- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:273.16-275.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德关于为给定问题寻找前提的方法(43b1–43b3),通过字母图式与具体范例阐明了如何确立主谓两项、定义、固有属性,以及各自的后承、前驱与不相容项。
" Δεῖ δὲ τὰς προτάσεις τὰς περὶ ἕκαστον οὕτω λαμβάνειν, ὑποτιθέμενον αὐτὸ πρῶτον1 καὶ τοὺς ὁρισμοὺς καὶ ὅσα ἴδια τοῦ πράγματός ἐστιν." Εἰπὼν περὶ τίνων αἱ ἀποδείξεις καὶ τὰ προβλήματα, ὅτι περὶ τῶν μεταξύ, ἃ πέφυκε κατηγορεῖσθαί τέ τινων καὶ ὑποκεῖσθαι ἄλλοις, ἐντεῦθεν λοιπὸν τὰς μεθόδους ἡμῖν παραδίδωσι τῆς εὑρέσεως τῶν προτάσεων τοῦ προτεθέντος προβλήματος. διό φησιν, ὅταν βουλώμεθά τι ὑπάρχον ἢ μὴ ὑπάρχον κατασκευάσαι, ἐκτίθεσθαι πρῶτον αὐτὸν τὸν κατηγορούμενον ὅρον καὶ τὸν ὑποκείμενον. οἷον ζητοῦμεν δεῖξαι ὅτι ἡ ἡδονὴ ἀγαθόν ἐστι· σημειωτέον τό τε ἀγαθὸν καὶ τὴν ἡδονήν. εἶτα ζητητέον καὶ σημειωτέον τὸ τί ἑκατέρῳ αὐτῶν ἕπεται, οἷον ὅτι τῷ μὲν ἀγαθῷ τὸ ὠφέλιμον καὶ τὸ αἱρετὸν καὶ τὰ ἄλλα τὰ ἐν τῷ διαγράμματι, τῇ δὲ ἡδονῇ ἡ κίνησις καὶ ἡ ἐνέργεια ἡ κατὰ φύσιν καὶ τὰ λοιπά. πάλιν, φησίν, ἐκλεκτέον καὶ οἷς ἕπεται ἑκάτερον τούτων· οἷον τὸ μὲν ἀγαθὸν ἕπεται τῇ εὐδαιμονίᾳ καὶ τοῖς λοιποῖς, ἡ δὲ ἡδονὴ τῇ ὑγιείᾳ καὶ τοῖς λοιποῖς. δῆλον δὲ ὅτι τὰ μὲν ἑπόμενά τινι ἢ ἐπὶ πλέον ἐστὶν ἢ ἐξισάζει· ἕπεται γὰρ τῷ ἀνθρώπῳ καὶ τὸ ζῷον 〈ὂν〉 ἐπὶ πλέον καὶ τὸ γελαστικὸν 〈ὂν〉 ἐπ’ ἴσης, ὥστε ἐν κατηγορουμένοις τετάξεται. τὰ δὲ οἷς ἕπεται2 ἢ ἐπ’ ἴσης ἢ ἐπ’ ἔλαττον· καὶ γὰρ καὶ τῷ γελαστικῷ ἐπ’ ἴσης ὄντι ἕπεται καὶ τῷ φιλοσόφῳ ἢ γραμματικῷ ἐπ’ ἔλαττον ὄντι· ὥστε καὶ τὰ οἷς ἕπεταί τι ἐν ὑποκειμένου μοίρᾳ αὐτῷ τετάξεται. ἔτι, φησίν, ἐκλεκτέον καὶ τὰ τούτων ἀλλότρια, οἷον τοῦ μὲν ἀγαθοῦ τὸ ἀτελές, τὸ φευκτόν, τῆς δὲ ἡδονῆς ἡ νόσος, ὁ πόνος. ταῦτα γὰρ οὕτως ἐκλεξαμένοις ῥᾳδία ἔσται ἡ τῶν προτάσεων εὕρεσις, ὡς ἐν τοῖς ἑξῆς δειχθήσεται. ἐκθέμενοι οὖν ἡμεῖς ὡς ἐπὶ τούτων τῶν ὅρων, λέγω δὴ τοῦ ἀγαθοῦ καὶ τῆς ἡδονῆς, χαρακτῆρα τοῦ διαγράμματος τὴν λέξιν αὐτὴν ἐπισκεψώμεθα. Ἔστιν οὖν τὸ μὲν ἐφ’ ᾧ τὸ Α ἀγαθόν, τουτέστιν ὁ κατηγορούμενος ὅρος, τὰ δὲ ἐφ’ ὧν τὸ Β τὰ ἑπόμενα αὐτῷ, ἅπερ ἐστὶν αὐτοῦ καθολικώτερα καὶ κατηγορεῖται αὐτοῦ, τὰ δὲ ἐφ’ ὧν τὸ Γ οἷς τὸ ἀγαθὸν ἕπεται· ἔστιν οὖν αὐτῶν καθολικώτερον τὸ ἀγαθὸν καὶ κατηγορεῖται αὐτῶν· τὰ δὲ ἐφ’ ὧν τὸ Δ τὰ ἀλλότρια τοῦ ἀγαθοῦ, ὧν καὶ αὐτὸ ἀποφάσκεται καὶ αὐτὰ αὐτοῦ. πάλιν τὸ μὲν ἐφ’ ᾧ τὸ Ε ἡ ἡδονή, τουτέστιν ὁ ὑποκείμενος ὅρος ἐν τῷ προβλήματι, τὰ δὲ ἐφ’ ὧν τὸ Ζ τὰ ἑπόμενα αὐτῷ, τὰ δὲ ἐφ’ ὧν τὸ Η οἷς αὐτὸ ἕπεται, τὰ δὲ ἐφ’ ὧν τὸ Θ τὰ ἀλλότρια αὐτοῦ. ἐκεῖνο δὲ ἐπισημήνασθαι ἀναγκαῖον, ὅτι ἐπειδὴ πολλά ἐστιν ἐξισάζοντα, ὥσπερ τὸ ἀγαθὸν καὶ τὸ ἐφετόν, δῆλον δήπου 〈ὅτι〉 ἐν τούτοις θάτερον θατέρῳ ἕπεσθαι ἂν λέγοιτο· καὶ γὰρ τὸ ἀγαθὸν ἐφετόν, καὶ τὸ ἐφετὸν ἀγαθόν. ἐν οὖν τοῖς τοιούτοις οὐ διαφέρει πρὸς τὸ προκείμενον λαμβάνειν τὸ ἑπόμενον.3 εἰ μὲν γὰρ τὸ προκείμενον ἐν τῇ σκέψει εἴη τὸ ἀγαθόν, ληψόμεθα ὡς ἑπόμενον αὐτῷ τὸ ἐφετόν· εἰ δὲ τὸ ἐφετὸν εἴη τὸ προκείμενον, ὡς ἑπόμενον αὐτῷ τὸ ἀγαθὸν ληψόμεθα. καὶ οὕτως ἐπὶ τῶν ἄλλων πάντων. Ὑποτιθέμενον αὐτὸ πρῶτον, τουτέστι τὸν προκείμενον ἡμῖν ἐν τῷ προβλήματι ὅρον, τόν τε ὑποκείμενον καὶ τὸν κατηγορούμενον. Καὶ τοὺς ὁρισμούς τε καὶ ὅσα ἴδια τοῦ πράγματός ἐστιν. ἔστι γὰρ ὅτε καὶ τῶν ὁρισμῶν εἰς τὰς ἀποδείξεις δεόμεθα. τὰ δὲ ἴδια οἷον τὸ γελαστικὸν τοῦ ἀνθρώπου, τὸ πλατυώνυχον, τὸ ὀρθοπεριπατητικόν, τὸ μόνον τῶν ζῴων χερσὶ κεχρῆσθαι. ταῦτα δὲ ἅτε ἴδια ὄντα καὶ ἀντιστρέφοντα καὶ ὡς ἑπόμενα δύναται εἶναι τοῦ ἀνθρώπου καὶ ὡς οἷς αὐτὸς ἕπεται.
“应当这样获得关于每个事物的诸前提:首先设定该事物本身,以及定义,和凡是该事物固有的属性。” 在说明了证明和探究课题是关于什么之后——即关于中间的事物,它们天生既陈述于某些事物之上,又作为另一些事物的主词——从这里开始,他向我们传授为所提出的课题寻找前提的方法。因此他说,当我们想要确立某物属于或不属于时,首先要列出被陈述的项本身以及主词项。例如我们探究证明快是善:必须记下善和快。接着,还必须探究并记下各自之后承是什么;例如善之后承是有益、值得选择以及图式中的其他事物,而快之后承是运动、合乎自然的活动以及其余事物。他又说,还必须选出这两者各自所跟随的事物;例如善跟随幸福和其余事物,而快跟随健康和其余事物。显然,跟随着某物的事物,要么外延更宽,要么外延相等;因为跟随人的,既有作为外延更宽者的动物,也有作为外延相等者的能发笑者,因此它们将被归入被陈述者的行列。反之,它所跟随的事物,要么外延相等,要么外延更窄;因为它既跟随作为外延相等者的能发笑者,也跟随作为外延更窄者的哲学家或文法家;因此某物所跟随的事物相对于它也将被归入主词的地位。他说,此外还必须选出与这些不相容(相异)的事物;例如善的不相容项是不完全的、应回避的,快的不相容项是疾病、痛苦。因为对于以这种方式进行选拔的人而言,前提的寻找将是容易的,正如在接下来的部分中所要表明的那样。因此,我们在这些项上——我是指善与快——展示出图式的形式之后,来考察文本本身。附有Α的乃是善,即被陈述的项;附有Β的乃是跟随它的事物,它们比它更全称并且陈述于它之上;附有Γ的乃是善所跟随的事物——因此善比它们更全称并且陈述于它们之上;而附有Δ的乃是与善不相容的事物,善自身被否定于它们,它们也被否定于善。反之,附有Ε的乃是快,即课题中的主词项;附有Ζ的乃是跟随它的事物;附有Η的乃是它自身所跟随的事物;附有Θ的乃是与它不相容的事物。但有必要指出这一点:由于存在着许多外延相等的事物,正如善与可欲求者一样,显然在这些事物中可以说其中任一者跟随另一者;因为善是可欲求的,可欲求者也是善。因此,在这样一些事物中,相对于摆在我们面前的项而言,采取后承并没有什么区别。因为如果在考察中摆在我们面前的是善,我们将把可欲求者作为后承而采取;但如果摆在我们面前的是可欲求者,我们将把善作为后承而采取。在所有其他事物中也是如此。“首先设定该事物本身”,即在课题中摆在我们面前的项,兼指主词和谓词。“以及定义,和凡是该事物固有的属性”。因为有时候我们在证明中也需要定义。而固有的属性,例如对于人而言,是能发笑的、平指甲的、直立行走的、在动物中唯一使用双手的。而这些属性既然是固有的并且可换位,就既可以作为人的后承,也可以作为人自身所跟随的事物。
"Εἶτα μετὰ ταῦτα ὅσα ἕπεται τῷ πράγματι, καὶ οἷς τὸ πρᾶγμα αὐτὸ ἀκολουθεῖ." Τῷ ἀνθρώπῳ ἕπεται τὸ ζῷον, τὸ λογικόν. ἕπεται δὲ ὁ ἄνθρωπος τῷ φιλοσόφῳ, τῷ γραμματικῷ ἢ τῷ σιμῷ ἢ τῷ Σωκράτει ἢ τῷ Πλάτωνι.
“然后在这些之后,凡是跟随该事物的事物,以及该事物本身所跟随的事物。” 动物和有理性的跟随人。而人跟随哲学家、文法家、塌鼻子的人、苏格拉底或柏拉图。
- 3.7ὑποτιθέμενον αὐτὸ πρῶτον
在亚里士多德的引文中,分词 ὑποτιθέμενον 为阳性单数宾格,在逻辑上与非人称动词 δεῖ 所统辖的不定式 λαμβάνειν 的逻辑主语(即探究者)相呼应。其后的 αὐτό 为中性单数宾格,总括指代探究课题的项。
- 3.7τὰ δὲ οἷς ἕπεται
由定冠词 τά 将包含关系代词 οἷς 的整句名词化,指“[该项]所跟随的事物”(即前驱项或主词)。它与前文的 τὰ ἑπόμενα(“后承 / 述语项”)构成对称。
- 3.7οὐ διαφέρει πρὸς τὸ προκείμενον λαμβάνειν τὸ ἑπόμενον
非人称短语 οὐ διαφέρει(“没有区别”)的主语是不定式短语 λαμβάνειν τὸ ἑπόμενον(“采取后承”)。介词短语 πρὸς τὸ προκείμενον 作关系修饰语,意为“相对于所摆在面前的项而言”。
