ λέγει τοῦτό ἐστιν· ἐάν, φησί, τοῦ ζῴου προκειμένου ἡμῖν ζητῶμεν τίνι ἕπεται τὸ ζῷον, οὐ δεῖ λέγειν ὅτι τῷ φιλοσόφῳ ἢ τῷ σιμῷ· οὐ γὰρ δεῖ ταῦτα λαμβάνειν ὡς ὑποκείμενα τοῦ ζῴου· ἀλλὰ δεῖ λέγειν ὅτι τῷ ἀνθρώπῳ ἕπεται· τούτῳ γὰρ προσεχῶς ἕπεται τὸ ζῷον. λαβόντων δὲ ἡμῶν ὅτι τῷ ἀνθρώπῳ ἕπεται, ἐξ ἀνάγκης συμπεριείληπται τῷ ἀνθρώπῳ καὶ τὰ ὑπ’ αὐτοῦ περιεχόμενα, λέγω δὴ τὸ σιμὸν καὶ τὸ φιλόσοφον καὶ τὰ ὅμοια. ὥσπερ οὖν, ὅτε ἐζήτει τὰ ἑπόμενα τῷ πράγματι, ἔλεγεν ὅτι οὐ δεῖ λαμβάνειν καὶ τὰ τοῖς ἑπομένοις ἑπόμενα, οὕτω, φησίν, οὐδὲ τὰ οἷς ἕπεται ζητοῦντα δεῖ λαβεῖν καὶ οἷς ταῦτα ἕπεται· ἔχομεν γὰρ αὐτὰ δυνάμει ἐν αὐτοῖς.

“而且对于全称者而言,绝不应当选取被包含者所跟随的事物,例如对于动物,不应当选取人所跟随的事物。” 为了使论证更加清晰,我们必须补充一小点而作如下诵读:“而且对于全称者而言,绝不应当选取被包含者所跟随的事物作为主词。”而他所说的意思是:他指出,如果在动物摆在我们面前时,我们寻求动物跟随什么,绝不应当说跟随哲学家或跟随塌鼻者;因为绝不应当把这些当作动物的主词来采取;而应当说它跟随人;因为动物直接跟随人。而一旦我们采取了动物跟随人,被包含在人之下者——我是说塌鼻者、哲学家以及诸如此类者——必然已经与人一同被包含进去了。因此,正如当他在寻求跟随该事物者时,曾说不应当连同后承的后承也一并采取一样,他说,在寻求它所跟随的事物时,同样也不应当采取这些事物所跟随的事物;因为我们已经在它们之中潜在地拥有了这些事物。

§3.24

"Οἰκειότερα δὲ ταῦτα τῆς τοῦ ἀνθρώπου ἐκλογῆς." Εἰ ἐζητοῦμεν, φησί, τίσιν ὁ ἄνθρωπος ἕπεται, καὶ οὐ τίσι τὸ ζῷον, τότε ταῦτα οἰκειότερον ἔδει λαμβάνειν· προσεχῶς γὰρ περιέχει ὁ ἄνθρωπος τὸ φιλόσοφον καὶ τὸ σιμὸν καὶ τὰ ὅμοια, ὥσπερ τὸ ζῷον προσεχῶς μὲν τὸν ἄνθρωπον, διὰ τούτου δὲ καὶ ἐκεῖνα.

“而这些事物更适合于人的选取。” 他说,如果我们寻求人跟随什么事物,而不是动物跟随什么事物,那么在当时采取这些事物才更为适合;因为人直接包含哲学家、塌鼻者以及诸如此类者,正如动物直接包含人,并通过人也包含那些事物一样。

§3.25

"Ὅμοιον γὰρ ἑκάστου τὸ συμπέρασμα ταῖς ἀρχαῖς." Ἐδείχθη γὰρ διὰ πολλῶν ὅτι ἀνάγκη πᾶσα, ὡς ἂν ἔχῃ τὸ συμπέρασμα, οὕτω καὶ τὰς προτάσεις ἔχειν, ἢ ἀμφοτέρας ἢ τὴν ἑτέραν. ἔχεις δὲ ἐντεῦθεν τὴν αἰτίαν, δι’ ἣν τὸ περὶ εὐπορίας συλλογισμῶν κεφάλαιον οὔτε ἐν τοῖς Τοπικοῖς ἐξέθετο, πῶς ἂν διαλεκτικῶν προτάσεων εὐπορήσωμεν, οὔτε ἐν τοῖς Ἀποδεικτικοῖς, πῶς ἂν εὐπορήσωμεν ἀποδεικτικῶν προτάσεων, οὔτε ἐν τοῖς Σοφιστικοῖς, ἅτε δὴ ἐν τούτοις ἐκθέμενος3 πῶς ἂν πρὸς πᾶν εἶδος συλλογισμοῦ προτάσεων εὐπορήσωμεν. διὰ τοῦτο γοῦν οὐ μόνον τὰ καθ’ αὑτὸ ὑπάρχοντα ἐκτίθεσθαι ἡμᾶς προσέταξεν ἀλλὰ καὶ τὰ κατὰ συμβεβηκὸς ὑπάρχοντα καὶ τὰ ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ ἀλλότρια, ἵνα ἔχωμεν ὕλην πρὸς πάντα συλλογισμὸν ἐκκείμενον· δηλονότι, εἰ μὲν ἀποδεικτικῶς συλλογίσασθαι βουληθῶμεν, ἐκ τῶν ὁρισμῶν καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τὰς προτάσεις ἐκλεγόμεθα, εἰ δὲ διαλεκτικῶς, λαμβάνομεν τὰ ὡς ἐπὶ τὸ πολὺ ὑπάρχοντα καὶ τὰ κατὰ δόξαν, εἰ δὲ σοφιστικῶς, τὰ κατὰ συμβεβηκὸς κατηγορούμενα· καὶ γὰρ τὰ ὁμώνυμα, ἐξ ὧν μάλιστα οἱ σοφιστικοὶ συλλογισμοί, συμβέβηκε τοιαῦτα εἶναι. καὶ τὰ ἀλλότρια δὲ συνοίσει εἰς τοῦτο, ἵνα τὸ μὴ ὂν ὡς ὂν κατηγορῆται. μάλιστα δὲ τὰ ἀλλότρια ἐξέθετο ὡς συνοίσοντα εἰς τοὺς ἀποφατικοὺς συλλογισμούς.

“因为各论证的结论与原则(前提)是相似的。” 因为通过诸多论证已经表明,完全必然的是,结论是怎样的,前提也必须是怎样的,或是两者皆如此,或是其中之一如此。从这里你就得到了原因,为什么他关于充备三段论法的章节,既没有在《论题篇》中列出(即我们如何能够充备辩证前提),也没有在《后分析篇》中列出(即我们如何能够充备论证前提),也没有在《辩谬篇》中列出,正是因为他在这些[《前分析篇》]中列出了我们如何能够针对每一种三段论法充备前提。无论如何,正因如此,他不仅命令我们列出本质上属于的事物,而且也命令列出偶性地属于的事物、大部分情况下属于的事物以及相异的事物,以便我们拥有针对一切所提出的三段论法的质料:显然,如果我们希望进行论证性的推论,就从定义和本质上属于的事物中选取前提;如果进行辩证性的推论,就采取大部分情况下属于的事物和合乎意见的事物;如果进行诡辩性的推论,就采取偶性地被陈述的事物;因为同名异义的事物——诡辩的三段论法主要由它们产生——恰好就是这样的事物。而且相异的事物也将有助于这一点,使得非存在作为存在而被陈述。但他列出相异的事物,主要是作为有助于否定三段论法的事物。

§3.26

"Ἔτι τὰ πᾶσιν ἑπόμενα οὐκ ἐκλεκτέον·4 οὐ γὰρ συλλογισμὸς ἐξ αὐτῶν. δι’ ἣν δὲ αἰτίαν, ἐν τοῖς ἑπομένοις ἔσται δῆλον." Οὐ τοῦτό φησιν, ὅτι οὐ δεῖ ἐκλέγειν τὰ ἀμφοτέροις τοῖς ὅροις ἑπόμενα καὶ ἀπογράφεσθαι (δεῖ γάρ), ἀλλ’ ὅτι εἰς τὸ χρήσασθαι μέσῳ ὅρῳ οὐκ ἐκλεκτέον τὰ ἀμφοτέροις ἅμα ἑπόμενα, εἰ τὰ αὐτὰ εἴη· δείκνυσι γὰρ ἐφεξῆς ὅτι ἐκ τούτων οὐ δυνατὸν συλλογίσασθαι, ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν γινομένης τῆς συμπλοκῆς. δοκεῖ δὲ τοῦτο παρέλκειν ἐνταῦθα, ἐπειδὴ τέως τὸ πῶς ἐκλεκτέον τὰ ὑπάρχοντα τοῖς ὅροις παραδίδωσι καὶ οἷς αὐτοὶ ἕπονται, οὐ μέντοι πῶς αὐτοῖς χρηστέον, καὶ ὅτι οὐχ αὕτη μόνη ἐστὶν ἡ ἐκλογὴ ἄχρηστος, ἀλλὰ καὶ ἄλλαι δύο, ἥ τε λαμβάνουσα τὰ ἀμφοτέρων ἀλλότρια καὶ ἡ τὰ ὑποκείμενα μὲν τῷ κατηγορουμένῳ ἀλλότρια δὲ τοῦ ὑποκειμένου. αὐτὸς δὲ ταύτης μόνης ἐμνήσθη ἐνταῦθα.

“此外,跟随一切的事物不应当选取;因为从它们之中产生不出三段论法。至于原因何在,在后文中将会清楚。” 他并不是说,不应当选取并记录跟随两个项的事物(因为这是必须的),而是说,为了用作中项,如果同时跟随两者的事物是相同的,就不应当选取它们;因为他在接下来的部分中表明,从这些事物中是不可能进行推论的,因为在第二格中结合是由两个肯定前提构成的。但这在这里似乎是多余的,因为迄今为止他传授的是应当如何选取属于诸项的事物以及诸项自身所跟随的事物,而绝非应当如何使用它们,而且无用的选取不仅只有这一种,还有另外两种:一种是采取与两者皆相异的事物,另一种是采取作为述词的主词却与主词相异的事物。然而他本人在此仅提到了这一种。

语法注4 条
  1. 3.23δεῖ προσθέντας τι μικρὸν οὕτως ἀναγνῶναι

    与非人称动词 δεῖ 连用之不定词 ἀναγνῶναι(诵读)的逻辑主语由宾格主动分词 προσθέντας(补充)承担。它承接了前句目的从句 ἵνα σαφέστεραν ποιήσωμεν(为了使我们更明了)中的第一人称复数主语(注解者与读者)。

  2. 3.23οὐδὲ δὴ τῷ καθόλου ἐκλεκτέον οἷς ἕπεται τὸ περιεχόμενον

    动词性形容词 ἐκλεκτέον 采取非人称句式,τῷ καθόλου 是与格,表示“对于全称者而言”。充当动作对象的则是包含关系代词 οἷς 的关系从句,意为省略先行词的 [ταῦτα] οἷς ἕπεται τὸ περιεχόμενον(“被包含者所跟随的那些事物”)。斐洛庞努斯在注文中建议补充 ὡς ὑποκείμενα(“作为主词”)来消除语法关系的歧义。

  3. 3.25ἅτε δὴ ἐν τούτοις ἐκθέμενος

    由 ἅτε δή 与分词 ἐκθέμενος(列出)构成的因果分词短语。在语境中其主语是亚里士多德,用以说明为何他没有在《论题篇》、《后分析篇》或《辩谬篇》中安排此章。介词短语 ἐν τούτοις 指代《前分析篇》(或当前的论述范围)。

  4. 3.26Ἔτι τὰ πᾶσιν ἑπόμενα οὐκ ἐκλεκτέον

    与格 πᾶσιν(给一切)在本文语境下理解为“给所有项”,即“给两个极端项”。斐洛庞努斯在正文中明确将其转述为 τὰ ἀμφοτέροις τοῖς ὅροις ἑπόμενα(跟随两个项的事物),指出此处并非指绝对属于一切事物的超越概念,而是指同时作为两端项之后承的述词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:279.24-281.7