- 底本
- Philoponus, In Aristotelis Analytica Priora Commentaria. Commentaria in Aristotelem Graeca XIII.2, ed. M. Wallies, Berlin: Reimer 1905, pp. 1-485. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:270.3-271.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯在第一卷第27章开篇宣告从讨论三段论形式(结论)的第一部分过渡到寻找质料(前提)的第二部分,并通过将事物划分为最具全称性者、个别者与中间者,阐明三段论主要针对中间事物展开的理由。
" Πῶς δὲ εὐπορήσομεν αὐτοὶ πρὸς τὸ τιθέμενον ἀεὶ συλλογισμῶν, καὶ διὰ ποίας ὁδοῦ ληψόμεθα τὰς περὶ ἕκαστον ἀρχάς, νυνὶ λεκτέον." Πέρας ἔσχε τὸ πρῶτον τοῦ βιβλίου τμῆμα, ἐν ᾧ περὶ τῆς γενέσεως τῶν συλλογισμῶν ἡμῖν διελέχθη. νῦν λοιπὸν τοῦ δευτέρου μέρους ἄρχεται, ἐν ᾧ διδάσκει πῶς οἷόν τέ ἐστι προβλήματος ἡμῖν τιθεμένου εὐπορῆσαι προτάσεων τῶν κατασκευαζουσῶν τοῦτο, οἷον εἴ τις ἡμῖν προβάλλοιτο πόθεν δῆλον εἰ ἡ ψυχὴ ἀθάνατος, τίνι χρησάμενοι μεθόδῳ προτάσεις εὑρεῖν δυνησόμεθα, ἃς συμπλέξαντες ἀλλήλαις τὸ προκείμενον κατασκευάσομεν. ἐπιστήμονος γάρ ἐστι μὴ μόνον τὰ εἴδη τῶν ὑποβεβλημένων αὐτῷ πραγμάτων ἐπισκέπτεσθαι ἀλλὰ καὶ τὴν ὕλην τὴν ἐπιτηδείαν εἰς καταδοχὴν τῶν τοιούτων εἰδῶν ἐκλέγεσθαι, οἷον ὁ ναυπηγὸς τὰ ἐπιτήδεια εἰς κατασκευὴν τοῦ πλοίου ξύλα, καὶ ὁ οἰκοδόμος τοὺς ἐπιτηδείους εἰς οἰκοδομίαν λίθους, καὶ ἐπὶ πάντων ὡσαύτως. οὕτως καὶ ὁ Ἀριστοτέλης τὰ εἴδη τῶν συλλογισμῶν ἡμῖν παραδούς (εἴδη δὲ τῶν συλλογισμῶν τὰ συμπεράσματα) καὶ εἰπὼν ποῖον ἐν ἑκάστῳ συλλογισμῷ γίνεται τὸ συμπέρασμα, ἔν τε τοῖς ἁπλοῖς καὶ ἐν τοῖς μικτοῖς, νῦν λοιπὸν διδάσκει πῶς τὰς εἰς ἕκαστον συμπέρασμα προτάσεις εὑρεῖν δυνησόμεθα· ὕλη δὲ τῶν συλλογισμῶν αἱ προτάσεις. πρὶν δὲ τὴν μέθοδον ἡμῖν ταύτην παραδοῦναι ζητεῖ πρότερον περὶ ὧν ὅλως πεφύκαμεν συλλογίζεσθαι. τριχῇ γάρ, φησί, τῶν πραγμάτων διῃρημένων, καὶ τῶν μὲν καθολικωτάτων ὄντων καὶ ἀεὶ κατὰ ἄλλων κατηγορουμένων μηδέποτε δὲ ὑποκειμένων ἄλλοις εἰς κατηγορίαν, οἷά ἐστι τὰ γενικώτατα, λέγω δὴ αἱ δέκα κατηγορίαι, τῶν δὲ μηδέποτε κατ’ ἄλλου κατηγορουμένων κυρίως ἀεὶ δὲ ὑποκειμένων, οἷά ἐστι τὰ μερικὰ καὶ ἄτομα πάντα, τῶν δὲ μέσως ἐχόντων1 καὶ ποτὲ μὲν κατηγορουμένων τινῶν ποτὲ δὲ ὑποκειμένων ἄλλοις εἰς κατηγορίαν, ζητητέον περὶ τίνων οἱ συλλογισμοὶ καὶ αἱ σκέψεις ἡμῖν εἰσι. δῆλον δὲ ὡς σχεδὸν περὶ μόνα τὰ μέσα. εἰ γὰρ ὁ συλλογισμὸς βούλεται ζητεῖν τι κατά τινος ἢ ἀπό τινος ὑπάρχον, τὰ δὲ γενικώτατα οὐκ ἔχουσιν ἑαυτῶν ἕτερα κατηγορούμενα, δῆλον ὅτι οὐχ ἕξει τις περὶ τούτων συλλογίσασθαι. αἱ γὰρ περί τινων σκέψεις 〈εἰσὶ〉 πότερον τόδε τῷδε ὑπάρχει ἢ οὐχ ὑπάρχει, οἷον τῇ ψυχῇ τὸ ἀθάνατον ἢ οὔ· ὥστε καὶ τὰ περὶ τῶν γενικωτάτων προβλήματα, εἴπερ ἔστι, περὶ τούτων ἂν εἴη, οἷον εἰ ἡ οὐσία τυχὸν γέγονεν ἢ ἀγένητός ἐστιν. ὥστε εἰ μηδέν ἐστι τῶν καθολικωτάτων γενῶν κατηγορούμενον, ἐπεὶ μηδὲν καθολικώτερον, οὐδὲ πρόβλημα ἂν εἴη περὶ ἐκείνων οὐδὲ συλλογισμός. πλὴν σπανίως περὶ τούτων γίνεται προβλήματα· ποῖα δὲ καὶ πῶς, αὐτὸς διδάξει. αὐτὰ μέντοι ὅτι ἑτέροις ὑπάρχει ἢ οὐχ ὑπάρχει, δυνατὸν συλλογίσασθαι. περὶ δὲ τῶν καθ’ ἕκαστα ὁμοίως οὐδεὶς συλλογίζεται, οἷον τί ὑπάρχει ἢ οὐχ ὑπάρχει Σωκράτει ἢ Πλάτωνι· αἰσθητὰ γὰρ ταῦτα, τὰ δὲ αἰσθητὰ αἰσθήσει ληπτά, οὐ λόγῳ. εἰ γάρ τις περὶ Σωκράτους πειραθείη ἀποδεικνύναι ὅτι λευκὸς ἢ σιμός, πρὸς τῷ μηδὲ ἔχειν ὕλην ἐπιτηδείαν εἰς συλλογισμοῦ γένεσιν καὶ ἀσαφέστερον ποιήσει2 τὸ πρᾶγμα τῆς δι’ αἰσθήσεως ἀντιλήψεως. ὥστε τὰ προβλήματα καὶ οἱ συλλογισμοὶ ὡς ἐπίπαν περὶ τῶν μεταξὺ γίνονται. Τὰς περὶ ἕκαστον ἀρχάς, τουτέστι τὰς προτάσεις τὰς περὶ ἕκαστον πρόβλημα.
“至于我们自己如何能对不断被提出的论题总是富有三段论,以及通过何种途径获得关于每个课题的本原,现在必须予以说明。” 该书的第一部分已经结束,在其中他为我们讨论了三段论的生成。现在开始余下的第二部分,在其中他指明,当向我们提出一个课题时,如何能够富有确立该课题的前提;例如,如果有人向我们提出,从何处显明灵魂是否不朽,我们运用何种方法能够找到前提,将它们彼此结合起来便能确立所提出的课题。因为对于一个具备专门知识的人而言,不仅要考察置于其下的诸事物的形式,还要选拔适合于接纳此类形式的质料;正如造船匠选拔适合建造船只的木料,建筑匠选拔适合建筑房屋的石料,在一切事情上皆是如此。亚里士多德也是如此,在向我们传授了三段论的形式(三段论的形式即是结论),并说明了在每个三段论中(无论是在单纯的三段论中还是在混合的三段论中)生成何种结论之后,现在指导我们如何能够找到导向每个结论的前提;而前提就是三段论的质料。但在向我们传授这一方法之前,他首先探究我们根本上天生适合对什么进行三段论推论。因为他说,事物被划分为三类:一类是最具全称性的,总是陈述其他事物,但绝不作为其他事物陈述的主词,这就是最具类属性的事物,我是指十个范畴;一类是绝不严格地陈述其他事物,而总是作为主词,这就是所有的个别事物和不可分割者;还有一类处于中间状态,有时陈述某些事物,有时作为其他事物陈述的主词。因此必须探究,我们的三段论和考察是关于哪些事物的。显然,几乎仅仅是关于中间事物的。因为如果三段论意在探究某物属于或不属于某物,而最具类属性的事物并没有陈述自身的其他事物,那么显而易见,没有人能够关于它们进行三段论推论。因为关于某些事物的考察就在于这是否属于那,例如不朽是否属于灵魂;所以关于最具类属性事物的课题,即便存在,也必然是关于这些方面的:例如实体究竟是生成的还是非生成的。因此,如果没有什么陈述最具全称性的类(因为没有任何事物更为全称),也就既不会有关于它们的课题,也不会有关于它们的三段论。只是极少有关于这些事物的课题生成;至于何种课题以及如何生成,他自己将会说明。然而,它们自身属于或不属于其他事物,这却是能够进行三段论推论的。另一方面,关于个别事物,同样没有人进行三段论推论,例如探讨什么属于或不属于苏格拉底或柏拉图;因为这些是可感觉的事物,而可感觉的事物是由感觉所把握的,而不是由论证所把握的。因为如果有人试图关于苏格拉底证明他是白的或是塌鼻子的,除了不具备适合生成三段论的质料之外,他还会使这件事情比通过感觉的感知更为晦暗。因此,课题和三段论总体上是关于中间事物的。“关于每个课题的本原”,也就是关于每个课题的前提。
"Ἁπάντων δὴ τῶν ὄντων τὰ μέν ἐστι τοιαῦτα ὥστε κατὰ μηδενὸς ἄλλου κατηγορεῖσθαι ἀληθῶς καθόλου, οἷον Κλέων καὶ Καλλίας καὶ τὸ καθ’ ἕκαστον καὶ αἰσθητόν." Οὐδὲν γὰρ τῶν μερικῶν πέφυκε κατ’ ἄλλου κατηγορεῖσθαι πλὴν κατὰ συμβεβηκός, ὡς ἐφεξῆς λέξομεν, καὶ τοῦτο οὐ καθόλου ἀλλὰ μερικῶς·3 ἐὰν γὰρ εἴπω ὅτι πᾶς ἄνθρωπος Σωκράτης ἐστὶν ἢ Πλάτων, δῆλον ὅτι ψευδὴς ἡ τοιαύτη κατηγορία. προσέθηκε δὲ καὶ τὸ αἰσθητόν, διότι πάντα τὰ αἰσθητὰ μερικά ἐστι. καὶ αὐτὰ μὲν ὑπόκειται ἄλλοις εἰς κατηγορίαν, καὶ τοῖς καθόλου καὶ τοῖς συμβεβηκόσιν· αὐτὰ δὲ ἄλλων οὐ κατηγορεῖται, εἰ μὴ ἢ παρὰ φύσιν, ὡς ὅταν εἴπω ‘τὸ φαλακρὸν τοῦτο Σωκράτης ἐστίν’, ἢ κατὰ συμβεβηκός, ὡς ὅταν εἴπω ‘τὸ φαλακρὸν τοῦτο φιλόσοφός ἐστιν’.
“在一切存在物中,有些是这样的:不能真正且全称地陈述任何其他事物,例如克勒翁、卡利亚斯,以及个别的和可感觉的事物。” 因为个别事物天生不能陈述其他事物,除非是偶性地,正如我们接下来要说的,而且这也不是全称地而是特称地;因为如果我说“每个人都是苏格拉底”或“是柏拉图”,显然这样的陈述是虚假的。他还加上了“可感觉的事物”,因为一切可感觉的事物都是个别事物。它们自身作为主词接受其他事物的陈述,既接受全称事物的陈述,也接受偶性的陈述;但它们自身并不陈述其他事物,除非是违反自然的(例如当我说‘这个秃顶的人是苏格拉底’时),或者是偶性的(例如当我说‘这个秃顶的人是哲学家’时)。
- 3.1τριχῇ γάρ, φησί, τῶν πραγμάτων διῃρημένων, καὶ τῶν μὲν καθολικωτάτων ὄντων... τῶν δὲ μηδέποτε... τῶν δὲ μέσως ἐχόντων...
在由受动分词 διῃρημένων 与总体主语 τῶν πραγμάτων 构成的独立属格结构内部,进一步以部分属格的方式并列了三个分词短语(τῶν μὲν... τῶν δὲ... τῶν δὲ...)以详述三分法。这一长大的从属结构通向由动词性形容词 ζητητέον 引导的主句。
- 3.1πρὸς τῷ μηδὲ ἔχειν ὕλην ἐπιτηδείαν εἰς συλλογισμοῦ γένεσιν καὶ ἀσαφέστερον ποιήσει
介词短语 πρὸς τῷ 加上带冠词不定式(ἔχειν)表示追加的伴随情况(“除了不具备……之外”),随后的 καὶ 则与主句动词 ποιήσει(“还将使……”)连用起强调衔接作用。
- 3.2καὶ τοῦτο οὐ καθόλου ἀλλὰ μερικῶς
短语 καὶ τοῦτο 作为副词性插入语使用,是一种惯用构文,意为“而且这(也)……”,对前面的限定(πλὴν κατὰ συμβεβηκός)添加了进一步的限制。
