- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:272.1-273.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯注疏《前分析篇》43a34–43a42,阐释亚里士多德关于个别事物仅能偶性地被陈述、向上追溯的陈述终结于范畴以及三段论的考察主要针对中间项的论点,并结合《物理学》的相关分类以及“存在”与“一”并非属类的学说加以详细说明。
" Ὥστε μὴ κατηγορεῖσθαι κατὰ μηδενός, πλὴν ὡς κατὰ συμβεβηκός." Οὐδέν, φησί, τῶν μερικῶν κατ’ ἄλλου κατηγορεῖται, εἰ μὴ κατὰ συμβεβηκός, ὡς ὅταν λέγωμεν ὅτι τὸ φαλακρὸν ἐκεῖνο Σωκράτης ἐστίν. ἰστέον δὲ ὅτι ἐν τῇ Φυσικῇ ταύτην τὴν κατηγορίαν παρὰ φύσιν εἶπεν εἶναι, οὐ κατὰ συμβεβηκός, ἀληθέστερον λέγων. τῶν γὰρ κατηγοριῶν, φησὶν ἐν ἐκείνοις, αἱ μέν εἰσι κατὰ φύσιν αἱ δὲ παρὰ φύσιν αἱ δὲ κατὰ συμβεβηκός. καὶ κατὰ φύσιν μέν, ὡς ὅταν ἢ τὰ καθολικώτερα τῶν μερικωτέρων κατηγορῶμεν, ὡς τὸν ἄνθρωπον Καλλίου καὶ τὸ χρῶμα λευκοῦ, ἢ τὰ συμβεβηκότα τῶν οὐσιῶν, ὡς ὅταν λέγωμεν ὅτι Σωκράτης φιλόσοφός ἐστιν ἢ σιμός. παρὰ φύσιν δέ, ὡς ὅταν τὰς οὐσίας τῶν συμβεβηκότων κατηγορῶμεν, ἣν ἐνταῦθα εἶπε κατὰ συμβεβηκός,1 ὡς ὅταν εἴπωμεν ὅτι τὸ προσιὸν φαλακρὸν Σωκράτης ἐστί. κατὰ συμβεβηκὸς δέ, ὡς ὅταν συμβεβηκὸς συμβεβηκότος κατηγορῶμεν, ὡς ὅταν εἴπωμεν ὅτι τὸ φαλακρὸν ἐκεῖνο φιλόσοφός ἐστι· συμβέβηκε γὰρ τῷ φαλακρῷ φιλοσόφῳ εἶναι.
“以致不能陈述于任何事物,除非是作为偶性地。” 他说,个别事物都不陈述于其他事物,除非是偶性地,正如当我们说那个秃顶的人是苏格拉底时一样。但应当知道,在《物理学》中他说这种陈述是违反自然的,而不是偶性的,这样说是更为真实的。因为他说,在那些著作中,陈述有些是合乎自然的,有些是违反自然的,有些是偶性的。合乎自然的陈述,是当我们把更全称的陈述于更特殊的之上(例如把人陈述于卡利亚斯,把颜色陈述于白色),或者把偶性陈述于实体之上(例如当我们说苏格拉底是哲学家或塌鼻子时)。而违反自然的陈述,是当我们把实体陈述于偶性之上——他在本处称之为偶性的——例如当我们说那个走过来的秃顶人是苏格拉底时。偶性的陈述,则是当我们把偶性陈述于偶性之上时,例如当我们说那个秃顶的人是哲学家时;因为对于秃顶的人而言,是哲学家乃是偶性的。
"Ὅτι δὲ καὶ ἐπὶ τὸ ἄνω πορευομένοις2 ἵσταταί ποτε, πάλιν ἐροῦμεν· νῦν δ’ ἔστω τοῦτο κείμενον." Ὥσπερ, φησίν, ἐπὶ τὸ κάτω πορευόμενοι, ἐπειδὰν ἔλθωμεν εἰς τὰ μερικώτατα, οὐκέτι ἔχομεν κατὰ τίνος αὐτὰ κατηγορήσομεν, ἀλλὰ μένουσι μόνως ὑποκείμενα, ὡσαύτως δὲ καὶ ἐπὶ τὸ ἄνω ἀνιόντες, τουτέστιν ἐπὶ τὰ καθολικώτερα, ἐμπίπτομεν εἴς τινα ὧν οὐκέτι καθολικώτερα εὑρεῖν δυνάμεθα ὥστε κατηγορεῖν αὐτὰ κατὰ τούτων, ἀλλὰ μένουσι ταῦτα μόνως κατηγορούμενα· ταῦτα δέ ἐστιν αἱ δέκα κατηγορίαι. τοῦτο οὖν, φησίν, ὅτι οὕτως ἔχει, λέγω δὴ ὅτι ἔστι τινὰ καθολικώτατα μὴ ἔχοντα ἐπέκεινα ἑαυτῶν ἄλλα τινά, δείξομεν ἐν ἑτέροις· ἔδειξε γὰρ ἐν τῇ Ἀποδεικτικῇ ὅτι οὐκ ἐπ’ ἄπειρον προΐασιν αἱ κατηγορίαι, ἀλλ’ ἀνάγκη ἵστασθαι καὶ ἐπὶ τὸ ἄνω καὶ ἐπὶ τὸ κάτω. νῦν δὲ τοῦτο ὡς ὡμολογημένον εἰλήφθω, φησί.
“但对于向上行进的人而言也终会在某处止步,我们将再次论述;现在权且让这作为已确立的前提。” 他说,正如向下行进时,一旦我们达到最特殊的个别事物,我们便不再有可以将它们陈述于其上的对象,而它们仅仅停留为主词;同样,向上攀升时,也就是走向更全称的事物时,我们会遇到某些事物,我们再也无法找到比它们更全称的事物来陈述于它们之上,而这些事物仅仅停留为谓词;而这些就是十个范畴。因此他说,关于事情是如此的——我是说存在着某些在其自身之外别无其他的最全称之物——我们在别处将会证明;因为他在《后分析篇》中证明了陈述不会走向无限,而是必然向上和向下都会止步。但他说,现在权且让这作为公认的前提而被接受。
"Κατὰ μὲν οὖν τούτων οὐκ ἔστιν ἀποδεῖξαι κατηγορούμενον ἕτερον, πλὴν εἰ μὴ κατὰ δόξαν.3" Ἀληθῶς μέν, φησίν, οὐδέν ἐστι τῶν δέκα κατηγοριῶν κατηγορούμενον, πλὴν εἰ μὴ δόξα τις κεκράτηκεν οὐκ ἀληθὴς παρά τισιν. ἐνόμισαν γάρ τινες τὸ ὂν ὡς γένος κατηγορεῖσθαι τῶν δέκα κατηγοριῶν· ἐδείχθη δὲ τοῦτο ἐν Κατηγορίαις οὐκ ἀληθὲς ὄν, ἀλλ’ ὅτι ὁμώνυμός ἐστι φωνὴ τὸ ὂν εἰς διάφορα σημαινόμενα διαιρουμένη. πάλιν καὶ τὸ ἕν τινες ἐδόξασαν αὐτῶν κατηγορεῖσθαι, ὅπερ οὐδὲ αὐτὸ γένος ἐστίν, ἀλλ’ ὥσπερ καὶ τὸ ὂν ὁμώνυμος φωνή. ἀλλὰ καὶ οἱ ἕν τι τῶν στοιχείων ἀρχὴν ὑποτιθέμενοι, ἢ τὸ ὕδωρ ἢ τὸ πῦρ ἢ ἄλλο τι παρὰ ταῦτα, τοῦτο δῆλον ὅτι ὡς γένος τῶν δέκα κατηγοριῶν κατηγορήσουσιν.
“因此,要证明另一者陈述于这些之上是不可能的,除非是依据臆见。” 他说,在真实层面上,没有什么陈述于十个范畴之上,除非是某种不真实的臆见在某些人那里占据了统治地位。因为有些人认为“存在”作为类陈述于十个范畴之上;但这在《范畴篇》中已被证明并非真实,而是“存在”乃是一个划分到不同含义中的多义词。再者,有些人也臆断“一”陈述于它们之上,但这本身也不是类,而是正如“存在”一样是个多义词。而且那些把元素中的某一个(水或火或这些之外的其他东西)假定为始原的人,显然会把这作为类陈述于十个范畴之上。
"Καὶ σχεδὸν οἱ λόγοι καὶ αἱ σκέψεις εἰσὶ μάλιστα περὶ τούτων." Εἰκότως· οἱ γὰρ συλλογισμοὶ καὶ αἱ ἀποδείξεις ζητοῦσι τί τινος κατηγορεῖται ἢ οὐ κατηγορεῖται, οἷον τῆς ψυχῆς τὸ ἀθάνατον κατηγορεῖται ἢ οὔ. τὰ τοίνυν γενικώτατα ἅτε ἄλλα μὴ ἔχοντα ἑαυτῶν κατηγορούμενα οὐδεμίαν τοιαύτην ζήτησιν ἔχει. τὰ δὲ μερικώτατα πάλιν, ἅπερ ἐστὶ τὰ αἰσθητά, ἐπειδὴ μόνως ὑπόκειται, ὁμοίως οὐδὲν ἔχει τοιοῦτον ζήτημα. τὰ δὲ μέσα, ἐπειδὴ ὑποκεῖσθαι καὶ κατηγορεῖσθαι πέφυκε, ταῦτα ἔχει τὴν ζήτησιν, τί τινος ἢ κατηγορεῖται ἢ οὐ κατηγορεῖται.
“而论证和考察几乎绝大部分都是关于这些的。” 这是理所当然的;因为三段论和证明所探究的是什么陈述于什么或不陈述于什么,例如不朽陈述于或不陈述于灵魂。因此,最具类属性的事物既然没有陈述于自身之上的其他事物,便绝没有任何此类探究。反之,作为可感觉之物的最特殊的个别事物,由于仅仅作为主词,同样也没有任何此类问题。而中间的事物,由于天生既适合作为主词又适合被陈述,便具有这种探究,即什么陈述于或不陈述于什么。
- 3.3ἣν ἐνταῦθα εἶπε κατὰ συμβεβηκός
阴性关系代名词 ἣν 的先行词是前文的陈述分类 τὴν παρὰ φύσιν [κατηγορίαν](违反自然的陈述)。整句结构为“即他在此处称之为偶性的[违反自然的陈述]”,代词的阴性单数宾格形式与省略的 κατηγορία 一致。
- 3.4ἐπὶ τὸ ἄνω πορευομένοις
现在分词与格 πορευομένοις 与不及物动词 ἵσταται 连用,作关涉与格(dative of reference)或审定者与格,意为“对于向上行进的人而言[陈述系列]也会在某处止步”。
- 3.5πλὴν εἰ μὴ κατὰ δόξαν
连词短语 πλὴν εἰ μή 是表示“除非”、“除了……之外”的惯用表达,与主句中的否定词 οὐκ ἔστιν 配合,引导一个例外条件:“除非是依据臆见[否则不可能证明有别的述语]”。
