- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:275.29-277.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《前分析篇》43b4–43b16,阐释寻找前提时排斥项的选择规则、后承的分类(本质属性、固有属性、偶性,以及依真理与依思辨),以及为了获得全称前提而必须选取跟随整体项的规则。
" Καὶ ὅσα μὴ ἐνδέχεται αὐτῷ ὑπάρχειν." Ὅτι οὐχ ὑπάρχει ἀνθρώπῳ τὸ ἀθάνατον, τὸ ἄλογον, τὸ πτερωτὸν καὶ τὰ ὅμοια.
“以及凡是不可能属于它的事物。” 这是说,人并不具有不死、无理性、有翼以及诸如此类的属性。
"Οἷς δ’ αὐτὸ μὴ ἐνδέχεται,1 οὐκ ἐκλεκτέον διὰ τὸ ἀντιστρέφειν τὸ στερητικόν." Οὐκ ἐκλεκτέον, φησί, τίσιν ὁ ἄνθρωπος οὐχ ἕπεται, εἰ ἄνθρωπος εἴη τὸ προκείμενον εἰς σκέψιν· ἐν γὰρ τῷ λαβεῖν τίνα αὐτῷ οὐχ ἕπεται ἔχομεν καὶ τίσιν αὐτὸς οὐχ ἕπεται· ἀντιστρέφει γὰρ πρὸς ἑαυτὴν ἡ καθόλου ἀποφατική· εἰ γὰρ οὐδενὶ ἀνθρώπῳ ἕπεται τὸ ἄλογον ἢ τὸ ἀθάνατον, οὐδὲ ἄρα οὐδενὶ τούτων ἕπεται ὁ ἄνθρωπος ἐξ ἀνάγκης.
“而对于它不可能属于的那些事物,则不必选出,因为否定命题是可换位的。” 他说,如果人是提出用于考察的事物,那么就不必选出人不跟随哪些事物;因为在获得哪些事物不跟随人的同时,我们也已经拥有了人自身不跟随哪些事物;因为全称否定命题是与自身换位的;因为如果无理性或不死不跟随任何一个人,那么必然地,人也就绝不跟随这些事物中的任何一个。
"Διαιρετέον δὲ καὶ τῶν ἑπομένων ὅσα τε ἐν τῷ τί ἐστι2 καὶ ὅσα ἴδια καὶ ὅσα ὡς συμβεβηκότα κατηγορεῖται." Εἰπὼν δεῖν ἐκλέγεσθαι τοὺς ὁρισμοὺς καὶ τὰ ἴδια τοῦ πράγματος καὶ τὰ ἑπόμενα αὐτῷ διαίρεσιν νῦν τῶν ἑπομένων ποιεῖται· τῶν γὰρ ἑπομένων, φησί, τὰ μέν ἐστιν οὐσιώδη τὰ δὲ ἐπουσιώδη, καὶ τῶν ἐπουσιωδῶν τὰ μὲν ἴδια τὰ δὲ συμβεβηκότα. καὶ ταῦτα οὖν ἐκλεκτέον καὶ σημειωτέον· ἕπεται γὰρ τῷ Αἰθίοπι τὸ ζῷον, τὸ γελαστικόν, τὸ μέλαν, ἀλλὰ τὸ μὲν ζῷον καθ’ αὑτὸ καὶ οὐσιωδῶς, τὸ δὲ μέλαν κατὰ συμβεβηκός, τὸ δὲ γελαστικὸν ὡς ἴδιον. καὶ ἄνω δὲ τῶν ἰδίων ἐμνήσθη, ἀλλ’ ἐκεῖ μὲν ὡς ἀντιδιαστέλλων αὐτὰ τοῖς καθ’ αὑτὸ ὑπάρχουσι, λέγω δὴ τοῖς οὐσιώδεσιν, ἐνταῦθα δὲ ὡς τοῖς συμβεβηκόσιν ἀντιδιαστέλλων.
“还必须在后承中区分凡是在‘是什么’中陈述的、凡是固有的以及凡是作为偶性而陈述的事物。” 在说明了应当选出该事物的定义、固有属性以及跟随它的事物之后,他现在对跟随的事物进行区分;因为他说,在后承之中,有些是本质性的,有些是非本质性的,而在非本质性的事物中,有些是固有属性,有些是偶性。因此这些也必须选出并记下;因为跟随埃塞俄比亚人的有动物、能发笑的、黑色的,但动物是出于自身且本质性地跟随,黑色是偶然地跟随,而能发笑的是作为固有属性跟随。在上面他也提到了固有属性,但那里是将它们与出于自身所属的事物——我是指本质性的事物——相对比,而这里则是与偶性相对比。
"Καὶ τούτων ποῖα δοξαστικῶς καὶ ποῖα κατ’ ἀλήθειαν." Κατὰ ἀλήθειαν μὲν οὖν ἕπεται τῇ ἡδονῇ ἡ κίνησις καὶ τὸ ὀρεκτόν, κατὰ δόξαν δὲ τὸ κατὰ φύσιν· οὐ γὰρ πᾶσα ἡδονὴ κατὰ φύσιν· ἡ γοῦν τῶν ψωριώντων ἐκ τοῦ κνήθεσθαι ἡδονὴ οὐ κατὰ φύσιν. οὐδὲ μέντοι ἡ ῥᾳστώνη κατ’ ἀλήθειαν ἕπεται τῇ ἡδονῇ ἀλλὰ κατὰ δόξαν· οὐ γὰρ πᾶσα ἡδονὴ ῥᾳστώνην ποιεῖ ἢ τὸ ἀνενόχλητον· οὐδὲ γὰρ ἡ τῶν ψωριώντων· ἀλλὰ οὐδὲ ἡ αἰσχρὰ ἡδονή· ἐπιτείνει γὰρ μᾶλλον τὴν δυσχέρειαν καὶ τὰς ἐκ τῶν παθῶν ὀχλήσεις. πάλιν ταῖς δέκα κατηγορίαις, ὡς εἴπομεν, κατὰ δόξαν μὲν ἕπεται τὸ ἓν καὶ τὸ ὂν ἢ τὸ πάντα ἐξ ὕδατος εἶναι ἢ πυρὸς ἢ ἀέρος, οὐ μέντοι κατ’ ἀλήθειαν.
“在这些事物中,还要区分哪些是依意见[而属于],哪些是依真理[而属于]。” 因此,依真理而言,跟随快的是运动和欲求的对象,但依意见而言,跟随快的是合乎自然;因为并非所有的快都是合乎自然的;至少疥癣疾患者因搔抓而产生的快就不是合乎自然的。安乐也绝非依真理跟随快,而是依意见;因为并非所有的快都产生安乐或不受烦扰;因为疥癣疾患者的快既不如此,丑恶的快也同样不如此;因为它反倒加剧了痛苦以及来自激情的烦扰。此外,正如我们所说,依意见跟随十个范畴的有“一”和“存在”,或者万物由水、火或气构成,然而依真理却并非如此。
"Ὅσῳ μὲν γὰρ ἂν πλειόνων τοιούτων εὐπορῇ τις, θᾶττον ἐντεύξεται συμπεράσματι." Τοιούτων, τουτέστιν ἡγουμένων καὶ ἑπομένων καὶ ὧν ἄλλων εἴπομεν. καὶ ταῦτα ὅσῳ ἂν ᾖ ἀληθέστερα, τοσούτῳ μᾶλλον καὶ ἀποδείκνυμεν.
“因为一个人越丰富地拥有这样一些事物,他就将越迅速地遭遇结论。” “这样一些事物”,即前项、后项以及我们所说的其他事物。而这些事物越真实,我们也就越是在进行证明。
"Δεῖ δὲ ἐκλέγειν μὴ τὰ ἑπόμενα τινί, ἀλλ’ ὅσα ὅλῳ τῷ πράγματι ἕπεται." Ἕπεται γὰρ τινὶ ἀνθρώπῳ, ὡς τῷ Αἰθίοπι, τὸ μέλαν, οὐ μέντοι παντί, καὶ τινὶ ἀνθρώπῳ τὸ ἑξαδάκτυλον, καὶ τινὶ ἡδονῇ τὸ κατὰ φύσιν, οὐ μέντοι πάσῃ· οὐ γὰρ δὴ καὶ τῇ τῶν κνηστιώντων. τὸ παντὶ οὖν ἑπόμενον, φησίν, ἐκλεκτέον, ἐπειδὴ τὰ ἑπόμενα κατηγορεῖται τούτων οἷς ἕπεται· δεῖ δὲ καθόλου κατηγορεῖσθαι, ἐπειδὴ καὶ καθολικῶν προτάσεων εἰς τοὺς συλλογισμοὺς δεόμεθα.
“但必须选出的,不是跟随某个具体事物的事物,而是跟随整个事物的凡此种种。” 因为跟随某个人(如埃塞俄比亚人)的有黑色,然而并不跟随所有人;跟随某个人有长着六个手指;跟随某种快有合乎自然,然而并不跟随所有的快;因为绝不跟随发痒者的快。因此他说,必须选出跟随每一个者的事物,因为后承陈述于它们所跟随的事物之上;而且必须全称地陈述,因为在三段论中我们也需要全称前提。
"Ἀδιορίστου μὲν γὰρ ὄντος ἄδηλον εἰ καθόλου ἡ πρότασις." Ὅτι οὐ μόνον οὐ δεῖ τὰ τινὶ ἀνθρώπῳ ἑπόμενα ἐκτίθεσθαι, ἀλλ’ οὐδὲ ἀπροσδιόριστον ἐκτίθεσθαι τὸν ὑποκείμενον καὶ οὕτω τὰ ἑπόμενα αὐτῷ ζητεῖν, οἷον ἄνθρωπος, ἀλλὰ πᾶς ἄνθρωπος· αἱ γὰρ ἀπροσδιόριστοι, ὡς ἐν τῷ Περὶ ἑρμηνείας εἴρηται, ταῖς μερικαῖς ἰσοδυναμοῦσιν.
“因为在是不定命题时,不清楚前提是否是全称的。” 这是说,不仅不应当列出跟随某个具体人的事物,而且也不应当把主词项作为不定的列出,并以此寻找跟随它的事物——例如只写“人”,而应当写“所有人”;因为正如在《解释篇》中所说,不定命题与特称命题等值。
"Ὁμοίως δὲ ἐκλεκτέον καὶ οἷς αὐτὸ ἕπεται ὅλοις3 διὰ τὴν εἰρημένην αἰτίαν." Ὥσπερ, φησί, τὰ ἑπόμενα τοῖς ὅροις καθολικὰ δεῖ λαμβάνειν, τουτέστι τὰ ὅλοις τοῖς ὑπὸ τὸν ὅρον κατηγορούμενα, οἷον πᾶσι τοῖς ὑπὸ τὸ ἀγαθὸν ἢ τὴν ἡδονήν, οὕτω καὶ ὅταν λαμβάνωμεν τὰ οἷς ἕπεται οὕτω δεῖ λαμβάνειν ὡς πᾶσιν αὐτοῖς ἑπόμενα, οἷον πάσῃ εὐδαιμονίᾳ τὸ ἀγαθὸν καὶ πάσῃ ὑγιείᾳ τὴν ἡδονήν. ἐὰν δὲ λάβωμεν ὡς ἑπόμενον τὸ ἀγαθὸν τῇ ἡδονῇ, οὐ καθόλου ἐλάβομεν· οὐ γὰρ πάσης ἡδονῆς τὸ ἀγαθὸν κατηγορεῖται· οὐ γὰρ δὴ καὶ τῆς τῶν κιναίδων καὶ τῶν ψωριώντων. καὶ τοῦτο οὖν καθόλου δεῖ λαμβάνειν διὰ τὴν αὐτὴν αἰτίαν, ἵνα καθολικὰς ποιῶμεν τὰς προτάσεις.
“同样,由于上述原因,对于它自身所跟随的事物,也必须选出那些作为整体的事物。” 他说,正如必须将跟随诸项的事物作为全称的来采取——即作为陈述于该项之下的整个事物的事物(例如陈述于善或快之下的所有事物)——同样,当我们采取它所跟随的事物时,也必须这样采取,使其跟随它们全体(例如善跟随一切幸福,快跟随一切健康)。但如果我们把善作为快之后承来采取,我们便没有全称地采取;因为善并不是对所有的快都适用的陈述;因为对于放荡者和疥癣疾患者的快而言绝非如此。因此,由于同一原因,为了使前提成为全称的,这件事也必须全称地采取。
- 3.10Οἷς δ’ αὐτὸ μὴ ἐνδέχεται
关系代词 οἷς 为与格,修饰省略的不定词 ὑπάρχειν(或 ἕπεσθαι)。其先行词被吸收,整个短语作为悬置话题的结构,意为“至于它不可能属于的那些事物”。
- 3.11τῶν ἑπομένων ὅσα τε ἐν τῷ τί ἐστι
属格 τῶν ἑπομένων 是部分属格,其后的并列关系从句(ὅσα τε ... καὶ ὅσα ...)作动词性形容词 διαιρετέον 的直接宾语,构成“在后承之中,必须区分凡是……的事物”的句式。
- 3.16οἷς αὐτὸ ἕπεται ὅλοις
形容词 ὅλοις 在格上与与格关系代词 οἷς 一致,表示先行项/它所跟随的事物必须“作为整体”(即全称地)被选取。这与 §3.14 中提出的规则(ὅλῳ τῷ πράγματι ἕπεται)相对应。
