← 约翰·菲洛波诺斯

亚里士多德《前分析篇》注释

§267.19-269.15

命题确立与反驳的难易度比较

关于亚里士多德在《前分析篇》卷一第26章中对确立与反驳课题的难易程度的讨论,斐洛庞奴斯系统梳理了各类命题(全称/特称、肯定/否定)在不同格和式中被确立与反驳的方式,并澄清“反驳比确立更容易”这一断言仅适用于全称命题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.246

" Φανερὸν ἡμῖν ἐστι καὶ ποῖον πρόβλημα χαλεπὸν καὶ ποῖον εὐεπιχείρητον." Σκοπὸς διὰ τούτων τὸ δεῖξαι ποῖον τῶν προβλημάτων δυνατὸν θᾶττον κατασκευάσαι, καὶ ποῖον οὔ, καὶ ποῖον εἰς τὸ ἀνασκευάσαι ῥᾴδιον, καὶ ποῖον οὔ. φησὶν οὖν ὅτι τὰ ἐν πλείοσι σχήμασι δεικνύμενα καὶ διὰ πλειόνων τρόπων, ταῦτα κατασκευάσαι μὲν εὐχερὲς ἀνασκευάσαι δὲ δυσχερές.1 ταῦτα δέ ἐστι τὰ μερικά, διότι, φησί, τὰ μερικὰ κατασκευάσαι βουλόμενοι καὶ δι’ αὐτῶν καὶ διὰ τῶν καθόλου κατασκευάζομεν, ἀνασκευάζομεν δὲ διὰ μόνων τῶν καθόλου· ἐάν τε γὰρ δείξω ὅτι τινὶ καὶ ὅτι παντί, τὸ μερικὸν κατεσκεύασα καταφατικόν· ἀνασκευάζω δὲ αὐτὸ [μόνον] διὰ μόνου τοῦ καθόλου ἀποφατικοῦ. τὸ δὲ καθόλου καταφατικὸν κατασκευάζεται μὲν μόνως δι’ ἑαυτοῦ, ἀνασκευάζεται δὲ καὶ διὰ τοῦ καθόλου ἀποφατικοῦ καὶ διὰ τοῦ μερικοῦ· ἐάν τε γὰρ δείξω ὅτι οὐδενὶ ἢ οὐ παντί, ἀνεῖλον ὅτι παντί. πάλιν τὸ καθόλου ἀποφατικὸν κατασκευάζεται μὲν μόνως δι’ ἑαυτοῦ, ἀνασκευάζεται δὲ καὶ διὰ τοῦ καθόλου καταφατικοῦ καὶ διὰ τοῦ μερικοῦ· ἐὰν γὰρ δείξω ὅτι ἢ παντὶ ἢ τινί, ἀνεῖλον τὸ οὐδενί. τὸ δὲ μερικὸν ἀποφατικὸν ἀνασκευάζεται διὰ μόνου τοῦ καθόλου καταφατικοῦ, κατασκευάζεται δὲ ἐν πᾶσι τοῖς σχήμασι καὶ διὰ πλειόνων τρόπων. ὥστε τὸ μὲν καθόλου καταφατικὸν πρὸς μὲν κατασκευὴν δυσχερές· δι’ ἑνὸς γὰρ τρόπου καὶ σχήματος κατασκευάζεται· πρὸς ἀνασκευὴν δὲ εὐχερές, διότι καὶ τῷ καθόλου ἀποφατικῷ καὶ τῷ μερικῷ ἀναιρεῖται, ὧν τὸ μὲν καθόλου ἐν δύο σχήμασι δείκνυται, ἅπαξ μὲν ἐν τῷ πρώτῳ, δὶς δὲ ἐν τῷ δευτέρῳ, τὸ δὲ μερικὸν ἀποφατικὸν ἐν πᾶσι τοῖς σχήμασι, καὶ ἐν μὲν τῷ πρώτῳ ἅπαξ, ἐν δὲ τῷ δευτέρῳ δίς, ἐν δὲ τῷ τρίτῳ τρίς. ὁμοίως τὸ καθόλου ἀποφατικὸν μᾶλλον μὲν δυσχερὲς κατασκευάσαι, ἧττον δὲ ἀνασκευάσαι διὰ τὰς αὐτὰς αἰτίας. τρίτην ἔχει τάξιν τὸ μερικὸν καταφατικόν, καὶ τετάρτην τὸ μερικὸν ἀποφατικόν.

“何种课题是困难的,何种[课题]是易于着手的,对我们而言也是显而易见的。” 通过这些论述的目的,是要指明在诸课题中哪一种能够更快地被确立,哪一种不能;以及哪一种容易被反驳,哪一种不容易。因此他说,凡是在更多格中并通过更多式被证明的课题,确立是容易的,但反驳是困难的。这些就是特称课题,因为他说,当我们想要确立特称课题时,我们既通过它们自身,也通过全称课题来确立,但我们仅仅通过全称课题来反驳。因为无论我证明了属于某些,还是属于一切,我都确立了特称肯定;但我仅仅通过全称否定来反驳它。另一方面,全称肯定仅仅通过自身来确立,但既通过全称否定也通过特称否定被反驳;因为无论我证明了不属于任何事物,还是不属于一切事物,我都反驳了属于一切事物。再次,全称否定仅仅通过自身来确立,但既通过全称肯定也通过特称肯定被反驳;因为如果我证明了属于一切或者属于某些,我就反驳了不属于任何事物。而特称否定则仅仅通过全称肯定被反驳,但在所有的格中并通过更多的式被确立。因此,全称肯定就确立而言是困难的,因为它是通过一个式和一个格确立的;但就反驳而言是容易的,因为它既被全称否定也被特称否定所推翻,其中全称否定在两个格中被证明(在第一格中一次,在第二格中两次),而特称否定在所有格中被证明(在第一格中一次,在第二格中两次,在第三格中三次)。同样地,由于同样的原因,全称否定确立起来更为困难,而反驳起来则不那么困难。特称肯定位列第三,特称否定位列第四。

§2.247

"Καὶ γὰρ ἢν μηδενὶ καὶ ἢν τινὶ μὴ ὑπάρχῃ, ἀνῄρηται." Δηλονότι τὸ καθόλου καταφατικόν· τοῦτο γάρ ἐστι τὸ δι’ ἀμφοτέρων τῶν ἀποφατικῶν ἀναιρούμενον, καὶ τοῦ καθόλου καὶ τοῦ μερικοῦ.

“因为无论是不属于任何事物,还是不属于某些事物,都被反驳了。” 显然是指全称肯定;因为正是它通过全称和特称这两种否定而被反驳。

§2.248

"Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν στερητικῶν." Τὸν αὐτὸν τρόπον τὸ μὲν καθόλου πρὸς κατασκευὴν μὲν δυσχερέστερον τοῦ μερικοῦ πρὸς ἀνασκευὴν δὲ εὐχερέστερον.

“对于否定性的也是同样的方式。” 以同样的方式,全称在确立方面比特称更为困难,但在反驳方面则更为容易。

§2.249

"Καὶ γὰρ εἰ παντὶ καὶ εἰ τινί, ἀναιρεῖται τὸ ἐξ ἀρχῆς." Τουτέστι τὸ καθόλου ἀποφατικόν· τοῦτο γὰρ δι’ ἀμφοτέρων τῶν καταφατικῶν ἀναιρεῖται, καὶ τοῦ καθόλου καὶ τοῦ μερικοῦ. καὶ τοῦτο βουλόμενος σημᾶναι, λέγω δὴ τὸ καθόλου ἀποφατικόν, ἐπήγαγε τοῦτο δὲ ἦν ἐν δυσὶ σχήμασιν.

“因为如果属于一切,或者属于某些,最初的那个就被反驳了。” 也就是说全称否定;因为它是通过全称和特称这两种肯定而被反驳的。为了表明这一点(我是说全称否定),他接着说道:“而这是在两个格中的”。

§2.250

"Ὅλως τε οὐ δεῖ λανθάνειν ὅτι ἀνασκευάσαι μὲν δι’ ἀλλήλων ἐστὶ2 καὶ τὰ ἑξῆς." Ὅτι, φησί, μᾶλλον τῶν καθόλου τὰ μερικὰ δυνατὸν κατασκευάσαι ἀνασκευάσαι δὲ δυσχερέστερον, κοινῷ λόγῳ πρόδηλόν ἐστιν, ὅτι τὰ μὲν μερικὰ κατασκευάζεται καὶ δι’ ἑαυτῶν καὶ διὰ τῶν καθόλου· δι’ ἑαυτῶν μέν, ὡς ὅταν δείξω ὅτι τὶ ζῷον ἄνθρωπος (· εἰ γὰρ τὶ ζῷον ἄνθρωπος), καὶ οὐ πᾶν ζῷον ἄνθρωπος· διὰ τῶν καθόλου δέ, ὡς ὅταν δείξω ὅτι πᾶς ἄνθρωπος ζῷον· εἰ γὰρ πᾶς, δῆλον ὅτι καὶ τὶς· καὶ πάλιν ὅταν δείξω ὅτι οὐδεὶς λίθος ἄνθρωπος, δῆλον ὅτι καὶ οὐ πᾶς· εἴρηται γὰρ πολλάκις πῶς λαμβάνεται ἡ μερικὴ ἀποφατική. κατασκευάζεται μὲν 〈δὴ〉 διχῶς τὰ μερικά, ἀνασκευάζεται δὲ μόνως διὰ τῶν καθόλου, τὸ μὲν τὶς διὰ τοῦ οὐδείς, καὶ τὸ οὐ πᾶς διὰ του πᾶς. τὰ μέντοι καθόλου κατασκευάζεται μὲν μόνως δι’ ἑαυτῶν, ἀνασκευάζεται δὲ καὶ δι’ ἑαυτῶν καὶ διὰ τῶν μερικῶν, τὸ μὲν πᾶς διὰ τοῦ οὐδεὶς καὶ οὐ πᾶς, τὸ δὲ οὐδεὶς διὰ τοῦ πᾶς καὶ τὶς.

“而且总的来说,不可忽略能够通过彼此进行反驳,等等。” 他说,特称比全称更有可能确立而更难反驳,这一事实由一条共通的论证预先显明:特称课题既通过它们自身也通过全称课题被确立。通过自身,例如当我证明某种动物是人(因为如果某种动物是人),并且并非每种动物都是人;通过全称,例如当我证明每个人都是动物,因为如果每个人都是,显然某些人也是;再次,当我证明没有石头是人时,显然并非每块石头都是;因为特称否定如何被理解已经多次言及。特称课题以两种方式被确立,但仅仅通过全称课题被反驳:“某些”通过“没有”[被反驳],“并非每个”通过“每个”[被反驳]。然而全称课题仅仅通过自身被确立,但既通过自身也通过特称课题被反驳:“每个”通过“没有”和“并非每个”[被反驳],“没有”通过“每个”和“某些”[被反驳]。

§2.251

"Ἅμα δὲ δῆλον ὅτι καὶ τὸ ἀνασκευάζειν ἐστὶ τοῦ κατασκευάζειν ῥᾷον." Οὐ καθόλου δεῖ ἐκλαβεῖν τοῦτο,3 ἐπεὶ ψευδὴς ἔσται ὁ λόγος· τὰ γὰρ μερικὰ μᾶλλον κατασκευάζεται ἢ ἀνασκευάζεται, ὡς δέδεικται. ὥστε ἐπὶ τῶν καθόλου τοῦτο ἂν ἁρμόζοι μόνον.

“同时显而易见,反驳比确立更容易。” 不应当全称地(无限制地)理解这一点,否则该论述将是虚假的;因为特称课题更易于确立而非被反驳,如前面所证明的。因此,这应当仅仅适用于全称课题。

语法注3 条
  1. 2.246ταῦτα κατασκευάσαι μὲν εὐχερὲς ἀνασκευάσαι δὲ δυσχερές

    不定式 κατασκευάσαι 和 ἀνασκευάσαι 分别作为说明性限定(epexegetic infinitive),修饰形容词 εὐχερές 与 δυσχερές。主语是承前指代 τὰ ἐν πλείοσι σχήμασι δεικνύμενα 的 ταῦτα,整句结构表示“这些在确立方面是容易的,但在反驳方面是困难的”。

  2. 2.250ἀνασκευάσαι μὲν δι’ ἀλλήλων ἐστὶ

    非人称的 ἐστί 与不定式 ἀνασκευάσαι 连用,相当于 ἔξεστιν 或 δυνατόν ἐστιν,表示可能性(“能够/可以反驳”)。这是直接引用自亚里士多德 43a10 文本的词目句。

  3. 2.251Οὐ καθόλου δεῖ ἐκλαβεῖν τοῦτο

    副词短语 καθόλου(“全称地”、“普遍地”、“无限制地”)被否定词 οὐ 否定,修饰 δεῖ ἐκλαβεῖν τοῦτο(“应当理解这一点”),表示“不可普遍地/一概而论地理解这一点”,强调不能无条件地进行一般化推广。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg002.humanitext-grc1:267.19-269.15