← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§277.25-279.23

限定词的结合规则与固有属性的选择

注解亚里士多德《前分析篇》A27(43b17–26),指出全称限定词(“所有”/“一切”)应当附加于主词而非述词,并且从属于上位类(属)的后承与相异属性已被潜在包含而无需重复列出,只需选出各个具体种所固有的属性(及相异属性)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.17

" Αὐτὸ δὲ τὸ ἑπόμενον οὐ ληπτέον ὅλον ἕπεσθαι, λέγω δὲ οἷον ἀνθρώπῳ πᾶν ζῷον." Οὐ γὰρ δεῖ λέγειν ὅτι τῇ ἡδονῇ πᾶσα κίνησις ἕπεται ἢ τῇ ὑγιείᾳ πᾶσα ἡδονὴ ἢ τῇ εὐεξίᾳ πᾶν ἀγαθόν. τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ἐν τῷ Περὶ ἑρμηνείας εἰρημένον, ὅτι τὸν προσδιορισμὸν οὐ δεῖ τῷ κατηγορουμένῳ συντάττειν ἀλλὰ τῷ ὑποκειμένῳ· οὐ γὰρ δεῖ λέγειν ὅτι ἡ εὐεξία πᾶν ἀγαθόν ἐστιν, ἀλλὰ ἀνάπαλιν πᾶσα εὐεξία ἀγαθόν. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

“但不应当把后承自身作为整体来采取它跟随,我是说,例如一切动物跟随人。” 因为绝不应当说一切运动跟随快,或者一切快跟随健康,或者一切善跟随健全状态。而这无非就是《解释篇》中所说的那样:不应当把限定词与述词连结,而应当与主词连结;因为绝不应当说健全状态是一切善,反而应当说一切健全状态都是善。对于其他情况也是如此。

§3.18

"Ἀλλὰ μόνον ἁπλῶς ἀκολουθεῖν, καθάπερ καὶ προτεινόμεθα.1" Παθητικῷ ἀντὶ ἐνεργητικοῦ ἐχρήσατο· βούλεται γὰρ εἰπεῖν ὅτι προτείνομεν. τί οὖν φησιν; ὅτι ἁπλῶς καὶ ἀδιορίστως ἐκθώμεθα ἀκολουθεῖν πάσῃ ὑγιείᾳ ἡδονήν, μὴ μέντοι πᾶσαν, καὶ πάσῃ ἡδονῇ κίνησιν, μὴ μέντοι πᾶσαν κίνησιν· οὕτω γὰρ καὶ εἰώθαμεν τὰς προτάσεις ποιεῖσθαι πρὸς τοὺς συνδιαλεγομένους.

“而仅仅是简单地跟随,正如我们提出命题那样。” 他使用了被动态代替主动态;因为他的意思是说“我们提出命题”。那么他说的是什么呢?即我们应当简单且无限定地列出快跟随一切健康,然而绝非一切[快],以及运动[跟随]一切快,然而绝非一切运动;因为我们习惯上也是这样向对话者提出命题的。

§3.19

"Καὶ γὰρ ἄχρηστον θάτερον καὶ ἀδύνατον." Καὶ διὰ τοῦτο δηλονότι 〈, ὅτι〉 ἄχρηστον, καὶ ἀδύνατον· οὐδεὶς γὰρ προτείνει εἰ ἡ ψυχὴ πᾶν ἀθάνατόν ἐστιν, ἀλλ’ ἁπλῶς ἀθάνατον. ποῖον δὲ θάτερον; τὸ τῷ κατηγορουμένῳ τὸν προσδιορισμὸν τὸν καθόλου συντάττειν.

“因为另一种方式既是无用的,也是不可能的。” 并且显然由于这个缘故,即因为它是无用的,所以也是不可能的;因为没有人会提出灵魂是否是一切不死,而是简单地提出是不死。哪一种是另一种方式呢?即把全称限定词与述词连结。

§3.20

"Ἀλλ’ ᾧ ἕπεται, ἐπ’ ἐκείνου τὸ παντὶ λέγεται." Τουτέστι τῷ ὑποκειμένῳ· τοῦτο γάρ ἐστιν ᾧ ἕπεται τὸ ἑπόμενον· τὸ γὰρ ἑπόμενον, τουτέστι τὸ κατηγορούμενον, ὡς καθολικώτερον.

“而‘对一切’乃是针对它所跟随的那个事物而言的。” 这就是说,针对主词而言;因为这就是后承所跟随的事物;因为后承,即述词,是更为全称的。

§3.21

"Ὅταν δὲ ὑπό τινος περιέχηται τὸ ὑποκείμενον ᾧ τὰ ἑπόμενα δεῖ λαβεῖν,2 τὰ μὲν τῷ καθόλου ἑπόμενα ἢ μὴ ἑπόμενα οὐκ ἐκλεκτέον ἐν τούτοις· εἴληπται γὰρ ἐν ἐκείνοις· ὅσα γὰρ ζῴῳ, καὶ ἀνθρώπῳ ἕπεται, καὶ ὅσα μὴ ὑπάρχει, ὡσαύτως." Ὑποκείμενον ἐνταῦθα λέγει οὐ πάντως τὸν ὑποκείμενον ὅρον ἀλλ’ ἁπλῶς τὸν προκείμενον ᾧ δεῖ ζητῆσαι τὰ ἑπόμενα, ὁποῖος ἄν ᾖ, εἴτε ὁ κατηγορούμενος εἴτε ὁ ὑποκείμενος. τί οὖν φησιν; ὅταν τινὶ ὅρῳ λαμβάνειν βουλώμεθα τὰ ἑπόμενα, μὴ λάβωμεν καὶ τὰ τοῖς ἑπομένοις ἑπόμενα· ἐν γὰρ τοῖς πρώτοις ἔχομεν καὶ τὰ δεύτερα. οἷον εἰ ζητοῦμεν τί ἕπεται τῷ ἀνθρώπῳ, εἶτα εὕρωμεν ὅτι τὸ ζῷον, μὴ ζητήσωμεν καὶ τὰ τῷ ζῴῳ ἑπόμενα· ἐν γὰρ τῷ λαβεῖν τὸ ζῷον ἔχομεν δυνάμει καὶ τὰ τούτῳ ἑπόμενα, οἷον τὸ ἔμψυχον, τὸ αἰσθητικόν, τὸ σῶμα, τὴν οὐσίαν καὶ τὰ ὅμοια. Τὰ μὲν τῷ καθόλου ἑπόμενα, τουτέστι τῷ ἑπομένῳ ᾧ ἐξεθέμεθα· τὰ γὰρ ἑπόμενα καθολικώτερά ἐστι τῶν οἷς ἕπεται· διὸ κατηγορεῖται αὐτῶν. Καὶ ὅσα μὴ ὑπάρχει, ὡσαύτως. ὥσπερ, φησίν, οὐ δεῖ λαμβάνειν τὰ τῷ ἑπομένῳ ἑπόμενα, οὕτως οὐ δεῖ λαμβάνειν οὐδὲ τὰ τοῦ ἑπομένου ἀλλότρια· ὅσα γάρ ἐστιν ἀλλότρια τοῦ γένους, ταῦτα καὶ τοῦ εἴδους ἐξ ἀνάγκης, ὥστε ὡς ὁμολογούμενον τοῦτο οὐ δεῖ λαβεῖν.

“当必须为其采取后承的主词被某物所包含时,跟随或不跟随全称者的那些事物,不应当在这些当中选出;因为它们已经在那些当中被采取了;因为凡是跟随动物的,也跟随人,凡是不属于的,也同样如此。” 他在这里所说的主词,并不一定指主词项,而是简单地指必须为其寻求后承的提出之项,无论它是怎样的项,或是述词项或是主词项。那么他说的是什么呢?当我们想要为某个项采取后承时,不要连同后承的后承也一并采取;因为在第一类事物中,我们也拥有了第二类事物。例如,如果我们寻求什么跟随人,随后发现动物跟随人,那么就不要再去寻求跟随动物的事物;因为在采取了动物的同时,我们也潜在地拥有了跟随它的事物,例如有灵魂、有感觉、物体、实体以及诸如此类的事物。“跟随全称者的那些事物”,即跟随我们所列出的后承的事物;因为后承比它们所跟随的事物更为全称;因此后承陈述于它们之上。“凡是不属于的,也同样如此。”他说,正如不应当采取跟随该后承的事物一样,同样也不应当采取与该后承相异(不属于)的事物;因为凡是与属相异的事物,必然也与种相异,所以作为已经承认的事实,不应当采取这个。

§3.22

"Τὰ δὲ περὶ ἕκαστον ἴδια ληπτέον· ἔστι γὰρ ἄττα τῷ εἴδει ἴδια παρὰ τὸ γένος·3 ἀνάγκη γὰρ τοῖς ἑτέροις εἴδεσιν ἴδια ἄττα ὑπάρχειν." Τὰ περὶ ἕκαστον ἴδια, τουτέστι τὰ περὶ ἕκαστον τῶν ὅρων τῶν προκειμένων ἡμῖν ἰδίως ἀλλότρια, ταῦτα δεῖ λαβεῖν. πρόκειται ἡμῖν ὅρος ὁ ἄνθρωπος· μὴ λάβωμεν τὰ ὡς ζῴου τούτου ἀλλότρια· ἐν γὰρ τῷ λαβεῖν τὸ ζῷον ὡς ἑπόμενον ἔχομεν ὡμολογημένον ὅτι καὶ τὰ ἀλλότρια τοῦ ζῴου καὶ τοῦ ἀνθρώπου ἐστὶν ἀλλότρια. λάβωμεν οὖν τὰ ἰδίως τοῦ ἀνθρώπου ἀλλότρια, οἷον τὸ ἄλογον, τὸ τετράπουν καὶ τὰ ὅμοια. ἔχουσι γάρ, φησί, τὰ εἴδη ἰδιάζοντα ἀλλότρια, ἅπερ οὐκ ἔστι τοῦ γένους ἀλλότρια· τοῦ γὰρ ἀνθρώπου ἀλλότριον τὸ ἄλογον, τὸ τετράπουν, οὐ μέντοι τοῦ γένους. ὅτι δὲ τοῦτο ἀνάγκη οὕτως ἔχειν, λέγω δὲ τὸ εἶναι ἀλλότριά τινα τῶν εἰδῶν ἅπερ τῶν γενῶν οὐκ εἰσὶν ἀλλότρια, ἐναργῶς κατεσκεύασεν εἰπὼν ἀνάγκη γὰρ τοῖς ἑτέροις εἴδεσιν ἴδια ἄττα ὑπάρχειν. εἰ γὰρ ἀντιδιαιροῦνται, φησίν, ἀλλήλοις τὰ εἴδη καὶ ἕτερά εἰσιν ἀλλήλων, πᾶσα ἀνάγκη ἔχειν τι ἕκαστον ὅπερ ἐστὶν ἀλλότριον τοῦ ἑτέρου, οἷον ὁ ἄνθρωπος τοῦ ἵππου καὶ ἔμπαλιν. ταῦτα μέντοι, ἅπερ ἔχουσι τὰ ἀντιδιαιρούμενα εἴδη ἀλλότρια ἀλλήλων, τοῦ γένους οὐκ εἰσὶν ἀλλότρια· οὐδὲν γὰρ τῶν ὑπαρχόντων τοῖς εἴδεσιν ἀλλότριόν ἐστι τοῦ γένους.

“但必须采取关于每一个事物的固有属性;因为对于种而言,在属之外(在属之上)存在某些固有的事物;因为必然有某些固有的事物属于互不相同的种。” “关于每一个事物的固有属性”,即在我们面前提出的诸项中,就每一个项而言特有地相异(不相容)的事物,必须采取这些事物。假定人这个项摆在我们面前;我们不要采取作为动物而与人相异的事物;因为在采取动物作为后承时,我们就已经承认了与动物相异的事物也与人相异。因此,让我们采取特有地与人相异的事物,例如无理性的、四足的以及诸如此类的事物。因为他说,各个种具有特殊的相异事物,而这些事物并不与属相异;因为无理性的和四足的固然与人相异,但绝不与属相异。至于这一点必然如此——我是说,必定存在某些与种相异却不与属相异的事物——他通过说“因为必然有某些固有的事物属于互不相同的种”而清晰地确立了这一点。因为他说,如果各个种互相对分且彼此不同,那么每一个种就完全必然具有某种与另一个种相异的事物,例如人〔具有某种〕与马〔相异的事物〕,反之亦然。然而,对分的种作为彼此相异之物而拥有的这些事物,并不与属相异;因为属于诸种的事物中,没有任何一种是与属相异的。

语法注3 条
  1. 3.18προτεινόμεθα

    形态上为中被动态现在时第一人称复数,但正如斐洛庞努斯明确指出的那样(“使用了被动态代替主动态”),此处具有主动态含义(προτείνομεν,“我们提出命题”)。

  2. 3.21ᾧ τὰ ἑπόμενα δεῖ λαβεῖν

    与格关系代词 ᾧ 指向前行词 τὸ ὑποκείμενον,作为 δεῖ λαβεῖν 的关系与格/间接宾语(“必须为其采取后承的[主词]”)。

  3. 3.22παρὰ τὸ γένος

    介词 παρά 接宾格在此处表示区分或附加(“在属之外 / 在属之上”),而非反对(“违反属”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:277.25-279.23